TLG 0434 002 :: CRATINUS :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Archtit | ΑΡΧΙΛΟΧΟΙ. | |
Arch1 | Κἀγὼ γὰρ ἤυχουν Μητρόβιος ὁ γραμματεύς σὺν ἀνδρὶ θείῳ καὶ φιλοξενωτάτῳ καὶ πάντ’ ἀρίστῳ τῶν Πανελλήνων πρόμῳ Κίμωνι, λιπαρὸν γῆρας εὐωχούμενος | |
5 | αἰῶνα πάντα συνδιατρίψειν· ὁ δὲ λιπών | |
---|---|---|
βέβηκε πρότερος. | 15 | |
Arch2 | Οἷον σοφιστῶν σμῆνος ἀνεδιφήσατε. | 16 |
Arch3 | Εἶδες τὴν Θασίαν ἅλμην οἷ’ ἄττα βαΰζει; ὡς εὖ καὶ ταχέως ἀπετίσατο καὶ παραχρῆμα. | |
οὐ μέντοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι. | 17 | |
Arch4 | Ἔνθα Διὸς μεγάλου θᾶκος πεσσοί τε καλοῦνται. | 18 |
Arch5 | Ἡ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη. | 19 |
Arch6 | Δωδωναίῳ κυνὶ βωλοκόπῳ τίτθη γεράνῳ προσεοικώς. | |
Arch7 | Ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις. | |
Arch8 | Ὠμολίνοις κόμη βρύους’, ἀτιμίας πλέως. | 20 |
Arch9 | Ἐρασμονίδη Βάθιππε τῶν ἀωρολείων. | 22 |
Bouktit | ΒΟΥΚΟΛΟΙ. | 26 |
Bouk2 | Ὃς οὐκ ἔδωκ’ αἰτοῦντι Σοφοκλέει χορόν, τῷ Κλεομάχῳ δ’, ὃν οὐκ ἂν ἠξίουν ἐγώ | |
ἐμοὶ διδάσκειν οὐδ’ ἂν εἰς Ἀδώνια. | 27 | |
Bouk3 | Καὶ πρὸς τὸν οὐρανὸν σκιαμαχῶν * * * | |
* * * * * ἀποκτίννυσι ταῖς ἀπειλαῖς. | 29 | |
Bouk4 | Ἐν Καρὶ τὸν κίνδυνον ἐν ἐμοὶ δὴ δοκεῖ | |
πρώτῳ πειρᾶσθαι. | 30 | |
Boustit | ΒΟΥΣΙΡΙΣ. | |
Bous1 | Ὁ βοῦς ἐκεῖνος χἠ μαγὶς καὶ τἄλφιτα. | |
Deltit | ΔΗΛΙΑΔΕΣ. | |
Del1 | Τούτοισι δ’ ὄπισθεν ἴτω φέρων δίφρον Λυκοῦργος | |
ἔχων καλάσιριν. | 31 | |
Del3-4 | Ἵνα σιωπῇ τῆς τέχνης ῥάζωσι τὸν λοιπὸν χρόνον. | |
Ἔρραζε πρὸς τὴν γῆν, ὁ δ’ ἠσκάριζε κἀπέπαρδεν. | 33 | |
Del5 | Ὑπερβορέους αἴθρια τιμῶντας στέφη. | 34 |
Del6 | Ἐτήσιοι γὰρ πρόσιτ’ ἀεὶ πρὸς τὴν τέχνην. | |
Del7 | Τῷ δ’ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως. | |
Del8-9 | Εἴ τις δ’ ὑμῶν κάλλει προκριθῇ. | |
Πρὶν παροῦσα διδάσκῃ. | 35 | |
Didtit | ΔΙΔΑΣΚΑΛΙΑΙ. | |
Did1 | Ὅτε σὺ τοὺς καλοὺς θριάμβους ἀναρύτους’ ἀπηχθάνου. | 36 |
Diotit | ΔΙΟΝΥΣΑΛΕΞΑΝΔΡΟΣ. | |
Dio1 | Στολὴν δὲ δὴ τίν’ εἶχε; τοῦτό μοι φράσον. | |
Β. Θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον. | 37 | |
Dio2 | Ἔνεισι δ’ ἐνταυθοῖ μάχαιραι κουρίδες, αἷς κείρομεν τὰ πρόβατα καὶ τοὺς ποιμένας. | |
Dio3 | Οὐ γάρ τοι σύγε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον | |
1 | ἄνηστις. | 38 |
