TLG 0434 001 :: CRATINUS :: Fragmenta Fragmenta frr. 1–10, 15–17, 21–30, 36–58, 65–66, 69–74, 76–82, 85–87, 90–98, 100, 107–116, 120–129, 131–132, 135–148, 152–154, 157–170, 172, 175, 177–179, 181–199, 205–209, 211, 213–214, 218–222, 224–225, 227–229, 231–241, 244–246, 249–260, 264–265, 268–269, 271–307, 309–325, 327, 342–343, 346–347, 352–353, 355–361, 365–367, 369–462 + tituli Citation: Fragment — (line) | ||
tit 1-14 | ΑΡΧΙΛΟΧΟΙ | |
1 | κἀγὼ γὰρ ηὔχουν Μητρόβιος ὁ γραμματεὺς σὺν ἀνδρὶ θείῳ καὶ φιλοξενωτάτῳ καὶ πάντ’ ἀρίστῳ τῶν Πανελλήνων πρώτῳ Κίμωνι λιπαρὸν γῆρας εὐωχούμενος | |
5 | αἰῶνα πάντα συνδιατρίψειν. ὁ δὲ λιπὼν | |
---|---|---|
βέβηκε πρότερος. | 11 | |
2 | οἷον σοφιστῶν σμῆνος ἀνεδιφήσατε. | |
3 | ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις. | |
4 | εὕδοντι πρωκτὸς αἱρεῖ. | 12 |
5 | Δωδωναίῳ κυνὶ βωλοκόπῳ, τίτθη, γεράνῳ προσεοικώς. | |
6 | εἶδες τὴν Θασίαν ἅλμην οἷ’ ἄττα βαΰζει, ὡς εὖ καὶ ταχέως ἀπετείσατο καὶ παραχρῆμα; οὐ μέν τοι παρὰ κωφὸν ὁ τυφλὸς ἔοικε λαλῆσαι. | |
7 | ἔνθα Διὸς μεγάλου θᾶκοι πεσσοί τε καλοῦνται. | 13 |
8 | ἡ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη. | |
9 | ὠμολίνοις κόμη βρύους’, ἀτιμίας πλέως. | 14 |
10 | Ἐρασμονίδη Βάθιππε τῶν ἀωρολείων. | 15 |
tit 15-20 | ΒΟΥΚΟΛΟΙ | |
15 | ὃς οὐκ ἔδωκ’ αἰτοῦντι Σοφοκλέει χορόν, τῷ Κλεομάχου δ’, ὃν οὐκ ἂν ἠξίουν ἐγὼ | |
ἐμοὶ διδάσκειν οὐδ’ ἂν εἰς Ἀδώνια. | 16 | |
16 | ἐν Καρὶ τὸν κίνδυνον ἐν ἐμοὶ δὴ δοκεῖ πρώτῳ πεπειρᾶσθαι. | |
17 | καὶ πρὸς τὸν οὐρανὸν σκια‐ μαχῶν ἀπο‐ | |
κτίννυσι ταῖς ἀπειλαῖς. | 17 | |
tit 21 | ΒΟΥΣΙΡΙΣ | |
21 | ὁ βοῦς ἐκεῖνος χἠ μαγὶς καὶ τἄλφιτα. | |
tit 22-35 | ΔΗΛΙΑΔΕΣ | |
22 | Ὑπερβορέους αἴθρια τιμῶντας στέφη. | 19 |
23 | ἐτήσιοι γὰρ πρόσιτ’ ἀεὶ πρὸς τὴν τέχνην. | |
24 | ἦν ἆρ’ ἀληθὴς ὁ λόγος, ὡς δὶς παῖς γέρων. | |
25-26 | ἵνα σιωπῇ τῆς τέχνης ῥάζωσι τὸν λοιπὸν χρόνον. | |
ἔρραζε πρὸς τὴν γῆν, ὁ δ’ ἠσκάριζε κἀπέπαρδε. | 20 | |
27 | τῷ δ’ ὑποτρίψας τι μέρος πνῖξον καθαρύλλως. | |
28-29 | εἴ τις δ’ ὑμῶν κάλλει προκριθῇ. πρὶν παροῦσα διδάσκῃ. | |
30 | τούτοισι δ’ ὄπισθεν ἴτω δίφρον φέρων Λυκοῦργος | |
ἔχων καλάσιριν. | 21 | |
tit 36 | ΔΙΔΑΣΚΑΛΙΑΙ | |
36 | ὅτε σὺ τοὺς καλοὺς θριάμβους ἀναρύτους’ ἀπηχθάνου. | |
tit 37-48 | ΔΙΟΝΥΣΑΛΕΞΑΝΔΡΟΣ | |
37 | ἔνεισιν ἐνταυθοῖ μάχαιραι κουρίδες, | |
αἷς κείρομεν τὰ πρόβατα καὶ τοὺς ποιμένας. | 23 | |
38 | στολὴν δὲ δὴ τίν’ εἶχε; τοῦτό μοι φράσον. Β. θύρσον, κροκωτόν, ποικίλον, καρχήσιον. | |
39 | οὐκ ἀλλὰ βόλιτα χλωρὰ κᾠσπωτὴν πατεῖν. | |
40 | ἐν σαργανίσιν ἄξω ταρίχους Ποντικούς. | 24 |
41 | νακότιλτος ὡσπερεὶ κωδάριον ἐφαινόμην. | |
42 | παραστάδας καὶ πρόθυρα βούλει ποικίλα. | |
43 | ὁ δ’ ἠλίθιος ὥσπερ πρόβατον βῆ βῆ λέγων βαδίζει. | |
