TLG 0437 001 :: CROBYLUS :: Fragmenta

CROBYLUS Comic.
(4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 379–382.

frr. 1–10

Citation: Fragment — (line)

tit 1-2

ΑΠΑΓΧΟΜΕΝΟΣ

1

παράσιτον αὐτόσιτον· αὑτὸν γοῦν τρέφων τὰ πλεῖστα συνερανιστὸς εἶ τῷ δεσπότῃ.

2

καὶ σκάφην λαβών τινα
τῶν ἐσχαριτῶν τῶν καθαρῶν379

tit 3-4

ΑΠΟΛΕΙΠΟΥΣΑ

3

τὸ γὰρ ἐνδελεχῶς μεθύειν τίν’ ἡδονὴν ἔχει, ἀποστεροῦντα ζῶνθ’ ἑαυτὸν τοῦ φρονεῖν, ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις;

4

πάλιν ἡ τοῦ βίου ὑγρότης με τοῦ σοῦ τέθαιφε· τὴν ἀσωτίαν ὑγρότητα γὰρ νῦν προσαγορεύουσίν τινες.

tit 5-7

ΨΕΥΔΥΠΟΒΟΛΙΜΑΙΟΣ

5

Λάχης. Β. ἐγὼ δὲ πρὸς σέ. Α. πρόαγε. Β. ποῖ; Α. ὅποι μ’ ἐρωτᾷς; ὡς Φιλουμένην, παρ’ ᾗ τἀπιδόσιμ’ ἡμῖν ἐστιν, ἧς ἐχθὲς πιεῖν κυάθους ἕκαστον ἐβιάσω σὺ δώδεκα.

6

εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος· ταύτης μὰ τὸν Δί’ οὐχὶ κατέλιπον δ’ ἐγὼ
οὐδέν.380

7

καὶ πλεκτάνην στιφρὰν σφόδρ’, ἐν τούτοις τέ που αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου.

tit 8-11

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

8

ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ’ ὑπερβολῇ τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω, καὶ τὸν λάρυγγ’ ἥδιστα πυριῶ τεμαχίοις. Β. κάμινος, οὐκ ἄνθρωπος.

9

χλωρὸν ἐρέβινθόν τινα ἐκοττάβιζον κενὸν ὅλως. Β. τράγημα δὲ
ἔστιν πιθήκου τοῦτο δήπου δυστυχοῦς.381

10

τὸν πλακοῦντα κόμμιδι,
οὐ μέλιτι διεκόσμει.382