TLG 0438 002 :: DAMOXENUS :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Hautit | ΑΥΤΟΝ ΠΕΝΘΩΝ. | |
Hau1 | Εἰ δ’ οὐχ ἱκανόν σοι, τὸν ἐλέφανθ’ ἥκει φέρων ὁ παῖς. Β. τί δ’ ἐστὶ τοῦτο, πρὸς θεῶν; Α. ῥυτόν δίκρουνον, ἡλίκον τι τρεῖς χωρεῖν χόας, Ἄλκωνος ἔργον. προὔπιεν δέ μοί ποτε | |
5 | ἐν Κυψέλοις Ἀδαῖος. | 529 |
---|---|---|
Syntit | ΣΥΝΤΡΟΦΟΙ. | |
Syn1 | Ἐπικούρου δέ με ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ’ ᾧ ἐν δύ’ ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα τάλαντ’ ἐγώ σοι κατεπύκνωσα τέτταρα. | |
5 | Β. τοῦτο δὲ τί ἐστιν; εἰπέ μοι. Α. καθήγισα. μάγειρος ἦν κἀκεῖνος. οὐκ ἤδει θεοί. Β. ποῖος μάγειρος; Α. ἡ φύσις πάσης τέχνης ἀρχέγονόν ἐστ’, ἀρχέγονον, ὦλιτήριε. οὐκ ἔστιν οὐδὲν τοῦ πονεῖν σοφώτερον, | |
10 | ἦν τ’ εὐχερὲς τὸ πρᾶγμα τοῦ λόγου τριβήν ἔχοντι τούτου· πολλὰ γὰρ συμβάλλεται. διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα [μᾶλλον δὲ κατέχοντα, καταγέλα ὡς κενοῦ] | |
15 | καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες ὡς ἐκ διατριβῆς. τοῦτο δεῖ γὰρ εἰδέναι, τίν’ ἔχει διαφορὰν πρῶτον, ὦ βέλτιστε σύ, γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει, πάλιν ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι | |
20 | ἰχθὺς ὑπὸ τροπάς τ’ ἐστὶ χρησιμώτατος. αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις κακόν ἠλίβατον ἀνθρώποισιν ἀλλοιώματα | |
ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις; τὸ δέ ληφθὲν καθ’ ὥραν ἀποδίδωσι τὴν χάριν. | 530 | |
25 | τίς παρακολουθεῖ ταῦτα; τοιγαροῦν στρόφοι καὶ πνευμάτια γιγνόμενα τὸν κεκλημένον ἀσχημονεῖν ποιοῦσι. παρὰ δ’ ἐμοὶ τρέφει τὸ προσφερόμενον βρῶμα, καὶ λεπτύνεται ὀρθῶς τε διαπνεῖ. τοιγαροῦν εἰς τοὺς πόρους | |
30 | ὁ χυμὸς ὁμαλῶς πανταχοῦ συνίσταται. χυμὸς λέγεις Δημόκριτος οὐδὲν πρᾶγμα τά γινόμενα ποιεῖ τὸν φαγόντ’ ἀρθριτικόν. Β. καὶ τῆς ἰατρικῆς τι μετέχειν μοι δοκεῖς. Α. καὶ πᾶς ὁ φύσεως ἐντός. ἡ δ’ ἀπειρία | |
35 | τῶν νῦν μαγείρων κατανόει πρὸς τῶν θεῶν οἵα ’στίν. ἅλμην ὅταν ἴδῃς ἐξ ἰχθύων ὑπεναντίων αὑτοῖσι ποιοῦντας μίαν, καὶ σήσαμ’ ὑποτρίβοντας εἰς ταύτην, λαβών ἕκαστον αὐτῶν κατὰ μέρος προσπαρδέτω. | |
40 | Β. ὥς μοι κέχρησαι. Α. τί γὰρ ἂν εὖ γένοιτ’ ἔτι, τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης καὶ συμπλεκομένης οὐχὶ συμφώνους ἁφάς; τὸ ταῦτα διορᾶν ἐστιν εὐψύχου τέχνης, οὐ τοῦ διανίζειν λοπάδας οὐδ’ ὄζειν καπνοῦ. | |
45 | ἐγὼ γὰρ εἰς τοὐπτάνιον οὐκ εἰσέρχομαι. Β. ἀλλὰ τί; Α. θεωρῶ πλησίον καθήμενος, πονοῦσι δ’ ἕτεροι. Β. σὺ δέ; Α. λέγω τὰς αἰτίας καὶ τἀποβαῖνον· ὀξὺ τὸ περίκομμ’, ἄφες. Β. ἁρμονικός, οὐ μάγειρος. Α. ἐπίτεινον τὸ πῦρ. | |
Syn1(50) | ὁμαλιζέτω τοῖς τάχεσιν· ἡ πρώτη λοπάς ζεῖ ταῖς ἐφεξῆς οὐχὶ συμφώνως. νοεῖς τὸν τύπον; Β. Ἄπολλον. Α. καὶ τί φαίνεται; Β. τέχνη. | |
Α. εἶτ’ οὐδὲν εἰκῆ παρατίθημι, μανθάνεις; βρῶμ’, ἀλλὰ μίξας πάντα κατὰ συμφωνίαν. | 531 | |
55 | Β. πῶς; Α. ἔστιν αὑτοῖς ἃ διὰ τεττάρων ἔχει κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν. ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα, καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω· ἐνίοτε δ’ ἀφεστὼς παρακελεύομαι, πόθεν | |
60 | ἅπτει; τί τούτῳ μιγνύειν μέλλεις; ὅρα, διάφωνον ἕλκεις· οὐχ ὑπερβήσει σοφόν; Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονήν, ἐμασᾶτ’ ἐπιμελῶς, εἶδε τἀγαθὸν μόνος ἐκεῖνος οἷόν ἐστιν· οἱ δ’ ἐν τῇ στοᾷ | |
65 | ζητοῦσι συνεχῶς οἷόν ἐστ’ οὐκ εἰδότες. οὐκοῦν ὅ γ’ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ, οὐδ’ ἂν ἑτέρῳ δοίησαν. Β. οὕτω συνδοκεῖ· | |
ἀφῶμεν οὖν τὰ λοιπά. δῆλα δὴ πάλαι. | 532 | |
Eiftit | EX INCERTA FABULA. | |
Eif1 | Νεανίας τις ἐσφαίριζεν εἷς ἐτῶν ἴσως . . ἑπτακαίδεκα, Κῷος· θεοὺς γὰρ φαίνεθ’ ἡ νῆσος φέρειν. ὃς ἐπεί ποτ’ ἐμβλέψειε τοῖς καθημένοις, | |
5 | ἢ λαμβάνων τὴν σφαῖραν ἢ διδούς, ἅμα πάντες ἐβοῶμεν . . . . . ἥ τ’ εὐρυθμία τό τ’ ἦθος ἡ τάξις θ’ ὅση ἐν τῷ τι πράττειν ἢ λέγειν ἐφαίνετο. πέρας τι κάλλους, ἄνδρες. οὔτ’ ἀκήκοα | |
10 | ἔμπροσθεν οὔθ’ ἑόρακα τοιαύτην χάριν. κακὸν ἄν τι μεῖζον ἔλαβον, εἰ πλείω χρόνον | |
ἔμεινα· καὶ νῦν δ’ οὐχ ὑγιαίνειν μοι δοκῶ. | 536 |