Dio4 | Τῶν βδελλολαρύγγων ἀνεπαγγέλτων αὐτῷ φοιτήσας ἐπὶ | |
1 | δεῖπνον. | 39 |
Dio5 | Ὁ δ’ ἠλίθιος ὥσπερ πρόβατον βῆ βῆ λέγων βαδίζει. | 40 |
Dio6 | Οὐκ ἀλλὰ βόλιτα χλωρὰ κᾠσπώτην πατεῖν. | |
Dio7 | Ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς. | |
Dio8 | Νακότιλτος ὡσπερεὶ κωδάριον ἐφαινόμην. | 41 |
Dio9 | Παραστάδας καὶ πρόθυρα βούλει ποικίλα. | |
Dratit | ΔΡΑΠΕΤΙΔΕΣ. | 42 |
Dra1-2 | Λάμπωνα, τὸν οὐ βροτῶν ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν. | |
2 | * * * νῦν δ’ αὖθις ἐρυγγάνει· | |
βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλῃ δὲ κἂν μάχοιτο. | 43 | |
Dra3 | Πανδιονίδα πόλεως βασιλεῦ τῆς ἐριβώλακος, οἶσθ’ ἣν λέγομεν, | |
καὶ κύνα καὶ πόλιν ἣν παίζουσιν. | 44 | |
Dra4 | Φέρε νῦν σοι ἐξ αἰθρίας καταπυγοσύνην μυὸς ἀστράψω Ξενοφῶντος. | |
Dra5 | Τοὺς ὧδε μόνον στασιάζοντας καὶ βουλομένους τινὰς εἶναι. | 46 |
Dra6 | Ποδαπὰς ὑμᾶς εἶναι φάσκων, ὦ μείρακες, οὐκ ἂν ἁμάρτοιν; | 47 |
Dra7 | Οἱ δὲ πυππάζουσι περιτρέχοντες, ὁ δ’ ὄνος ὕεται. | |
Dra8 | Τὸν Κερκύονά θ’ ἕωθεν ἀποπατοῦντ’ ἐπὶ | |
τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα. | 48 | |
Dra9 | Δέχεσθε φιάλας τάσδε βαλανειομφάλους. | 49 |
Dra10 | Οὗτος, καθεύδεις; Β. οὐκ ἀναστήσεις βοῶν. | 51 |
Emptit | ΕΜΠΙΠΡΑΜΕΝΟΙ Η ΙΔΑΙΟΙ. | 53 |
Euntit | ΕΥΝΕΙΔΑΙ. | |
Eun1 | Ἥβης ἐκείνης νοῦ τ’ ἐκείνου καὶ φρενῶν. | 56 |
Eun2-3 | Δωροῖ συκοπέδιλε. | |
Τέκτονες εὐπαλάμων ὕμνων. | 57 | |
Eun6 | Ἐπίσχες αὐτοῦ, μὴ πέρα προβῇς λόγου. | 60 |
Thrtit | ΘΡΑιΤΤΑΙ. | |
Thr1 | Ὁ σχινοκέφαλος Ζεὺς ὁδὶ προσέρχεται ὁ Περικλέης, τᾠδεῖον ἐπὶ τοῦ κρανίου | |
ἔχων, ἐπειδὴ τοὔστρακον παροίχεται. | 61 | |
Thr2 | Πανὶ κακὸν δεῦρο μαστάω τινὰ ποτὲ χαλκοῦν ἢ ξύλινον καὶ χρύσεον προσῆν. οὐδαμῶς ξύλινος ἐκεῖνος * * * * ἀλλὰ χαλκοῦς ὢν ἀπέδρα. πότερα Δαιδάλειος ἦν; | |
5 | ἤ τις ἔκλεψεν αὐτόν; | 62 |
Thr3 | Ὅτι τοὺς κόρακας τἀξ Αἰγύπτου χρυσία κλέπτοντας | |
1 | ἔπαυσεν. | |
Thr4 | Ἐς τὸν καλιόν, ἢν τύχῃ, καθείργνυται. | 63 |
Thr6 | Τὴν πέρυσι βουλὴν ἐφεστώς. | 64 |
Kletit | ΚΛΕΟΒΟΥΛΙΝΑΙ. | 67 |
Kle1 | — —Ἀκέστορα γὰρ ὅμως εἰκὸς λαβεῖν | |
πληγάς, ἐὰν μὴ συστρέφῃ τὰ πράγματα. | 68 | |
Kle2 | Ἐπέδωκε βαλάνων ἄβακα τῶν ἐκ Φελλέως. | |
Kle3 | Ἔστιν ἄκμων καὶ σφῦρα νεανίᾳ εὔτριχι πώλῳ. | |
Kle4 | Ἐκβάλλοντες τῆς αἴθης πέπλους. | 69 |
Laktit | ΛΑΚΩΝΕΣ. | |