44 | τῶν βδελλολαρύγγων ἀνεπαγγέλτων αὐτῷ φοιτήσας ἐπὶ δεῖπνον. | 25 |
45 | οὐ γάρ τοι σύγε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ δεῖπνον ἄνηστις; | |
46 | χηνοβοσκοί, βουκόλοι | |
47 | κλίνην τὴν παράπυξον | |
48 | ἡ γελγόπωλις | |
tit 49-64 | ΔΡΑΠΕΤΙΔΕΣ | 26 |
49 | τὸν Κερκυόνα θ’ ἕωθεν ἀποπατοῦντ’ ἐπὶ τοῖς λαχάνοις εὑρὼν ἀπέπνιξα. | |
50 | δέχεσθε φιάλας τάσδε βαλανειομφάλους. | |
51 | οὗτος, καθεύδεις; Β. οὐκ ἀναστήσεις βοῶν. | 27 |
52 | οἱ δὲ πυππάζουσι περιτρέχοντες, ὁ δ’ ὄνος ὕεται. | |
53 | φέρε νῦν σοι | |
ἐξ αἰθρίας καταπυγοσύνην μυὸς ἀστράψω Ξενοφῶντος. | 28 | |
54 | τοὺς ὧδε μόνον στασιάζοντας καὶ βουλομένους τινὰς εἶναι. | |
55 | ποδαπὰς ὑμᾶς εἶναι φάσκων, ὦ μείρακες, οὐκ ἂν ἁμάρτοιν; | |
56 | Πανδιονίδα πόλεως βασιλεῦ τῆς ἐριβώλακος, οἶσθ’ ἣν λέγομεν, | |
καὶ κύνα καὶ πόλιν ἣν παίζουσιν. | 29 | |
57-58 | Λάμπωνα, τὸν οὐ βροτῶν ψῆφος δύναται φλεγυρὰ δείπνου φίλων ἀπείργειν. | |
2 | * * * νῦν δ’ αὖθις ἐρυγγάνει· | |
βρύκει γὰρ ἅπαν τὸ παρόν, τρίγλῃ δὲ κἂν μάχοιτο. | 30 | |
tit,ante 65 | ΕΜΠΙΜΠΡΑΜΕΝΟΙ Η ΙΔΑΙΟΙ | |
tit 65-70 | ΕΥΝΕΙΔΑΙ | 32 |
65 | ἥβης ἐκείνης, νοῦ δὲ τοῦδε καὶ φρενῶν. | |
66 | ἐπίσχες αὐτοῦ, μὴ πέρα προβῇς λόγου. | 33 |
69-70 | Δωροῖ συκοπέδιλε. τέκτονες εὐπαλάμων ὕμνων. | |
tit 71-84 | ΘΡΑΙΤΤΑΙ | 34 |
71 | ὁ σχινοκέφαλος Ζεὺς ὅδε προσέρχεται Περικλέης, τᾠδεῖον ἐπὶ τοῦ κρανίου ἔχων, ἐπειδὴ τοὔστρακον παροίχεται. | |
72 | ἐς τὸν καλιόν, ἢν τύχῃ, καθείργνυται. | |
73 | ὅτι τοὺς κόρακος τἀξ Αἰγύπτου χρυσία κλέπτοντας ἔπαυσαν. | 35 |
74 | Πανὶ κακὸν δεῦρο μαστάω τινὰ ποτὲ χαλκοῦν ἢ ξύλινον καὶ χρύσεον προσῆν. οὐδαμῶς ξύλινος ἐκεῖνος * * * * * * * * ἀλλὰ χαλκοῦς ὢν ἀπέδρα. πότερα Δαιδάλειος ἦν; | |
5 | ἤ τις ἔκλεψεν αὐτόν; | 36 |
76 | τὴν πέρυσι βουλὴν ἐφεστώς. | |
77 | ὀκτώπουν ἀνεγείρεις. | |
78 | ἀπέφρησαν | |
79 | ἀρκυωρός | |
80 | δίλογχον | 37 |
81 | κακόδουλος | |
82 | κύβηβον | 38 |
tit 85-94 | ΚΛΕΟΒΟΥΛΙΝΑΙ | |
85 | Ἀκέστορα γὰρ ὅμως εἰκὸς λαβεῖν πληγάς, ἐὰν μὴ συστρέψῃ τὰ πράγματα. | |
86 | ἐπέδωκε βαλάνων ἄβακα τῶν ἐκ Φιττέως. | 39 |
87 | ἔστιν ἄκμων καὶ σφῦρα νεανίᾳ εὔτριχι πώλῳ. | |
90 | ἐπισμῇ | 40 |
91 | ἰποῦμεν | |
92 | παροψωνεῖν | |
93 | σκάλωψ | |
94 | φέροικος | |
tit 95 | ΛΑΚΩΝΕΣ | |
95 | φοβερὸν ἀνθρώποις τόδ’ αὖ | |
κταμένοις ἐπ’ αἰζηοῖσι καυχᾶσθαι μέγα. | 41 | |
tit 96-106 | ΜΑΛΘΑΚΟΙ | |
96 | ἀμοργὸν ἔνδον βρυτίνην νήθειν τινά. | 42 |
97 | τίς ἄρ’ ἐρῶντά μ’ οἶδεν, ὦ Γνήσιππ’, ἐγὼ πολλῇ χολῇ. οἴομαι γὰρ μηδὲν οὕτως μῶρον εἶναι καὶ κενόν. | |
98 | παντοίοις γε μὴν κεφαλὴν ἀνθέμοις ἐρέπτομαι λειρίοις, ῥόδοις, κρίνεσιν, κοσμοσανδάλοις, ἴοις, καὶ σισυμβρίοις, ἀνεμωνῶν κάλυξί τ’ ἠριναῖς, ἑρπύλλῳ, κρόκοις, ὑακίνθοις, ἑλειχρύσου κλάδοις, | |
