TLG 0433 002 :: CRATES :: Fragmenta

CRATES Comic.
(Atheniensis: 5 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 2.1. Berlin: Reimer, 1839 (repr. Berlin: De Gruyter, 1970): 233–249.

Citation: Play — fragment — (line)

Gei

tit

ΓΕΙΤΟΝΕΣ.

Gei

1

Νῦν μὲν γὰρ ἡμῖν παιδικῶν ἅλις ὅκως περ ἀρνῶν ἐστι γαλαθηνῶν τε καὶ
χοίρων.233

Gei

2

Γλυκύτατον δ’ ὦζε βασιλείου μύρου.234

Her

tit

ΗΡΩΕΣ.

Her

1

Οὐκ ἀσκίῳ μεντἄρ’ ἐμορμολύττετο αὐτούς, ἐπεὶ τάδ’ ἔστ’ ἀληθῆ.

Her

2

Οὐκοῦν ἔτνους χρὴ δεῦρο τρύβλιον φέρειν καὶ τῆς ἀθάρης.

Her

3

Τὸν αὐχέν’ ἐκ γῆς ἀνεκὰς εἰς αὐτοὺς βλέπων.235

Her

4

Ἁλτῆρσι θυλάκοισι χρῆται τὸ μέγεθος.

Her

5

Ὁ κάνης δὲ τῆς κοίτης ὑπερέχειν μοι δοκεῖ.236

The

tit

ΘΗΡΙΑ.

The

1

Ἔπειτα δοῦλον οὐδὲ εἷς κεκτήσετ’ οὐδὲ δούλην. Β. ἀλλ’ αὐτὸς αὑτῷ δῆτ’ ἀνὴρ γέρων διακονήσει; Α. οὐ δῆθ’· ὁδοιποροῦντα γὰρ τὰ πάντ’ ἐγὼ ποιήσω. Β. τί δῆτα τοῦτ’ αὐτοῖς πλέον; Α. πρόσεισιν αὔθ’ ἕκαστον
5τῶν σκευαρίων, ὅταν καλῇ τι. παρατίθου τράπεζα. αὕτη, παρασκεύαζε σαυτήν. μάττε θυλακίσκε. ἔγχει κύαθε. ποὖσθ’ ἡ κύλιξ; διάνιζ’ ἰοῦσα σαυτήν. ἀνάβαινε μᾶζα. τὴν χύτραν χρῆν ἐξερᾶν τὰ τεῦτλα. ἰχθὺ βάδιζ’. ἀλλ’ οὐδέπω ’πὶ θάτερ’ ὀπτός εἰμι.
10οὔκουν μεταστρέψας σεαυτὸν ἁλσὶ πάσεις ἀλείφων;237

The

2

Ἀλλ’ ἀντίθες τοι· ἐγὼ γὰρ αὐτὰ πάμπαλιν τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς ἐπὶ κιόνων ὥσπερ διὰ τοῦ παιωνίου ἐπὶ τῆς θαλάττης, ὥσθ’ ἑκάστῳ ῥεύσεται
5εἰς τὴν πύελον. ἐρεῖ δέ, θὔδωρ ἀνέχεται. ἔπειτ’ ἀλάβαστος εὐθέως ἥξει μύρου
αὐτόματος, ὁ σπόγγος τε καὶ τὰ σάνδαλα.238

The

3

Καὶ τῶν ῥαφάνων ἕψειν χρὴ * * * ἰχθῦς τ’ ὀπτᾶν τούς τε ταρίχους, ἡμῶν δ’ ἄπο χεῖρας
2
ἔχεσθαι. Β. οὐκ ἄρ’ ἔτ’ οὐδὲν κρέας, ὡς ὑμεῖς λέγετ’, οὐδ’ ὁτιοῦν
3ἐδόμεσθα,
οὐδ’ ἐξ ἀγορᾶς οὐδὲ τάκωνας ποιησόμεθ’ οὐδ’ ἀλλᾶντας;239

The

4

Ἔχοντες εὐπαθῆ βίον παρουσίαν τε χρημάτων.

Lam

tit

ΛΑΜΙΑ.240

Lam

2

Ἔπη τριπήχη Θετταλικῶς τετμημένα.

Lam

3

Ἡμίεκτόν ἐστι χρυσοῦ, μανθάνεις, ὀκτὼ ’βολοί.241

Met

tit

ΜΕΤΟΙΚΟΙ.

Pai

tit

ΠΑΙΔΙΑΙ.

Pai

1

Τοῖς δὲ τραγῳδοῖς ἕτερος σεμνὸς πᾶσιν λόγος ἄλλος ὅδ’
1ἔστιν.242

Rhe

tit

ῬΗΤΟΡΕΣ.

Rhe

1

Κηφισιακαῖσι γογγυλίσιν ὅμοια πάνυ.243

Sam

tit

ΣΑΜΙΟΙ.

Sam

1

Σκυτίνῃ πότ’ ἐν χύτρᾳ τάριχος ἐλεφάντινον ἧψε ποντιὰς χελώνη πευκίνοισι κύμασιν, καρκίνοι ποδάνεμοί τε καὶ τανύπτεροι λύκοι ὑσοριμαχεῖν ἄνδρες οὐρανοῦ καττύματα
5παῖ’ ἐκεῖνον, ἄγχ’ ἐκεῖνον. ἐν Κέῳ τίς ἡμέρα;244

Sam

2

Ἵππῳ γηράσκοντι τὰ μείονα κύκλ’ ἐπίβαλλε.245

Tol

tit

ΤΟΛΜΑΙ.

Tol

1

Ποιμαίνει δ’ ἐπίσιτον, ῥιγῶντ’ ἐν Μεγαβύζου, δέξεταί τ’ ἐπὶ μισθῷ σῖτον.

Tol

2

Πρῶτα μὲν ταλαντιαῖος ὅστις ἔστ’ αὐτῶν λέγε.246

Eif

tit

EX INCERTIS FABULIS.

Eif

1

Ὠνείδισάς μοι γῆρας ὡς κακὸν μέγα, οὗ μὴ τυχόντι θάνατός ἐσθ’ ἡ ζημία, οὗ πάντες ἐπιθυμοῦμεν· ἂν δ’ ἔλθῃ ποτέ,
ἀνιώμεθ’· οὕτως ἐσμὲν ἀχάριστοι φύσει.247

Eif

2

Ὁ γὰρ χρόνος μ’ ἔκαμψε, τέκτων μὲν σοφός, ἅπαντα δ’ ἐργαζόμενος ἀσθενέστερα.

Eif

3

Ὡς δὲ μαλακὸν καὶ τέρεν τὸ χρωτίδιόν ἐστ’, ὦ θεοί. καὶ γὰρ ἐβλίμαζον αὐτήν, ἡ δ’ ἐφρόντιζ’ οὐδὲ ἕν.

Eif

4

Πάνυ γάρ ἐστιν ὡρικώτατα
τὰ τιτθί’ ὥσπερ μῆλον ἢ μιμαίκυλα.248

Eif

5

Ἀλλὰ σικύαν ποτιβάλλω σοι, καναταλὴς ἀποσχάσω.249