Lak1 | Φοβερὸν ἀνθρώποις τόδ’ αὖ κταμένοις ἐπ’ αἰζηοῖσι καυχᾶσθαι μέγα. | |
Maltit | ΜΑΛΘΑΚΟΙ. | |
Mal1 | Παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι, λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις, ἴοις, καὶ σισυμβρίοις, ἀνεμωνῶν κάλυξί τ’ ἠριναῖς, | |
ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλιχρύσου κλάδοις, | 72 | |
5 | οἰνάνθῃσιν, ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ, ἀνθρύσκου φόβῃ, * * * * * τῷ τ’ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι, | |
καὶ δὴ κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται. | 73 | |
Mal2 | Τίς ἄρ’ ἐρῶντά μ’ οἶδεν, ὦ Γνήσιππ’, ἐγὼ πολλῇ χολῇ. | |
οἴομαι γὰρ μηδὲν οὕτως μῶρον εἶναι καὶ κενόν. | 74 | |
Mal4 | Ἀμοργὸν ἔνδον βρυτίνην νήθειν τινά. | 75 |
Mal5 | Λευκοὺς ὑπὸ ποσσὶν ἔχων πίλους. | 77 |
Nemtit | ΝΕΜΕΣΙΣ. | |
Nem1 | Ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν. | 80 |
Nem2 | Λήδα, σὸν ἔργον· δεῖ ς’ ὅπως εὐσχήμονος ἀλεκτρυόνος μηδὲν διοίσεις τοὺς τρόπους, ἐπὶ τῷδ’ ἐπώζους’, ὡς ἂν ἐκλέψῃς καλόν ἡμῖν τι καὶ θαυμαστὸν ἐκ τοῦδ’ ὄρνεον. | |
Nem3-4 | Τἄλλα πάντ’ ὀρνίθια. Ὄρνιθα φοινικόπτερον. | |
Nem5 | Ὥς τ’ οὖν ἐσθίων τοῖς σιτίοις ἥδομαι. ἅπαντα δ’ εἶναί μοι δοκεῖ ῥοδωνιά, | |
καὶ μῆλα καὶ σέλινα καὶ σισύμβρια. | 82 | |
Nem7 | Ψύρα τε τὴν Σπάρτην ἄγεις. | |
Nem8 | Ἐν τῷ κύφωνι τὸν αὐχέν’ ἔχων. | |
Nem9 | Σπάρτην λέγω γε σπαρτίδα τὴν σπάρτινον. | 84 |
Nem10 | Μόλ’ ὦ Ζεῦ ξένιε καὶ μακάριε. | 85 |
Nomtit | ΝΟΜΟΙ. | |
Nom1 | Ἀλλὰ μὰ Δί’ οὐκ οἶδ’ ἔγωγε γράμματ’ οὐδ’ ἐπίσταμαι, | |
ἀλλ’ ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶς. | 86 | |
Nom2 | Νῦν γὰρ δή σοι πάρα μὲν θεσμοί τῶν ἡμετέρων, πάρα δ’ ἄλλ’ ὅ τι χρῆς. | |
Nom3 | Ὑμῶν εἷς μὲν ἕκαστος ἀλώπηξ δωροδοκεῖται. | 87 |
Nom4 | Τυρῷ καὶ μίνθῃ παραλεξάμενος καὶ ἐλαίῳ. | |
Nom5 | Ἦ πρεσβῦται πάνυ γηραλέοι σκήπτροισιν ἄκασκα προ‐ | |
1 | βῶντες. | 88 |
Nom6 | Οὐκ ἀπερρήσεις σὺ θᾶττον; ἀποτιλῶ σε τήμερον. | 89 |
Nom7 | Χρυσίδι σπένδων γέγραφε τοῖς ὄφεσι πιεῖν διδούς. | |
Nom8 | Καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας. | 90 |
Nom11 | Ὁ δὲ Ζεὺς ὀσταφίσιν ὕσει τάχα. | 92 |
Odytit | ΟΔΥΣΣΗΣ. | 93 |
Ody1-2 | Τίνες αὖ πόντον κατέχους’ αὖραι; νέφος οὐράνιον τόδ’ | |
1 | ὁρῶμαι. | |
1 | * * * * Ὡς ἂν μᾶλλον τοῖς πηδαλίοις ἡ ναῦς ἡμῶν πειθαρχῇ. | |