5 | οἰνάνθῃσιν, ἡμεροκαλλεῖ τε τῷ φιλουμένῳ, ἀνθρύσκου φόβῃ, * * * * * * * * * τῷ τ’ ἀειφρούρῳ μελιλώτῳ κάρα πυκάζομαι, | |
καὶ κύτισος αὐτόματος παρὰ Μέδοντος ἔρχεται. | 43 | |
100 | λευκοὺς ὑπὸ ποσσὶν ἔχων πίλους. | 45 |
tit 107-120 | ΝΕΜΕΣΙΣ | 47 |
107 | ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν. | |
108 | Λήδα, σὸν ἔργον· δεῖ ς’ ὅπως εὐσχήμονος ἀλεκτρυόνος μηδὲν διοίσεις τοὺς τρόπους, ἐπὶ τῷδ’ ἐπῴζους’, ὡς ἂν ἐκλέψῃς καλὸν ἡμῖν τι καὶ θαυμαστὸν ἐκ τοῦδ’ ὄρνεον. | |
109 | ὥστ’ οὖν ἐσθίων τοῖς σιτίοισιν ἥδομαι. ἅπαντα δ’ εἶναί μοι δοκεῖ ῥοδωνιὰ | |
καὶ μῆλα καὶ σέλινα καὶ σισύμβρια. | 48 | |
110 | Σπάρτην λέγω γε σπαρτίδα τὴν σπάρτινον. | |
111 | μόλ’ ὦ Ζεῦ ξένιε καὶ μακάριε. | |
112 | Ψύρα τε τὴν Σπάρτην ἄγεις. | 49 |
113-114 | τἄλλα πάντ’ ὀρνίθια. ὄρνιθα φοινικόπτερον. | |
115 | ἐν τῷ κύφωνι τὸν αὐχέν’ ἔχων. | |
116 | τῷ δὲ κοττάβῳ προθέντας ἐν πατρικοῖσι νόμοις τὸ κεινέου ὀξυβάφοις βάλλειν μὲν τῷ πόντῳ δὲ βάλλοντι νέμω πλεῖ‐ | |
στα τύχης. | 50 | |
120 | ἀπόκινον | |
tit 121-134 | ΝΟΜΟΙ | |
121 | ὁ δὲ Ζεὺς ὀσταφίσιν ὕσει τάχα. | |
122 | ἀλλὰ μὰ Δί’ οὐκ οἶδ’ ἔγωγε γράμματ’ οὐδ’ ἐπίσταμαι, | |
ἀλλ’ ἀπὸ γλώττης φράσω σοι· μνημονεύω γὰρ καλῶς. | 51 | |
123 | οὐκ ἀπερρήσεις σὺ θᾶττον; ἀποτιλῶ σε τήμερον. | |
124 | χρυσίδι σπένδων γέγραφε τοῖς ὄφεσι πιεῖν διδούς. | |
125 | καὶ δρόσον βάλλων ἕωθεν χλιαρὸς ταγηνίας. | 52 |
126 | ἦ πρεσβῦται πάνυ γηραλέοι σκήπτροισιν ἄκασκα προβῶντες. | |
127 | νῦν γὰρ δή σοι πάρα μὲν θεσμοὶ τῶν ἡμετέρων, πάρα δ’ ἄλλ’ ὅ τι χρῇς. | |
128 | ὑμῶν εἷς μὲν ἕκαστος ἀλώπηξ δωροδοκεῖται. | |
129 | τυρῷ καὶ μίνθῃ παραλεξάμενος καὶ ἐλαίῳ. | 53 |
131 | σανδάλια Τυρρηνικά | |
132 | σχοίνινον ἡθμόν | 54 |
tit 135-150 | ΟΔΥΣΣΗΣ | 55 |
135 | οὔπω ’́πιον τοιοῦτον οὐδὲ πίομαι Μάρωνα. | |
136 | ΚΥΚΛΩΨ. πώποτ’ εἶδες, εἰπέ μοι, τὸν ἄνδρα; ΟΔΥΣΣ. Λαέρτα φίλον παῖδ’; ἐν Πάρῳ, σικυὸν μέγιστον σπερματίαν ὠνούμενον. | |
137 | οἱ δ’ ἀλυσκάζουσιν ὑπὸ ταῖς κλινίσιν. | |
138-139 | τίνες αὖ πόντον κατέχους’ αὖραι; νέφος οὐράνιον τόδ’ ὁρῶμαι. | |
ὡς ἂν μᾶλλον τοῖς πηδαλίοις ἡ ναῦς ἡμῶν πειθαρχῇ. | 56 | |
140 | ἐπ’ ἀριστέρ’ ἀεὶ τὴν ἄρκτον ἔχων λάμπουσαν, ἕως ἂν ἐφεύρῃς. | |
141 | τῆ νῦν τόδε πῖθι λαβὼν ἤδη, καὶ τοὔνομά μ’ εὐθὺς ἐρώτα. | |
142 | ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν, | |
πυὸν δαινύμενοι, κἀμπιμπλάμενοι πυριάτῃ. | 57 | |
143 | ἀνθ’ ὧν πάντας ἑλὼν ὑμᾶς ἐρίηρας ἑταίρους, φρύξας, ἑψήσας, κἀπ’ ἀνθρακιᾶς ὀπτήσας εἰς ἅλμην τε καὶ ὀξάλμην κᾆτ’ ἐς σκοροδάλμην χλιαρὸν ἐμβάπτων, ὃς ἂν ὀπτότατός μοι ἁπάντων | |
5 | ὑμῶν φαίνηται, κατατρώξομαι, ὦ στρατιῶται. | |
144 | σιγάν νυν ἅπας ἔχε σιγάν, καὶ πάντα λόγον τάχα πεύσει· ἡμῖν δ’ Ἰθάκη πατρίς ἐστιν, πλέομεν δ’ ἅμ’ Ὀδυσσέι θείῳ. | |
