TLG 0438 001 :: DAMOXENUS :: Fragmenta

DAMOXENUS Comic.
(4/3 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 348–351, 353.

frr. 1–3

Citation: Fragment — (line)

tit 1

ΑΥΤΟΝ ΠΕΝΘΩΝ

1

εἰ δ’ οὐχ ἱκανόν σοι, τὸν ἐλέφανθ’ ἥκει φέρων ὁ παῖς. Β. τί δ’ ἐστὶ τοῦτο, πρὸς θεῶν; Α. ῥυτὸν δίκρουνον, ἡλίκον τι τρεῖς χωρεῖν χόας, Ἄλκωνος ἔργον. προὔπιεν δέ μοί ποτε
5ἐν Κυψέλοις Ἀδαῖος.348

tit 2

ΣΥΝΤΡΟΦΟΙ

2

Ἐπικούρου δέ με ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ’ ᾧ ἐν δύ’ ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα τάλαντ’ ἐγώ σοι κατεπύκνωσα τέτταρα.
5Β. τοῦτο δὲ τί ἐστιν; εἰπέ μοι. Α. καθήγισα. μάγειρος ἦν κἀκεῖνος, ὦ γῆ καὶ θεοί. Β. ποῖος μάγειρος; Α. ἡ φύσις πάσης τέχνης ἀρχέγονόν ἐστ’. Β. ἀρχέγονον, ὦλιτήριε; Α. οὐκ ἔστιν οὐδὲν τοῦ πονεῖν σοφώτερον,
10πᾶν εὐχερές τε πρᾶγμα τοῦ λόγου τριβὴν ἔχοντι τούτου· πολλὰ γὰρ συμβάλλεται. διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα, μᾶλλον δὲ κατέχοντα [καταγέλα ὡς κενοῦ]
15καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες ὡς ἐκ διατριβῆς. τοῦτο δεῖ γὰρ εἰδέναι, τίν’ ἔχει διαφορὰν πρῶτον, ὦ βέλτιστε σύ, γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει, πάλιν ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι
20ἰχθὺς ὑπὸ τροπάς τ’ ἐστὶ χρησιμώτατος. αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις κακὸν ἠλίβατόν ἐστ’ ἀνθρώποις ἀλλοιώματα ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις; τὸ δὲ ληφθὲν καθ’ ὥραν ἀποδίδωσι τὴν χάριν.
25τίς παρακολουθεῖ δ’ αὐτά; τοιγαροῦν στρόφοι
καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον ἀσχημονεῖν ποιοῦσι. παρὰ δ’ ἐμοὶ τρέφει τὸ προσφερόμενον βρῶμα, καὶ λεπτύνεται ὀρθῶς τε διαπνεῖ. τοιγαροῦν εἰς τοὺς πόρους349
30ὁ χυμὸς ὁμαλῶς πανταχοῦ συνίσταται. χυμός, λέγει Δημόκριτος, οὐδὲν πρᾶγμα τὰ γινόμενα ποιεῖ τὸν φαγόντ’ ἀρθριτικόν. Β. καὶ τῆς ἰατρικῆς τι μετέχειν μοι δοκεῖς. Α. καὶ πᾶς ὁ φύσεως ἐντός. ἡ δ’ ἀπειρία
35τῶν νῦν μαγείρων κατανόει, πρὸς τῶν θεῶν, οἵα ’στίν. ἅλμην ὅταν ἴδῃς ἐξ ἰχθύων ὑπεναντίων αὑτοῖσι ποιοῦντας μίαν καὶ σήσαμ’ ὑποτρίβοντας εἰς ταύτην, λαβὼν ἕκαστον αὐτῶν κατὰ μέρος προσπαρδέτω.
40Β. ὥς μοι κέχρησαι. Α. τί γὰρ ἂν εὖ γένοιτ’ ἔτι, τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης καὶ συμπλεκομένης οὐχὶ συμφώνους ἁφάς; τὸ ταῦτα διορᾶν ἐστιν ἐμψύχου τέχνης, οὐ τὸ διανίζειν λοπάδας οὐδ’ ὄζειν καπνοῦ.
45ἐγὼ γὰρ εἰς τοὐπτάνιον οὐκ εἰσέρχομαι. Β. ἀλλὰ τί; Α. θεωρῶ πλησίον καθήμενος, πονοῦσιν ἕτεροι δ’, οἷς λέγω τὰς αἰτίας καὶ τἀποβαῖνον· ὀξὺ τὸ περίκομμ’, ἄνες. Β. ἁρμονικὸς εἶ μάγειρος. Α. ἐπίτεινον τὸ πῦρ.

2

(50)

ὁμαλιζέτω τοῖς τάχεσιν· ἡ πρώτη λοπὰς ζεῖ ταῖς ἐφεξῆς οὐχὶ συμφώνως. νοεῖς τὸν τύπον; Β. Ἄπολλον, μέγα τι φαίνεθ’ ἡ τέχνη. Α. εἶτ’ οὐδὲν εἰκῆ παρατίθημι, μανθάνεις; βρῶμ’, ἀλλὰ μείξας πάντα κατὰ συμφωνίαν.
55Β. πῶς; Α. ἔστιν αὑτοῖς ἃ διὰ τεττάρων ἔχει κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν. ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω· ἐνίοτ’ ἐφεστὼς παρακελεύομαι· πόθεν
60ἅπτει; τί τούτῳ μιγνύειν μέλλεις; ὅρα, διάφωνον ἕλκεις· οὐχ ὑπερβήσει σοφόν; Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονήν,
ἐμασᾶτ’ ἐπιμελῶς, εἶδε τἀγαθὸν μόνος ἐκεῖνος οἷόν ἐστιν· οἱ δ’ ἐν τῇ στοᾷ350
65ζητοῦσι συνεχῶς οἷόν ἐστ’ οὐκ εἰδότες. οὐκοῦν ὅ γ’ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ, οὐδ’ ἂν ἑτέρῳ δοίησαν. Β. οὕτω συνδοκεῖ.
ἀφῶμεν οὖν τὰ λοιπά. δῆλα δὴ πάλαι.351

tit 3

ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ

3

νεανίας τις ἐσφαίριζεν εἷς ἐτῶν ἴσως . . . ἑπτακαίδεκα, Κῷος· θεοὺς γὰρ φαίνεθ’ ἡ νῆσος φέρειν. ὃς ἐπεί ποτ’ ἐμβλέψειε τοῖς καθημένοις,
5ἢ λαμβάνων τὴν σφαῖραν ἢ διδούς, ἅμα πάντες ἐβοῶμεν . . . . . . . ἡ δ’ εὐρυθμία τό τ’ ἦθος ἡ τάξις θ’ ὅση ἐν τῷ τι πράττειν ἢ λέγειν ἐφαίνετο. πέρας ἐστὶ κάλλους, ἄνδρες. οὔτ’ ἀκήκοα
10ἔμπροσθεν οὔθ’ ἑόρακα τοιαύτην χάριν. κακὸν ἄν τι μεῖζον ἔλαβον, εἰ πλείω χρόνον
ἔμεινα· καὶ νῦν δ’ οὐχ ὑγιαίνειν μοι δοκῶ.353