TLG 0435 002 :: CRATINUS Junior :: Fragmenta CRATINUS Junior Comic. Fragmenta Citation: Play — fragment — (line) | ||
Gigtit | ΓΙΓΑΝΤΕΣ. | |
Gig1 | Ἐνθυμεῖσθε τῆς γῆς ὡς γλυκύ ὄζει, καπνός τ’ ἐξέρχετ’ εὐωδέστερος; οἰκεῖ τις ὡς ἔοικεν ἐν τῷ χάσματι λιβανωτοπώλης ἢ μάγειρος Σικελικός. | |
5 | [παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν γλυκύς.] | 374 |
---|---|---|
Gig2 | Ὡς σφοδρῶς Αἰγυπτιώδης, Σωχάρης, Πααμύλης. | |
Thetit | ΘΗΡΑΜΕΝΗΣ. | |
Omphtit | ΟΜΦΑΛΗ. | |
Omph1 | Πίνειν μένοντα τὸν καλῶς εὐδαίμονα | |
κρεῖττον· μάχαι δ’ ἄλλοισι καὶ πόνοι μέλοι. | 375 | |
Omph2 | Ὑμεῖς δ’ ἐὰν ἱππίσκον ἢ τρίμιτον ἔχητε. | |
Pythtit | ΠΥΘΑΓΟΡΙΖΟΥΣΑ. | |
Tartit | ΤΑΡΑΝΤΙΝΟΙ. | |
Tar1 | Ἔθος ἐστὶν αὐτοῖς, ἄν τιν’ ἰδιώτην ποθέν λάβωσιν εἰσελθόντα, διαπειρώμενον τῆς τῶν λόγων ῥώμης, ταράττειν καὶ κυκᾶν τοῖς ἀντιθέτοις, τοῖς πέρασι, τοῖς παρισώμασιν, | |
5 | τοῖς ἀποπλάνοις, τοῖς μεγέθεσιν νουβυστικῶς. | 376 |
Tittit | ΤΙΤΑΝΕΣ. | |
Tit1 | Κόρυδον τὸν χαλκοτύπον πεφύλαξο, ἢν μὴ σοὶ νομιεῖς αὐτὸν μηδὲν καταλείψειν, μηδ’ ὄψον κοινῇ μετὰ τούτου πώποτε δαίσῃ τοῦ Κορύδου· προλέγω σοι· ἔχει γὰρ χεῖρα κραταιάν, | |
5 | χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ. | |
Cheitit | ΧΕΙΡΩΝ. | |
Chei1 | Πολλοστῷ δ’ ἔτει ἐκ τῶν πολεμίων οἴκαδ’ ἥκων, ξυγγενεῖς καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις, εἰς τὸ κυλικεῖον ἐνεγράφην· Ζεὺς ἔστι μοι | |
5 | ἑρκεῖος, ἔστι φράτριος, τὰ τέλη τελῶ. | 377 |
Pseutit | ΨΕΥΔΥΠΟΒΟΛΙΜΑΙΟΣ. | |
Pseu1 | Ἄνθρωπος εἶ δηλονότι καὶ ψυχὴν ἔχεις; Β. κατὰ μὲν Πλάτων’ οὐκ οἶδ’, ὑπονοῶ δ’ ὧδ’ ἔχειν. | |
Eiftit | EX INCERTIS FABULIS. | |
Eif1 | Εἰς ἐγγύας τρεῖς εἰσπεσὼν ἀνῃρέθην. | |
Β. οὔπω τότ’ ἐν Δελφοῖσιν ἦν τὰ γράμματα τὴν ἐγγύην ἄτην λέγοντ’; Α. ἦν· ἀλλ’ ἐγώ φιλέταιρον εἶχον ἦθος. | 378 | |
Eif2 | Καρῖδας ἡ ζὰψ ἐκφέρει κἰχθύδια. | |
Eif3 | Παρ’ Ἀρχεφῶντος ἡδυπότια δώδεκα. | 379 |