145 | νεοχμόν τι παρῆχθαι ἄθυρμα. | 58 |
146 | οὐκ ἰδίᾳ τάδ’ οὐκετὸν θοι τἀπὶ Χαριξένης. | |
147 | τέμαχος ὀρφὼ χλιαρόν | |
148 | δέλφακας μεγάλους | 59 |
tit 151-159 | ΠΑΝΟΠΤΑΙ | |
152 | μισεῖς γὰρ τὰς γυναῖκας, πρὸς παιδικὰ δὲ τρέπῃ νῦν. | 60 |
153 | κρανία δισσὰ φορεῖν, ὀφθαλμοὶ δ’ οὐκ ἀριθμητοί. | |
154 | ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσιν. | 61 |
157 | διὰ πάντων ἀγών | |
158 | γέγηθα τὸν ἄνδρα | |
159 | σκευωρόν | |
tit 160-168 | ΠΛΟΥΤΟΙ | |
160 | αὐτόματα τοῖσι θεὸς ἀνίει τἀγαθά. | 62 |
161 | ἐγὼ γάρ εἰμι θυννὶς ἢ μελαινὰς ἢ καὶ θύννος, ὀρφώς, γλαῦκος, ἔγχελυς, κύων. | |
162 | ἄρξει γὰρ αὐτοῖς διποδία καλῶς. | |
163 | περὶ σιαγόνος βοείας μαχόμενος. | |
164 | ἆρ’ ἀληθῶς τοῖς ξένοισιν ἔστιν, ὡς λέγους’, ἐκεῖ πᾶσι τοῖς ἐλθοῦσιν ἐν τῇ κοπίδι θοινᾶσθαι καλῶς; ἐν δὲ ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι | |
κατακρέμανται, τοῖσι πρεσβύταισιν ἀποδάκνειν ὀδάξ; | 63 | |
165 | οἷς δὴ βασιλεὺς Κρόνος ἦν τὸ παλαιόν, ὅτε τοῖς ἄρτοις ἠστραγάλιζον, μᾶζαι δ’ ἐν ταῖσι παλαίστραις Αἰγιναῖαι κατεβέβληντο δρυπεπεῖς βώλοις τε κομῶσαι. | |
166 | μὴ ξυντυχίᾳ βαρυνόμενοι | |
167 | ἀνανεοῦσθαι | |
168 | ἀναπηρίαν | 64 |
tit 169-180 | ΠΥΛΑΙΑ | |
169 | οἱ δ’ αὖθ’ ἡμεῖς, ὡς ὁ παλαιὸς λόγος, αὐτομάτους ἀγαθοὺς ἰέναι κομψῶν ἐπὶ δαῖτα θεατῶν. | |
170 | ᾗ Διονυσίοις ἀκύλοις παίζους’ ἀνέμενοι τρόπα. | 65 |
172 | ἄνδρας σοφοὺς χρὴ τὸ παρὸν πρᾶγμα καλῶς εἰς δύναμιν τίθεσθαι. | |
175 | γλῶσσαν εὐέρων βοτῶν. | 66 |
177 | αὐτὸ δείξει | |
178 | Γοργῶπις | |
179 | κορωνιδεύς | |
tit 181-204 | ΠΥΤΙΝΗ | 67 |
181 | ἀλλ’ ἐπανατρέψαι βούλομαί σου τὸν λόγον. πρότερον ἐκεῖνος πρὸς ἑτέραν γυναῖκ’ ἔχων τὸν νοῦν, κακὰς εἴποι πρὸς ἑτέραν· ἀλλ’ ἅμα μὲν τὸ γῆρας, ἅμα δέ μοι δοκεῖ | |
5 | οὐδέποτ’ αὐτοῦ πρότερον. | |
182 | γυνὴ δ’ ἐκείνου πρότερον ἦ, νῦν δ’ οὐκέτι. | 68 |
183 | νῦν δ’ ἢν ἴδῃ Μενδαῖον ἡβῶντ’ ἀρτίως οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει, οἴμ’ ὡς ἁπαλὸς καὶ λευκός. ἆρ’ οἴσει τρία; | |
184 | τὸν δ’ ἴσον ἴσῳ φέροντ’· ἐγὼ δ’ ἐκτήκομαι. | |
185 | τὴν μὲν παρασκευὴν ἴσως γιγνώσκετε. | |
186 | ἄναξ Ἄπολλον, τῶν ἐπῶν τῶν ῥευμάτων. καναχοῦσι πηγαί, δωδεκάκρουνον τὸ στόμα, Ἰλισὸς ἐν τῇ φάρυγι· τί ἂν εἴποιμ’ ἔτι; εἰ μὴ γὰρ ἐπιβύσει τις αὐτοῦ τὸ στόμα, | |
5 | ἅπαντα ταῦτα κατακλύσει ποιήμασιν. | 69 |
187 | πῶς τις αὐτόν, πῶς τις ἂν ἀπὸ τοῦ πότου παύσειε, τοῦ λίαν πότου; ἐγᾦδα. συντρίψω γὰρ αὐτοῦ τοὺς χόας, καὶ τοὺς καδίσκους συγκεραυνώσω σποδῶν, | |
5 | καὶ τἄλλα πάντ’ ἀγγεῖα τὰ περὶ τὸν πότον, κοὐδ’ ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται. | |
188 | ἀτὰρ ἐννοοῦμαι δῆτα τῆς μοχθηρίας | |
τῆς ἠλιθιότητος τῆς ἐμῆς. | 70 | |