Ody3 | Ἐπ’ ἀριστέρ’ ἀεὶ τὴν ἄρκτον ἔχων λάμπουσαν ἕως ἂν | |
1 | ἐφεύρῃς. | 94 |
Ody4 | Ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν, [πῦον δαινύμενοι, κἀμπιπλάμενοι πυριάτῃ.] | |
Ody5 | Ἀνθ’ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους φρύξας, ἑψήσας, κἀπ’ ἀνθρακιᾶς ὀπτήσας εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ’ ἐς σκοροδάλμην χλιαρὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων | |
5 | ὑμῶν φαίνηται, κατατρώξομαι ὦ στρατιῶται. | 95 |
Ody6 | Τῆ νῦν τόδε πῖθι λαβὼν ἤδη, καὶ τοὔνομά μ’ εὐθὺς | |
1 | ἐρώτα. | 96 |
Ody7 | Οὔπω ’́πιον τοσοῦτον οὐδὲ πίομαι μάρωνα. | |
Ody8 | Πώποτ’ εἶδές μοι τὸν ἄνδρα παῖδα Λαέρτα φίλον; | |
Β. ἐν Πάρῳ σικυὸν μέγιστον σπερματίαν ὠνούμενον. | 97 | |
Ody9 | Οὐκ ἰδίᾳ τάδ’ οὐκετόνθοι τἀπὶ Χαριξένης. | 98 |
Ody10 | Οἱ δ’ ἀλυσκάζουσιν ἐπὶ ταῖς κλινίσιν. | |
Ody11 | Τέμαχος ὀρφὼ χλιαρόν. | 99 |
Ody15 | Σιγάν νυν ἅπας ἔχε σιγάν καὶ πάντα λόγον τάχα πεύσει· ἡμῖν δ’ Ἰθάκη πατρίς ἐστιν, | |
πλέομεν δ’ ἅμ’ Ὀδυσσέϊ θείῳ. | 100 | |
Ody16 | Νεοχμόν τι παρῆχθαι ἄθυρμα. | 101 |
Pantit | ΠΑΝΟΠΤΑΙ. | |
Pan2 | Κρανία δισσὰ φορεῖν, ὀφθαλμοὶ δ’ οὐκ ἀριθμητοί. | 102 |
Pan3 | Ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσιν. | 103 |
Pan4 | Ἀριστόδημος ὣς ἀσχημονῶν, | |
ἐν τοῖς Κιμωνίοις ἀνὴρ ἐρειπίοις. | 104 | |
Pan5 | Μισεῖς γὰρ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπῃ νῦν. | 105 |
Ploutit | ΠΛΟΥΤΟΙ. | |
Plou1 | Ἆρ’ ἀληθῶς τοῖς ξένοισιν ἔστιν, ὡς λέγους’, ἐκεῖ πᾶσι τοῖς ἐλθοῦσιν ἐν τῇ κοπίδι θοινᾶσθαι καλῶς; ἐν δὲ ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι | |
κατακρέμανται, τοῖσι πρεσβύταισιν ἀποδάκνειν ὀδάξ; | 107 | |
Plou2 | Οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν, ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δ’ ἐν ταῖσι παλαί‐ | |
2 | στραις | |
Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς, βώλοις τε κομῶσαι. | 108 | |
Plou3 | Ἐγὼ γάρ εἰμι θυννὶς ἢ μελαίνας ἢ καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων. | |
Plou4 | Περὶ σιαγόνος βοείας μαχόμενος. | |
Plou5 | Ἄρξει γὰρ αὐτοῖς διποδία καλῶς. | 109 |
Plou6 | Αὐτόματα τοῖσι θεὸς ἀνίει τἀγαθά. | |
Plou7 | Μὴ ξυντυχίᾳ βαρυνόμενοι. | 110 |
Pyltit | ΠΥΛΑΙΑ. | |
Pyl1 | Οἱ δ’ αὖθ’ ἡμεῖς, ὡς ὁ παλαιὸς λόγος, αὐτομάτους ἀγαθοὺς ἰέναι | |
