TLG 0444 002 :: DIODORUS :: Fragmenta DIODORUS Comic. Fragmenta Citation: Play — fragment — (line) | ||
Aultit | ΑΥΛΗΤΡΙΣ. | |
Aul1 | Ἐπὰν κυάθους πίνῃ τις, ὦ Κρίτων, δέκα, ἀεὶ παρ’ ἕκαστον ἐνδελεχῶς τὸ ποτήριον, πίνει τὸ λοιπόν, τοὺς λογισμοὺς δ’ ἐξεμεῖ. ταῦτα σκόπει πρὸς σαυτόν. | |
Epitit | ΕΠΙΚΛΗΡΟΣ. | |
Epi1 | Βούλομαι δεῖξαι σαφῶς ὡς σεμνόν ἐστι τοῦτο καὶ νενομισμένον καὶ τῶν θεῶν εὕρημα, τὰς δ’ ἄλλας τέχνας οὐδεὶς θεῶν κατέδειξεν, ἀλλ’ ἄνδρες σοφοί. | |
5 | τὸ γὰρ παρασιτεῖν εὗρεν ὁ Ζεὺς ὁ φίλιος, ὁ τῶν θεῶν μέγιστος ὁμολογουμένως. οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται οὐχὶ διακρίνας τὴν πενιχρὰν ἢ πλουσίαν, οὗ δ’ ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ | 543 |
---|---|---|
10 | παρακειμένην τε τὴν τράπεζαν πάνθ’ ἃ δεῖ ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών, ἀπέρχετ’ οἴκαδ’ οὐ καταβαλὼν συμβολάς. κἀγὼ ποιῶ νῦν τοῦτ’· ἐπὰν κλίνας ἴδω | |
15 | ἐστρωμένας καὶ τὰς τραπέζας εὐτρεπεῖς καὶ τὴν θύραν ἀνεῳγμένην, εἰσέρχομαι ἐνθάδε σιωπῇ καὶ ποιήσας εὐσταλῆ ἐμαυτόν, ὥστε μὴ ’νοχλεῖν τὸν συμπότην. πάντων ἀπολαύσας τῶν παρατεθέντων, πιών, | |
20 | ἀπέρχομ’ οἴκαδ’ ὥσπερ ὁ Ζεὺς ὁ φίλιος. ὅτι δ’ ἦν τὸ πρᾶγμ’ ἔνδοξον ἀεὶ καὶ καλόν, ἐκεῖθεν ἂν γνοίη τις ἔτι σαφέστερον. τὸν Ἡρακλέα τιμῶσα λαμπρῶς ἡ πόλις ἐν ἅπασι τοῖς δήμοις θυσίας ποιουμένη, | |
25 | εἰς τὰς θυσίας ταύτας παρασίτους τῷ θεῷ οὐ πώποτ’ ἀπεκλήρωσεν, οὐδὲ παρέλαβεν εἰς ταῦτα τοὺς τυχόντας, ἀλλὰ κατέλεγεν ἐκ τῶν πολιτῶν δώδεκ’ ἄνδρας ἐπιμελῶς ἐκλεξαμένη τοὺς ἐκ δυναστῶν γεγονότας, | |
30 | ἔχοντας οὐσίας, καλῶς βεβιωκότας. εἶθ’ ὕστερον τὸν Ἡρακλέα μιμούμενοι τῶν εὐπόρων τινὲς παρασίτους ἑλόμενοι τρέφειν παρεκάλουν, οὐχὶ τοὺς χαριεστάτους ἐκλεγόμενοι τοὺς δὲ κολακεύειν δυναμένους | |
35 | καὶ πάντ’ ἐπαινεῖν, οἷς ἐπειδὴ προσερύγοι, ῥαφανῖδας ἢ σαπρὸν σίλουρον καταφαγών, ἴα καὶ ῥόδ’ ἔφασαν αὐτὸν ἠριστηκέναι. ἐπεὶ δ’ ἀποπάρδοι μετά τινος κατακείμενος τούτων, προσάγων τὴν ῥῖν’ ἐδεῖτ’ αὐτοῦ φράσαι, | 544 |
40 | πόθεν τὸ θυμίαμα τοῦτο λαμβάνεις; διὰ τοὺς τοιούτους τοὺς ἀσελγῶς χρωμένους | |
τὸ τίμιον καὶ τὸ καλὸν αἰσχρόν ἐστι νῦν. | 545 | |
Eiftit | EX INCERTA FABULA. | |
Eif1 | Ἐγὼ μὲν οὖν τὸν νόμον ἐμαυτῷ τουτονὶ τίθεμαι δοκιμάζων, ὥσπερ εἴρηται ποιεῖν· κρεῖττον γάρ ἐστιν εὖ τεθραμμένην λαβεῖν γυναῖκ’ ἄπροικον ἢ κακῶς μετὰ χρημάτων, | |
5 | τὴν ἐσομένην καὶ ταῦτα μέτοχον τοῦ βίου. | 546 |