189 | ὄψει γὰρ αὐτὴν ἐντὸς οὐ πολλοῦ χρόνου παρὰ τοῖσι δεσμώταισι καταπιττουμένην. | |
190 | ἆρ’ ἀραχνίων μεστὴν ἔχεις τὴν γαστέρα. | |
191 | ἀλλ’ οὐδὲ λάχανον οὐδὲν οὐδ’ ὀστοῦν ἔτι | |
ὁρῶ. | 71 | |
192 | ὡς λεπτός, ἦ δ’ ὅς, ἔσθ’ ὁ τῆς χορδῆς τόμος. | |
193 | τοὺς μὲν ἐκ προχοιδίου, τοὺς δ’ ἐκ καδίσκου. | |
194 | ἀπὸ ποτέρου τὸν καῦνον ἀριθμήσεις; | |
195 | ληρεῖς ἔχων· γελοῖος ἔσται Κλεισθένης κυβεύων | |
ἐν τῇδε τῇ κάλλους ἀκμῇ. | 72 | |
196 | Ὑπέρβολον δ’ ἀποσβέσας ἐν τοῖς λύχνοισι γράψον. | |
197 | οὐ δύνανται πάντα ποιοῦσαι νεωσοίκων λαχεῖν, οὐδὲ κάννης. | |
198 | ὦ λιπερνῆτες πολῖται, τἀμὰ δὴ ξυνίετε | |
ῥήματα. | 73 | |
199 | οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ, | |
ὕδωρ δὲ πίνων οὐδὲν ἂν τέκοι σοφόν. | 74 | |
tit,ante 205 | ΣΑΤΥΡΟΙ | |
tit 205-217 | ΣΕΡΙΦΙΟΙ | |
205 | αἶρε δεῦρο τοὺς βρικέλους. | 75 |
206 | οὕτω σταθερῶς τοῖς λωποδύταις ὁ πόρος πεινῶσι παφλάζει. | |
207 | ἐς Συρίαν δ’ ἐνθένδ’ ἀφικνεῖ μετέωρος ὑπ’ αὔρας. Β. ἱμάτιον μοχθηρόν, ὅταν βορρᾶς καταπνεύσῃ. | |
208 | εἶτα Σάκας ἀφικνεῖ καὶ Σιδονίους καὶ Ἐρεμβούς, ἔς τε πόλιν δούλων, ἀνδρῶν νεοπλουτοπονήρων, | |
αἰσχρῶν, Ἀνδροκλέων, Διονυσοκουρώνων. | 76 | |
209 | οἰκοῦσιν φεύγοντες, ἀίδρυτον κακὸν ἄλλοις. | |
211 | χαίρετε πάντες ὅσοι πολύβωτον ποντίαν Σέριφον. | 77 |
213 | πολυτρήτοις φῳσί | |
214 | ἀμοργοί | 78 |
tit 218-227 | ΤΡΟΦΩΝΙΟΣ | |
218 | οὐ σῖτον ἄρασθ’, οὐχ ὕπνου λαχεῖν μέρος. | |
219 | ξίφιζε καὶ σπόδιζε καὶ διαρρικνοῦ. | 79 |
220 | χαίρετε δαίμονες, οἳ Λεβάδειαν Βοιώτιον οὖθαρ ἀρούρης— | |
221 | οὐδ’ Αἰξωνίδ’ ἐρυθρόχρων ἐσθίειν ἔτι τρίγλην, οὐδὲ τρυγόνος, οὐδὲ δεινοῦ φυὴν μελανούρου— | |
222 | ἔγειρε δὴ νῦν, Μοῦσα, Κρητικὸν μέλος. χαῖρε δή, Μοῦσα· χρονία μὲν ἥκεις, ὅμως δ’ | |
ἦλθες· οὐ πρίν γε δεῖν, ἴσθι σαφές, ἀλλ’ ὅπως— | 80 | |
224 | ἐπέθηκεν ἐπιστολήν | |
225 | παρεῖαι ὄφεις | |
227 | λυχνοκαΐαν | |
tit,ante 228 | ΧΕΙΜΑΖΟΜΕΝΟΙ | 81 |
tit 228-249 | ΧΕΙΡΩΝΕΣ | |
228 | οἰκῶ δὲ νῆσον, ὡς μὲν ἀνθρώπων λόγος, ἐσπαρμένος κατὰ πᾶσαν Αἴαντος πόλιν. | |
229 | ὄνοι δ’ ἀπωτέρω κάθηνται τῆς λύρας. | 82 |
231 | οἷς ἦν μέγιστος ὅρκος ἅπαντι λόγῳ κύων, ἔπειτα χήν, θεοὺς δ’ ἐσίγων. | |
232 | ἄγε δὴ πρὸς ἕω πρῶτον ἁπάντων ἵστω καὶ λάμβανε χερσὶν σχῖνον μεγάλην. | |
233 | καὶ πρῶτον μὲν παρὰ ναυτοδικῶν ἀπάγω τρία κνώδαλ’ ἀναιδῆ | |
[Πεισίαν, Ὀσφύωνα, Διειτρέφη.] | 83 | |
234 | ἐξ ἀσαμίνθου κύλικος λείβων. | |
235 | σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν, ὡς ὑποθήκας— | |
236 | Κλειταγόρας ᾄδειν, ὅταν Ἀδμήτου μέλος αὐλῇ. | 84 |
237 | ταῦτα δυοῖν ἐτέοιν ἡμῖν μόλις ἐξεπονήθη. | |
238 | μακάριος ἦν ὁ πρὸ τοῦ βίος βροτοῖσι πρὸς τὰ νῦν, ὃν εἶχον ἄνδρες | |
ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ βροτῶν περισσοκαλλεῖς. | 85 | |
239 | ἁπαλὸν δὲ σισύμβριον ἢ ῥόδον ἢ κρίνον παρ’ οὖς ἐθάκει· μετὰ χερσὶ δὲ μῆλον ἔχων σκίπωνά τ’ ἠγόραζον. | |
240 | Στάσις δὲ καὶ πρεσβυγενὴς Κρόνος ἀλλήλοισι μιγέντε μέγιστον τίκτετον τύραννον, ὃν δὴ κεφαληγερέταν θεοὶ καλέουσιν. | |
241 | Ἥραν τέ οἱ Ἀσπασίαν τίκτει Καταπυγοσύνη | |
παλλακὴν κυνώπιδα. | 86 | |
244 | δωροδοκούντων αἲξ οὐρανία | 87 |
245 | Βοῦθος περιφοιτᾷ | |
246 | Ἰθακησία ὀρτυγομήτρα | |
249 | βιβλιαγράφον | 88 |
tit 250-272 | ΩΡΑΙ | |
250 | ἀλλ’ ἦν ὅτ’ ἐν φώσωνι τὴν ἴσην ἔχων μετ’ ἐμοῦ διῆγες οἴναρον, ἕλκων τῆς τρυγός. | |
251 | μῶν βδελυγμία ς’ ἔχει; πτερὸν ταχέως τις καὶ λεκάνην ἐνεγκάτω. | |
252 | ταῦτ’ αὐτὰ πράττω, ’φασκ’ ἀνὴρ οὐδὲν ποιῶν. | |
253 | ἴσως πυρορραγὲς κακῶς τ’ ὠπτημένον. | 89 |
254 | ἔδει παρέχειν ὅ τι τις εὔξαιτ’ ἐμβραχύ. | |
255 | ἐκεῖνος αὐτὸς ἐκμεμαγμένος. | |
256 | ἴτω δὲ καὶ τραγῳδίας ὁ Κλεομάχου διδάσκαλος, παρατιλτριῶν ἔχων χορὸν λυδιστὶ τιλλουσῶν μέλη | |
5 | πονηρά. | |
257 | ἐφθάρη μαρίλης τὴν φάρυγα πλέαν ἔχων. | 90 |
258 | μακάριος τῶν παιδικῶν | |
259 | ὥσπερ ὁ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνος ἀλέκτωρ. | |
260 | οὐδὲ πρὸς εἶδος ἄρ’ ἦν οὐδὲν προσιδόντι τεκμαρτόν. | 91 |
264 | ψήφισμα ἔθηκεν | |
265 | γαλιδέως | 92 |
268 | ξυστίς | |
269 | προσκεφάλαιον | |
271 | φελλέα | |
272 | ὡραΐζεσθαι | |
tit 273-455 | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | |
273 | πιεῖν δὲ θάνατος οἶνον ἢν ὕδωρ ἐπῇ. ἀλλ’ ἴσον ἴσῳ μάλιστ’ ἀκράτου δύο χόας πίνους’ ἀπ’ ἀγκύλης ἐπονομάζους’ ἅμα | |
ἵησι λάταγας τῷ Κορινθίῳ πέει. | 93 | |
274 | πρὸς τοῦ Σόλωνος καὶ Δράκοντος οἷσι νῦν φρύγουσιν ἤδη τὰς κάχρυς τοῖς κύρβεσιν. | |
275 | τῇ μάστιγι κνάψειν εὖ μάλα | |
ἢ συμπατῆσαι. | 94 | |
276 | τοὺς ἐξοδίους ὑμῖν ἵν’ αὐλῶ τοὺς νόμους. | |
277 | τὴν χεῖρα μὴ ’πίβαλλε, μὴ κλάων καθῇς. | |
278 | εἰ πρῶτος ἔλθοις κἂν καθίζεσθαι λάβοις. | |
279 | ἐφ’ ᾧ τ’ ἔμ’ αὐτὴν συγκαθεύδειν τῷ πατρί. | |
280 | ὁ τάλαρος ὑμῖν διάπλεως ἔσται γάρου. | |
281 | ποιμὴν καθέστηκ’ αἰπόλος καὶ βουκόλος. | 95 |
282 | τοῦτον μὲν οὖν καλῶς διεπηνίκισας λόγον. | |
283 | ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης. | |
284 | ἄκουε, σίγα, πρόσεχε τὸν νοῦν, δεῦρ’ ὅρα. | |
285 | ἄκουέ νυν καὶ τήνδε τὴν ἐπιστολήν. | |
286 | καὶ μὴ πρόσισχε βαρβάροισι βουκόλοις. | |
287 | ἡ παῖς γὰρ ἔμπαις ἐστὶν ὡς ἠνδρωμένη. | 96 |
288 | οὐδ’ ὑδατοπωτῶν οὐδὲ κοιλοφθαλμιῶν. | |
289 | τούτου δ’ ἁπάσας ἀποτεμῶ τὰς μηχανάς. | |
290 | ἀνδρῶν ἀρίστων πᾶσα γαργαίρει πόλις. | |
291 | ἀλλ’ οὖν θεῷ σπείσαντ’ ἄμυστιν δεῖ πιεῖν. | |
292 | ὅνπερ Φιλοκλέης τὸν λόγον διέφθορεν. | 97 |
293 | ὦ μεγίστη γλῶττα τῶν Ἑλληνίδων. | |