κομψῶν ἐπὶ δαῖτα θεατῶν. | 111 | |
Pyl3 | Ἄνδρας σοφοὺς χρὴ τὸ παρὸν πρᾶγμα καλῶς εἰς δύνα‐ μιν τίθεσθαι. | |
Pyl4 | Ἧι Διονυσίοις ἀκύλοις παίζους’ ἀνέμενοι τρόπα. | 113 |
Pyttit | ΠΥΤΙΝΗ. | |
Pyt1 | Ἀλλ’ ἐπανατρέψαι βούλομαι εἰς τὸν λόγον. πρότερον ἐκεῖνος πρὸς ἑτέραν γυναῖκ’ ἔχων τὸν νοῦν, κακὰς εἴποι πρὸς ἑτέραν· ἀλλ’ ἅμα μὲν τὸ γῆρας, ἅμα δέ μοι δοκεῖ | |
5 | οὐδέποτ’ αὐτοῦ πρότερον. | 116 |
Pyt2 | Γυνὴ δ’ ἐκείνου πρότερον ἦ, νῦν δ’ οὐκέτι. | |
Pyt3 | Νῦν δ’ ἢν ἴδῃ Μενδαῖον ἡβῶντ’ ἀρτίως οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει, | |
οἴμ’ ὡς ἁπαλὸς καὶ λευκός. ἆρ’ οἴσει τρία; | 117 | |
Pyt4 | Τὴν μὲν παρασκευὴν ἴσως γιγνώσκετε | |
Pyt5 | Τὸν δ’ ἴσον ἴσῳ φέροντ’, ἐγὼ δ’ ἐκτήκομαι. | 118 |
Pyt6 | Ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοι σοφόν. | |
Pyt7 | Ἄναξ Ἄπολλον, τῶν ἐπῶν τῶν ῥευμάτων. καναχοῦσι πηγαί, δωδεκάκρουνον τὸ στόμα, Ἰλισσὸς ἐν τῇ φάρυγι· τί ἂν εἴποιμί σοι; εἰ μὴ γὰρ ἐπιβύσει τις αὐτοῦ τὸ στόμα, | |
5 | ἅπαντα ταῦτα κατακλύσει ποιήμασιν. | 119 |
Pyt8 | Πῶς τις αὐτόν, πῶς τις ἄν ἀπὸ τοῦ πότου παύσειε, τοῦ λίαν πότου; Β. ἐγῷδα. συντρίψω γὰρ αὐτοῦ τοὺς χόας, καὶ τοὺς καδίσκους συγκεραυνώσω σποδῶν, | |
5 | καὶ τἄλλα πάντ’ ἀγγεῖα τὰ περὶ τὸν πότον, | |
κοὐδ’ ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται. | 122 | |
Pyt9 | Ἀτὰρ ἐννοοῦμαι δῆτα τὰς μοχθηρίας τῆς ἠλιθιότητος τῆς ἐμῆς. | |
Pyt11 | Ὦ λιπερνῆτες πολῖται, τἀμὰ δὴ ξυνίετε. | 123 |
Pyt12 | Οὐ δύνανται πάντα ποιοῦσαι νεωσοίκων λαχεῖν, | |
οὐδὲ κάννης. | 124 | |
Pyt13 | Ληρεῖς ἔχων· γράφ’ αὐτόν ἐν ἐπεισοδίῳ. γελοῖος ἔσται Κλεισθένης κυβεύων | |
ἐν τῇδε τοῦ κάλλους ἀκμῇ. | 125 | |
Pyt14 | Ὑπέρβολον δ’ ἀποσβέσας ἐν τοῖς λύχνοισι γράψον. | |
Pyt15 | Ὡς λεπτός, ἦ δ’ ὅς, ἔσθ’ ὁ τῆς χορδῆς τόμος. | 126 |
Pyt16 | Τοὺς μὲν ἐκ προχοιδίου, τοὺς δ’ ἐκ καδίσκου. | |
Pyt17 | Ὄψει γὰρ αὐτὴν ἐκτὸς οὐ πολλοῦ χρόνου | |
παρὰ τοῖσι δεσμώταισι καταπιττουμένην. | 127 | |
Pyt18 | Ἆρ’ ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα. | |
Pyt19 | Ἀλλ’ οὐδὲ λάχανον οὐδὲν οὐδ’ ὀστοῦν ἔτι | |
ὁρῶ. | 129 | |
Pyt20 | Ἀπὸ προτέρου τὸν καῦνον ἀριθμήσεις. | 130 |
Sattit | ΣΑΤΥΡΟΙ. | |
Sertit | ΣΕΡΙΦΙΟΙ. | |
Ser1 | Ἐς Συρίαν δ’ ἐνθένδ’ ἀφικνεῖ μετέωρος ὑπ’ αὔρας. | |
ἱμάτιον μοχθηρόν, ὅταν βορρᾶς καταπνεύσῃ. | 132 | |
