TLG 0444 001 :: DIODORUS :: Fragmenta DIODORUS Comic. Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 420–422. frr. 1–3 + tituli Citation: Fragment — (line) | ||
tit 1 | ΑΥΛΗΤΡΙΣ | |
1 | ἐπὰν κυάθους πίῃ τις, ὦ Κρίτων, δέκα, ἀεὶ παρ’ ἕκαστον ἐνδελεχῶς τὸ ποτήριον πίνει τὸ λοιπόν, τοὺς λογισμοὺς δ’ ἐξεμεῖ. ταῦτα σκόπει πρὸς σαυτόν. | |
tit 2 | ΕΠΙΚΛΗΡΟΣ | |
2 | βούλομαι δεῖξαι σαφῶς ὡς σεμνόν ἐστι τοῦτο καὶ νενομισμένον καὶ τῶν θεῶν εὕρημα, τὰς δ’ ἄλλας τέχνας οὐδεὶς θεῶν κατέδειξεν, ἀλλ’ ἄνδρες σοφοί. | |
5 | τὸ γὰρ παρασιτεῖν εὗρεν ὁ Ζεὺς ὁ φίλιος, ὁ τῶν θεῶν μέγιστος ὁμολογουμένως. οὗτος γὰρ εἰς τὰς οἰκίας εἰσέρχεται οὐχὶ διακρίνας τὴν πενιχρὰν ἢ πλουσίαν, οὗ δ’ ἂν καλῶς ἐστρωμένην κλίνην ἴδῃ | |
---|---|---|
10 | παρακειμένην τε τὴν τράπεζαν πάνθ’ ἃ δεῖ ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών, ἀπέρχετ’ οἴκαδ’ οὐ καταβαλὼν συμβολάς. κἀγὼ ποιῶ νῦν τοῦτ’· ἐπὰν κλίνας ἴδω | |
15 | ἐστρωμένας καὶ τὰς τραπέζας εὐτρεπεῖς καὶ τὴν θύραν ἀνεῳγμένην, εἰσέρχομαι | |
ἐνθάδε σιωπῇ, καὶ ποιήσας εὐσταλῆ ἐμαυτόν, ὥστε μὴ ’νοχλεῖν τὸν συμπότην, πάντων ἀπολαύσας τῶν παρατεθέντων, πιών, | 420 | |
20 | ἀπέρχομ’ οἴκαδ’ ὥσπερ ὁ Ζεὺς ὁ φίλιος. ὅτι δ’ ἦν τὸ πρᾶγμ’ ἔνδοξον ἀεὶ καὶ καλόν, ἐκεῖθεν ἂν γνοίη τις ἔτι σαφέστερον. τὸν Ἡρακλέα τιμῶσα λαμπρῶς ἡ πόλις ἐν ἅπασι τοῖς δήμοις θυσίας ποιουμένη, | |
25 | εἰς τὰς θυσίας ταύτας παρασίτους τῷ θεῷ οὐ πώποτ’ ἀπεκλήρωσεν, οὐδὲ παρέλαβεν εἰς ταῦτα τοὺς τυχόντας, ἀλλὰ κατέλεγεν ἐκ τῶν πολιτῶν δώδεκ’ ἄνδρας ἐπιμελῶς ἐκλεξαμένη τοὺς ἐκ δύ’ ἀστῶν γεγονότας, | |
30 | ἔχοντας οὐσίας, καλῶς βεβιωκότας. εἶθ’ ὕστερον τὸν Ἡρακλέα μιμούμενοι τῶν εὐπόρων τινὲς παρασίτους ἑλόμενοι τρέφειν παρεκάλουν οὐχὶ τοὺς χαριεστάτους ἐκλεγόμενοι, τοὺς δὲ κολακεύειν δυναμένους | |
35 | καὶ πάντ’ ἐπαινεῖν· οἷς ἐπειδὰν προσερύγῃ, ῥαφανῖδας ἢ σαπρὸν σίλουρον καταφαγών, ἴα καὶ ῥόδα φασὶν αὐτὸν ἠριστηκέναι. ἐπὰν δ’ ἀποπάρδῃ μετά τινος κατακείμενος τούτων, προσάγων τὴν ῥῖνα δεῖθ’ αὑτῷ φράσαι, | |
40 | πόθεν τὸ θυμίαμα τοῦτο λαμβάνει. διὰ τοὺς τοιούτους τοὺς ἀσελγῶς χρωμένους | |
τὸ τίμιον καὶ τὸ καλὸν αἰσχρόν ἐστι νῦν. | 421 | |
t,post 2 | ΜΑΙΝΟΜΕΝΟΣ ΝΕΚΡΟΣ | |
tit,ante 3 | ΠΑΝΗΓΥΡΙΣΤΑΙ | |
tit 3 | ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ | |
3 | ἐγὼ μὲν οὖν τὸν νόμον ἐμαυτῷ τουτονὶ τίθεμαι δοκιμάζων, ὥσπερ εἴρηται ποιεῖν· κρεῖττον γάρ ἐστιν εὖ τεθραμμένην λαβεῖν γυναῖκ’ ἄπροικον ἢ κακῶς μετὰ χρημάτων, | |
5 | τὴν ἐσομένην καὶ ταῦτα μέτοχον τοῦ βίου. | 422 |