294 | ἄρχων εἰμὶ νῦν Ἀθηναίοις ἐγώ. | |
295 | δασὺν ἔχων τὸν πρωκτὸν ἅτε κυρήβι’ ἐσθίων. | |
296 | ὃς τὴν πίτυν ἔκαμπτεν ἑστὼς χαμάθεν ἄκρας τῆς κόμης | |
καθέλκων. | 98 | |
297 | ἀλλ’ εἴσιθ’ εἴσω καὶ πιοῦ‐ σα χυλὸν ἀναπαύου κακῶν. | |
298 | ὡς ἄνω τὴν μασχάλην αἴρωμεν ἐμπεπωκότες. | |
299 | ὁ δὲ μετ’ Εὐδήμου τρέχων | |
κώμυθα τὴν λοιπὴν ἔχει τῶν πρωίων. | 99 | |
300 | πάλαι γὰρ αὐτὸ λόγοισι προάγει Περικλέης, ἔργοισι δ’ οὐδὲ κινεῖ. | |
301 | γαυριῶσαι δ’ ἀναμένουσιν ὧδ’ ἐπηγλαϊσμέναι μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι. | |
302 | ὡς δὲ μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον ἦν, ὦ θεοί· | |
καὶ γὰρ ἐβλίμαζον αὐτήν, ἡ δ’ ἐφρόντιζ’ οὐδὲ ἕν. | 100 | |
303 | γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι καλῶς. | |
304 | εὐπρόσωπος ἦσθ’ ὀνόματος οὐδὲν ἐπὶ χεῖρας φέρων. | |
305 | καὶ Πολυμνήστει’ ἀείδει μουσικήν τε μανθάνει. | 101 |
306 | ἀφυπνίζεσθαι χρὴ πάντα θεατήν, ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα. | |
307 | τίς δὲ σύ; κομψός τις ἔροιτο θεατής. | |
ὑπολεπτολόγος, γνωμοδιώκτης, εὐριπιδαριστοφανίζων. | 102 | |
309 | κἀνθένδ’ ἐπὶ τέρματα γῆς ἥξεις καὶ Κισθήνης ὄρος ὄψει. | |
310 | οὗτοι δ’ εἰσὶν συοβοιωτοί, κρουπεζοφόρον γένος ἀνδρῶν. | |
311 | κοκκύζειν τὸν ἀλεκτρυόν’ οὐκ ἀνέχονται. | 103 |
312 | λόγος τις ὑπῆλθ’ ἡμᾶς ἀμαθὴς συοβαύβαλος. | |
313 | ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ’ ἄλλοις οὐ λαχάνοισιν. | |
314 | ταυτὶ καὶ τολμᾷς σὺ λέγειν ῥοδοδάκτυλος οὖσα; | |
315 | χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύβηλιν. | 104 |
316 | μισηταὶ δὲ γυναῖκες ὀλίσβοισιν χρήσονται. | |
317 | ἔσθιε καὶ σῇ γαστρὶ δίδου χάριν, ὄφρα σε λιμὸς ἐχθαίρῃ, Κοννᾶς δὲ πολυστέφανος νικήσει. | |
318 | φαίνεσθαι χρυσῆν, κατ’ ἀγροὺς δ’ αὖθις αὖ μολυβδίνην. | 105 |
319 | πονηροὺς ἀνθρώπους * * * πηνικίζων ἐξαπατᾷ. | |
320 | τρίγλην δ’ εἰ μὲν ἐδηδοκοίη τένθου τινὸς ἀνδρός. | |
321 | χαῖρ’ ὦ χρυσόκερως βαβάκτα κήλων, | |
Πάν, Πελασγικὸν Ἄργος ἐμβατεύων. | 106 | |
322 | τῶν αἰσχρῶν φίλοισι χαριζόμενον πονηρὸν αὐτὸν εἶναι. | |
323 | χαῖρ’, ὦ μέγ’ ἀχρειόγελως ὅμιλε ταῖς ἐπίβδαις, τῆς ἡμετέρας σοφίας κριτὴς ἄριστε πάντων, | |
εὐδαίμον’ ἔτικτέ σε μήτηρ ἰκρίων ψόφησις. | 107 | |
324a | εὔιε κισσοχαῖτ’ ἄναξ χαῖρ’, ἔφασκ’ Ἐκφαντίδης. | |
1 | * * * | |
324b | πάντα φορητά, πάντα τολμητὰ τῷδε τῷ χορῷ. | |
1 | * * * | |
324c | πλὴν Ξενίου νόμοισι καὶ Σχοινίωνος, ὦ Χάρων. | |
325 | αὐτομάτη δὲ φέρει τιθύμαλλον καὶ σφάκον πρὸς αὐτῷ ἀσφάραγον κύτισόν τε· νάπαισι δ’ ἀνθέρικος ἐνηβᾷ· | |
καὶ φλόμον ἄφθονον ὥστε παρεῖναι πᾶσι τοῖς ἀγροῖσιν. | 108 | |
327 | ἀλλὰ τάδ’ ἔστ’ ἀνεκτέον· καὶ γὰρ ἡνίκ’ εὐθένει ... | 109 |
342 | ἀπορεῖν καὶ σφακελίζειν τῷ δεινῷ | |