Ser2 | Εἶτα Σάκας ἀφικνεῖ καὶ Σιδονίους καὶ Ἐρεμβούς, ἔς τε πόλιν δούλων, ἀνδρῶν νεοπλουτοπονήρων, | |
αἰσχρῶν, Ἀνδροκλέων, Διονυσιοκουροπυρώνων. | 133 | |
Ser3 | Οἰκοῦσι φεύγοντες ἀΐδρυτον κακόν. | 135 |
Ser4 | Οὕτω σταθερῶς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι πα‐ | |
1 | φλάζει. | |
Ser5 | Κἀνθένδ’ ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει. | 136 |
Ser6 | Χαίρετε πάντες ὅσοι πολύβωτον ποντίαν Σέριφον. | 137 |
Trotit | ΤΡΟΦΩΝΙΟΣ. | |
Tro1 | Οὐδ’ Αἰξωνίδ’ ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην, οὐδὲ τρυγόνος, οὐδὲ δεινοῦ φυὴν μελανούρου. | |
Tro2 | Οὐ σῖτον ἄρασθ’, οὐχ ὕπνου λαχεῖν μέρος. | 141 |
Tro3 | Χαίρετε δαίμονες, οἳ Λεβάδειαν Βοιώτιον οὖθαρ ἀρούρης. | |
Tro4 | Ξίφιζε καὶ σπόδιζε καὶ διαρρικνοῦ. | 142 |
Tro10 | Α. Ἔγειρε δὴ νῦν Μοῦσα κρητικὸν μέλος. Β. Χαῖρε δὴ Μοῦσα, χρονία μὲν ἥκεις, ὅμως δ’ | |
ἦλθες οὐ πρίν γε δεῖν, ἴσθι σαφές, ἀλλ’ ὅπως— | 144 | |
Cheimtit | ΧΕΙΜΑΖΟΜΕΝΟΙ. | |
Cheirtit | ΧΕΙΡΩΝΕΣ. | |
Cheir1 | Μακάριος ἦν ὁ πρὸ τοῦ βίος βροτοῖσι πρὸς τὰ νῦν, ὃν εἶχον ἄνδρες | |
ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ βροτῶν περισσοκαλλεῖς. | 145 | |
Cheir2 | Ἁπαλὸν δὲ σισύμβριον ἢ κρίνον ἢ ῥόδον παρ’ οὖς ἐθάκει· | |
παρὰ χερσὶ δὲ μῆλον ἔχων * * * σκίπωνά τ’ ἠγόραζεν. | 146 | |
Cheir3 | Στάσις δὲ καὶ πρεσβυγενὴς Κρόνος ἀλλήλοισι μιγέντε μέγιστον τίκτετον τύραννον, | |
ὃν δὴ κεφαληγερέταν θεοὶ καλοῦσιν. | 147 | |
Cheir4 | Ἥραν τέ οἱ Ἀσπασίαν τίκτει καταπυγοσύνην | |
παλλακὴν κυνώπιδα. | 148 | |
Cheir5 | Οἰκέω δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος, | |
ἐσπαρμένος κατὰ πᾶσαν Αἴαντος πόλιν. | 149 | |
Cheir6 | Ὡς ὄνος ἀπωτέρω κάθηνται τῆς λύρας. | 150 |
Cheir7 | Ἄγε δὴ πρὸς ἕω πρῶτον ἁπάντων ἵστω καὶ λάμβανε | |
1 | χερσίν | |
σχῖνον μεγάλην. | 151 | |
Cheir8 | Καὶ πρῶτον μὲν οὖν παρὰ ναυτοδικῶν ἀπάγω τρία κνώ‐ | |
1 | δαλ’ ἀναιδῆ, | |
Πεισίαν, Ὀσφύωνα, Διϊτρέφη. | 152 | |
Cheir9 | Σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν, ὡς ὑποθήκας— | 153 |
Cheir10 | Κλειταγόρας ᾄδειν, ὅταν Ἀδμήτου μέλος αὐλῇ. | 154 |
Cheir11 | Οἷς ἦν μέγιστος ὅρκος | |
ἅπαντι λόγῳ κύων, ἔπειτα χήν· θεοὺς δ’ ἐσίγων. | 155 | |
Cheir12 | Τὴν μουσικὴν | |
ἀκορέστους ἐπιφέρειν ὀργὰς βροτοῖς σώφροσιν. | 156 | |
Cheir13 | Ἐξ ἀσαμίνθου κύλικος λείβων. | 157 |
