TLG 0435 001 :: CRATINUS Junior :: Fragmenta CRATINUS Junior Comic. Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 289–293. frr. 1–2, 4–5, 7–14 + titulus Citation: Fragment — (line) | ||
tit,ante 1 | ΒΟΥΣΙΡΙΣ | |
tit 1-2 | ΓΙΓΑΝΤΕΣ | |
1 | ἐνθυμεῖ δὲ τῆς γῆς ὡς γλυκὺ ὄζει, καπνός τ’ ἐξέρχετ’ εὐωδέστερος; οἰκεῖ τις ὡς ἔοικεν ἐν τῷ χάσματι λιβανωτοπώλης ἢ μάγειρος Σικελικός. | |
5 | [παραπλησίαν ὀσμὴν λέγεις ἀμφοῖν γλυκύς.] | |
---|---|---|
2 | ὡς σφόδρ’ εἴς’ Αἰγυπτιώδεις· Σωχάρης, Πααμύλης. | |
tit 3 | ΘΗΡΑΜΕΝΗΣ | 289 |
tit 4-5 | ΟΜΦΑΛΗ | |
4 | πίνειν μένοντα τὸν καλῶς εὐδαίμονα κρεῖττον· μάχαι δ’ ἄλλοισι καὶ πόνοι μέλοι. | |
5 | ὑμεῖς δ’ ἐὰν ἱππίσκον ἢ τρίμιτον ἔχητε | |
tit 6 | ΠΥΘΑΓΟΡΙΖΟΥΣΑ | |
tit 7 | ΤΑΡΑΝΤΙΝΟΙ | 290 |
7 | ἔθος ἐστὶν αὐτοῖς, ἄν τιν’ ἰδιώτην ποθὲν λάβωσιν εἰσελθόντα, διαπειρώμενον τῆς τῶν λόγων ῥώμης ταράττειν καὶ κυκᾶν τοῖς ἀντιθέτοις, τοῖς πέρασι, τοῖς παρισώμασιν, | |
5 | τοῖς ἀποπλάνοις, τοῖς μεγέθεσιν νουβυστικῶς. | |
tit 8 | ΤΙΤΑΝΕΣ | |
8 | Κόρυδον τὸν χαλκοτύπον πεφύλαξο, ἢν μή σοι νομιεῖς αὐτὸν μηδὲν καταλείψειν, μηδ’ ὄψον κοινῇ μετὰ τούτου πώποτε δαίσῃ τοῦ Κορύδου· προλέγω σοι· ἔχει γὰρ χεῖρα κραταιάν, | |
5 | χαλκῆν, ἀκάματον, πολὺ κρείττω τοῦ πυρὸς αὐτοῦ. | |
tit 9 | ΧΕΙΡΩΝ | |
9 | πολλοστῷ δ’ ἔτει | |
ἐκ τῶν πολεμίων οἴκαδ’ ἥκων, ξυγγενεῖς καὶ φράτερας καὶ δημότας εὑρὼν μόλις, εἰς τὸ κυλικεῖον ἐνεγράφην· Ζεὺς ἔστι μοι | 291 | |
5 | ἑρκεῖος, ἔστι φράτριος, τὰ τέλη τελῶ. | |
tit 10-11 | ΨΕΥΔΥΠΟΒΟΛΙΜΑΙΟΣ | |
10 | ἄνθρωπος εἶ δηλονότι καὶ ψυχὴν ἔχεις; Β. κατὰ μὲν Πλάτων’ οὐκ οἶδ’, ὑπονοῶ δ’ ὧδ’ ἔχειν. | |
11 | βυβλιοθήκη | |
tit 12-14 | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | |
12 | εἰς ἐγγύας τρεῖς εἰσπεσὼν ἀνῃρέθην. Β. οὔπω τότ’ ἐν Δελφοῖσιν ἦν τὰ γράμματα τὴν ἐγγύην ἄτην λέγοντ’; Α. ἦν· ἀλλ’ ἐγὼ φιλέταιρον εἶχον ἦθος. | 292 |
13 | καρῖδας ἡ ζὰψ ἐκφέρει κἰχθύδια. | |
14 | παρ’ Ἀρχεφῶντος ἡδυπότιδας δώδεκα | 293 |