343 | ἄνθρωπος λυπησίλογος | |
346 | εὐιπποτάτη Μαραθών | |
347 | Λέρνη θεατῶν | 113 |
352 | Ψύρα τὸν Διόνυσον ἄγοντες | 114 |
353 | στημονίας κικίννους | |
355 | ἀνελκταῖς ὀφρύσι σεμνόν | |
356 | ἀναπηδᾶν ἐν δήμῳ | |
357 | ἁπαλὸς εἴσπλους λιμένος | |
358 | ἐφιππάσασθαι λόγοις | 115 |
359 | μηδὲν ὑπέρφευ | |
360 | ἆρά γε, ὦ ’τάν, ἐθελήσετε; | |
361 | σφάττε δαῖρε κόπτε. | 116 |
365 | ἄξιος λαβεῖν ὁ μισθός | |
366 | ὥρκωσε καὶ ὁρκώτης δ’ ἐγώ. | |
367 | ἀποκεῖσθαι πόρρω | |
369 | ἀφήλικα γέροντα | |
370 | οἰναγωγὸν πλοῖον | 117 |
371 | ἰσχάδα κοπτήν | |
372 | ἐρίων πιναρῶν πόκον | |
373 | ἅγιος | |
374 | ἀγροβόας ἀνήρ | |
375 | ἀγυιεῖς | |
376 | Ἀδώνιον | |
377 | αἴγλη | 118 |
378 | αἰγυπτιάζειν | |
379ab | αἱμυλοπλόκος et αἱμυλόφρων | |
380 | ἀλαζών | |
381 | ἀμφίκαυστις | |
382 | ἄναλτον | |
383 | ἀνεξικώμη | |
384 | ἀνεπτερῶσθαι | 119 |
385 | ἄνοργοι | |
386 | ἀνταναγνῶναι | |
387 | ἀπαλλάξας | |
388 | ἀποκριπάμενος | |
389 | ἀρρενώπας | |
390 | ἅψω | |
391 | βαδίζου | |
392 | βαδισματίας | 120 |
393 | Βασιλεία | |
394 | Βολβός | |
395 | Βρέα | |
396 | βῶσον | |
397 | γαστροχάρυβδις | |
398 | γλύφειν | |
399 | γονατίζειν | |
400 | δασύποδα | 121 |
401 | Δεξώ | |
402 | διάλαος | |
403 | δουλοπρεπέστατα | |
404 | δυσβράκανον | |
405 | δυσθαλής | |
406 | δωδεκέται | 122 |
407 | ἐθέλεχθρον | |
408 | ἐλλοπίδας | |
409 | ἐναύεσθαι | |
410 | ἐπιλησμονή | |
411 | ἐρρῶσθαι | |
412 | εὐζωρότερον (εὔζωρον) | 123 |
413 | εὐθανάτως | |
414 | εὐπινής | |
415 | ἐφετίνδα | |
416 | ἡμίλουτοι | |
417 | θεόθυτα | |
418 | θηλάστριαν | |
419 | ἰωνόκυσος | 124 |
420 | καλαμώμενον | |
421 | κύαθος | |
422 | λαυροστάται | |
423 | λεπάσται | |
424 | μάσμα | |
425 | μελαγχρής | |
426 | μεσόκοπον | |
427 | μετεκβολή | 125 |
428 | μηνυτήν | |
429 | μικρολογήσομαι | |
430 | μίξοφρυν | |
431 | μναρόν | |
432 | οἰνωμένοι | |
433 | ὅμαιμος | |
434 | παναγάθη | |
435 | πανεύφρονα | |
436 | πολύμιτος | 126 |
437 | πρίονες | |
438 | πρότηθυς | |
439 | πωγωνίας | |
440 | ῥύγχος | |
441 | ῥύδην | |
442 | Σάγρα | |
443 | σαυνίον | 127 |
444 | σκῖρον | |
445 | στρωματίτης | |
446 | σφίγκτας | |
447 | σχιζίας | |
448 | ταμιεῖον | |
449 | τοκῶσα | |
450 | τροπαῖον | |
451 | φαγᾶς | 128 |
452 | χαλαίρυπος | |
453 | χειρονομησείοντας | |
454 | ψευδομαρτύριον | |
455 | ὠνυχισμένον | |
tit 456-462 | ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ | |
457 | σκανδάληθρ’ ἱστὰς ἐπῶν | |
458 | ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλέης πολεμαρχεῖ | 129 |
459 | τίς δέ ς’ ἐτύφλωσεν; τίς ἀφείλετο λαμπάδος αὐγάς; | |
460 | Ἐπειοῦ δειλότερος | |
461 | κεράμιον οἰνηρόν | |
462 | κυρηβάσασθαι | 130 |