Cheir22 | Ταῦτα δυοῖν ἐν ἐτοῖν ἡμῖν μόλις ἐξεπονήθη. | 161 |
Hortit | ὯΡΑΙ. | |
Hor1 | Ὥσπερ ὁ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος ἀλέ‐ | |
1 | κτωρ. | 162 |
Hor2 | Ἴτω δὲ καὶ τραγῳδίας ὁ Κλεομάχου διδάσκαλος, παρατιλτριῶν ἔχων χορὸν Λυδιστὶ τιλλουσῶν μέλη | |
πονηρά. | 163 | |
Hor3 | Οὐδὲ πρὸς εἶδος ἄρ’ ἦν οὐδὲν προσιδόντι τεκμαρτόν | |
Hor4 | Ἀλλ’ ἦν ὅτ’ ἐν φώσσωνι τὴν ἴσην ἔχων | |
μετ’ ἐμοῦ διῆγες, οἴναρον ἕλκων τῆς τρυγός. | 164 | |
Hor5 | Ἐκεῖνος αὐτὸς ἐκμεμαγμένος. | |
Hor6a | Μῶν βδελυγμία ς’ ἔχει; | |
πτερὸν ταχέως τις καὶ λεκάνην ἐνεγκάτω. | 165 | |
Hor8 | Ταῦτα πράσσω, ’́φασκ’ ἀνὴρ οὐδὲν ποιῶν. | 166 |
Hor9 | Ἐφθάρη μαρίλης τὴν φάρυγα πλέαν ἔχων. | |
Hor10 | Ἴσως πυρορραγὲς κακῶς τ’ ὠπτημένον. | |
Hor11 | Ἔδει παρέχειν ὅ τι τις εὔξαιτ’ ἔμβραχυ. | 167 |
IFFtit | INCERTARUM FABULARUM FRAGMENTA. | 172 |
IFF5 | Ἀφυπνίζεσθαι * * χρὴ πάντα θεατήν, | |
ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα. | 174 | |
IFF8 | Ῥοθίαζε κἀνάπιπτε. | 176 |
IFF9 | Γαυριῶσαι δ’ ἀναμένουσιν ὧδ’ ἐπηγλαϊσμέναι μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι. | |
IFF10 | Ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ’ ἄλλοις οὐ λαχάνοις. | 177 |
IFF11 | Ὁ τάλαρος ὑμῖν διάπλεως ἔσται γάρου. | |
IFF12 | Γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι καλῶς. | 178 |
IFF14 | Τρίγλη δ’ εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός. | |
IFF16 | Πιεῖν δὲ θάνατος οἶνον ἢν ὕδωρ ἐπῇ. ἀλλ’ ἴσον ἴσῳ μάλιστ’ ἀκράτου δύο χόας πίνους’ ἀπ’ ἀγκύλης ἐπονομάζουσα | |
ἵησι λάταγας τῷ Κορινθίῳ πέει. | 179 | |
IFF17 | Ταυτὶ καὶ τολμᾷς σὺ λέγειν ῥοδοδάκτυλος οὖσα; | 181 |
IFF20 | Ποιμὴν καθέστηκ’ αἰπόλος καὶ βουκόλος. | |
IFF22 | Χαῖρε χρυσόκερω βαβάκτα κήλων, | |
Πάν, Πελασγικὸν Ἄργος ἐμβατεύων. | 182 | |
IFF23 | Ὡς δὲ μαλακὸν καὶ τέρεν τὸ χρωτίδιόν ἐστ’ ὦ θεοί· | |
καὶ γὰρ ἐβλίμαζον αὐτήν, ἡ δ’ ἐφρόντιζ’ οὐδὲ ἕν. | 183 | |
IFF24 | Τοῦτον μὲν οὖν καλῶς διεπηνίκισας λόγον. | |
IFF26 | Ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης. | |
IFF27 | Δασὺν ἔχων | |
τὸν πρωκτὸν ἅτε κυρήβι’ ἐσθίων— | 184 | |
IFF29 | Εὐπρόσωπος ἦσθ’ ὀνόματος μηδὲν ἐπὶ χεῖρας φέρων. | 185 |
IFF31 | Κοκκύζειν τὸν ἀλεκτρυόν’ οὐκ ἀνέχονται. | 186 |
IFF33b | Λόγος τις ὑπῆλθ’ ἡμᾶς ἀμαθὴς συβαύβαλος. | 187 |
