TLG 0437 002 :: CROBYLUS :: Fragmenta

CROBYLUS Comic.
(4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 4. Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 565–569.

Citation: Play — fragment — (line)

Apa

tit

ΑΠΑΓΧΟΜΕΝΟΣ.

Apa

1

Παράσιτον αὐτόσιτον· αὑτὸν γοῦν τρέφων τὰ πλεῖστα συνερανιστὸς εἶ τῷ δεσπότῃ.

Apa

2

Καὶ σκάφην λαβών τινα
τῶν ἐσχαριτῶν τῶν καθαρῶν.565

Apo

tit

ΑΠΟΛΙΠΟΥΣΑ.

Apo

1

Πάλιν ἡ τοῦ βίου ὑγρότης με τοῦ σοῦ τέθαφε· τὴν ἀσωτίαν ὑγρότητα γὰρ νῦν προσαγορεύουσιν τινές.

Apo

2

Τὸ γὰρ ἐνδελεχῶς μεθύειν τίν’ ἡδονὴν ἔχει, ἀποστεροῦντα ζῶνθ’ ἑαυτὸν τοῦ φρονεῖν,
ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις;566

Pseu

tit

ΨΕΥΔΥΠΟΒΟΛΙΜΑΙΟΣ.

Pseu

1

Λάχης. Β. ἐγὼ δὲ πρὸς σέ. Α. πρόαγε. Β. ποῖ; Α. ὅποι μ’ ἐρωτᾶς; ὡς Φιλουμένην, παρ’ ᾗ τἀπιδόσιμ’ ἡμῖν ἐστιν, ἧς ἐχθὲς πιεῖν κυάθους ἕκαστον ἐβιάσω σὺ δώδεκα.

Pseu

2

Καὶ πλεκτάνην στιφρὰν σφόδρ’, ἐν τούτοις τέ που
αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου.567

Pseu

3

Εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος· ταύτης μὰ τὸν Δί’ οὐχὶ κατέλιπον δ’ ἐγώ οὐδέν.

Eif

tit

EX INCERTIS FABULIS.

Eif

1

Ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ’ ὑπερβολῇ τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω, καὶ τὸν λάρυγγ’ ἥδιστα πυριῶ τεμαχίοις.
Β. κάμινος, οὐκ ἄνθρωπος.568

Eif

2

Χλωρὸν ἐρέβινθόν τινα ἐκοττάβιζον κενὸν ὅλως. Β. τράγημα δέ ἔστιν πιθήκου τοῦτο δήπου δυστυχοῦς.

Eif

3

Τὸν πλακοῦντα κόμμιδι,
οὐ μέλιτι, διεκόσμει.569