TLG 0440 001 :: DEMETRIUS Junior :: Fragmentum

DEMETRIUS Junior Comic.
(4/3 B.C.)

Fragmentum

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 357–358.

fr. 1

Citation: Fragment — (line)

tit 1

ΑΡΕΟΠΑΓΙΤΗΣ

1

σύ μου καταφρονεῖς, ὅτι μάγειρός εἰμ’, ἴσως· ὅσον δ’ ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ’ ἐγώ, οὐδεὶς ὑποκριτής ἐσθ’ ὅλως εἰργασμένος. καπνιζομένη τυραννὶς αὕτη ’σθ’ ἡ τέχνη.
5ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην· παρ’ Ἀγαθοκλεῖ δὲ πρῶτος εἰσήνεγκ’ ἐγὼ τῷ Σικελιώτῃ τὴν τυραννικὴν φακῆν. τὸ μέγιστον οὐκ εἴρηκα· Λαχάρους τινός, ὅτ’ ἦν ὁ λιμός, ἑστιῶντος τοὺς φίλους,
10ἀνάληψιν ἐποίης’ εἰσενέγκας κάππαριν. Β. γυμνὴν Ἀθηνᾶν τότ’ ἐποίησε Λαχάρης
οὐδὲν ἐνοχλοῦσαν· σὲ δ’ ἐνοχλοῦντα νῦν ἐγώ.357