TLG 0439 002 :: DEMETRIUS :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Siktit | ΣΙΚΕΛΙΑ. | |
Sik1 | Ἐκεῖθεν εἰς τὴν Ἰταλίαν ἀνέμῳ νότῳ διεβάλομεν τὸ πέλαγος εἰς Μεσσαπίους, Ἄρτος δ’ ἀναλαβὼν ἐξένισεν ἡμᾶς καλῶς. | |
ξένος γε χαρίεις ἦν ἐκεῖ μέγας καὶ λαμπρός. | 876 | |
Sik2 | Λακεδαιμόνιοί θ’ ἡμῶν τὰ τείχη κατέβαλον, καὶ τὰς τριήρεις ἔλαβον ἐμμήρους, ὅπως μηκέτι θαλαττοκρατοῖντο Πελοποννήσιοι. | |
Eiftit | EX INCERTIS FABULIS. | |
Eif1 | Ἢ σῦκον ἢ φάσηλον ἢ τοιοῦτό τι. | 877 |
Eif2 | Σφόδρ’ εὐάλωτόν ἐστιν ἡ πονηρία· εἰς γὰρ τὸ κέρδος μόνον ἀποβλέπους’ ἀεὶ | |
ἀφρόνως ἅπαντα καὶ προπετῶς συμπείθεται. | 878 |