IFF40 | Ἄκουε, σίγα, πρόσεχε τὸν νοῦν, δεῦρ’ ὅρα. | 189 |
IFF51 | Χαῖρ’, ὦ μέγ’ ἀχρειόγελως ὅμιλε, ταῖς ἐπίβδαις, τῆς ἡμετέρας σοφίας κριτὴς ἄριστε πάντων, | |
εὐδαίμον’ ἔτικτέ σε μήτηρ ἰκρίων ψόφησις. | 192 | |
IFF52 | Εὔιε κισσοχαῖτ’ ἄναξ χαῖρ’, ἔφασκ’ Ἐκφαντίδης. Πάντα φορητὰ πάντα τολμητὰ τῷδε τῷ χορῷ. | |
Πλὴν Ξενίου νόμοισι καὶ Σχοινίωνος, ὦ Χάρον. | 194 | |
IFF53 | Ἄρχων εἰμὶ νῦν Ἀθηναίοις ἐγώ. | 195 |
IFF62 | Χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύβηλιν. | |
IFF63 | Ὡς ἄνω τὴν μασχάλην αἴρωμεν ἐμπεπωκότες. | 198 |
IFF78 | Μίσηται δὲ γυναῖκες ὀλίσβοισιν χρήσονται. | 202 |
IFF82 | Καὶ μὴ προσίσχε βαρβάροισι βουκόλοις. | 206 |
IFF107 | Οὐχ ὑδατοπωτῶν οὐδὲ κοιλοφθαλμιῶν. | 210 |
IFF111 | Ἀλλ’ εἴσιθ’ εἴσω καὶ πιοῦ‐ | |
σα χυλὸν ἀναπαύου κακῶν. | 211 | |
IFF116 | Τῇ μάστιγι κνάψειν εὖ μάλα | |
ἢ συμπατῆσαι— | 212 | |
IFF129 | Τούτου δ’ ἁπάσας ἀποτεμῶ τὰς μηχανάς. | |
IFF135 | Αὐτομάτη δὲ φέρει τιθύμαλλον καὶ σφάκον πρὸς αὐτῷ ἀσφάραγον κύτισόν τε· νάπαισι δ’ ἀνθέρικος ἐνηβᾷ· | |
καὶ φλόμον ἄφθονον ὥστε παρεῖναι πᾶσι τοῖς ἀγροῖσιν. | 215 | |
IFF138 | Ὃς τὴν πίτυν ἔκαμπτεν ἑστὼς χαμόθεν ἄκρας τῆς κόμης καθέλκων. | |
IFF139a | Πρὸς τοῦ Σόλωνος καὶ Δράκοντος οἷσι νῦν | |
φρύγουσιν ἤδη τὰς κάχρυς τοῖς κύρβεσιν. | 217 | |
IFF139b | Πάλαι γὰρ αὐτὸ | |
λόγοισι προάγει Περικλέης, ἔργοισι δ’ οὐδὲ κινεῖ. | 218 | |
IFF141 | Ἀνδρῶν ἀρίστων πᾶσα γαργαίρει πόλις. | |
IFF142 | Καὶ Πολυμνήστει’ ἀείδει μουσικήν τε μανθάνει. | 221 |
IFF143 | Ἔσθιε καὶ σῇ γαστρὶ δίδου χάριν, ὄφρα σὲ λιμός | |
ἐχθαίρῃ, Κοννᾶς δὲ φιλοστέφανός σε φιλήσει. | 222 | |
IFF153 | Οὗτοι δ’ εἰσὶν συοβοιωτοί, κρουπεζοφόρον γένος ἀνδρῶν. | |
IFF154 | Ἀλλ’ οὖν θεῷ σπείσαντ’ ἄμυστιν δεῖ πιεῖν. | |
IFF155 | Τίς δὲ σύ; κομψός τις ἔροιτο θεατής. | |
ὑπολεπτολόγος, γνωμοδιώκτης, εὐριπιδαριστοφανίζων. | 225 | |
IFF156 | Ὅνπερ Φιλοκλέης τὸν λόγον διέφθορεν | 226 |
IFF170 | Τοὺς ἐξοδίους ὑμῖν ἵν’ αὐλῶ τοὺς νόμους. | 230 |
IFF172 | Ἄκουε νῦν καὶ τήνδε τὴν ἐπιστολήν. | |
IFF173 | Ἀλλὰ τάδ’ ἔστ’ ἀνεκτέον· καὶ γὰρ ἡνίκ’ εὐθένει. | |
IFF174 | Ἐφ’ ᾧ τ’ ἐμαυτὴν συγκαθεύδειν τῷ πατρί. | |
IFF176-177 | Τὴν χεῖρα μὴ ’πίβαλλε, μὴ κλάων κάθῃ. | |
Εἰ πρῶτος ἔλθοις κἂν καθίζεσθαι λάβοις. | 231 | |
IFF178 | Φαίνεσθαι χρυσῆν, κατ’ ἀγροὺς δ’ αὖθις αὖ μολυβδίνην. | 232 |