TLG 0432 002 :: CLEARCHUS :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Kithtit | ΚΙΘΑΡΩΙΔΟΣ. | |
Kith1 | Τήνδ’ ἐγώ μεστὴν ἅπαξ ἐπονομάσας προπίομαι συγγενέσι πίστωμα φιλίας, πιὼν δ’ ἐρῶ | |
τὰ λοιπά· πνίγομαι γάρ. Β. ἀλλ’ ἐπιρρόφει. | 562 | |
Kith2 | Γόγγρων τε λευκῶν πᾶσι τοῖς κολλώδεσι βρόχθιζε τούτοις γὰρ τρέφεται τὸ πνεῦμα καί τὸ φωνάριον ἡμῶν περίσαρκον γίγνεται. | |
Kortit | ΚΟΡΙΝΘΙΟΙ. | |
Kor1 | Εἰ τοῖς μεθυσκομένοις ἑκάστης ἡμέρας ἀλγεῖν συνέβαινε τὴν κεφαλὴν πρὸ τοῦ πιεῖν τὸν ἄκρατον, ἡμῶν οὐδὲ εἷς ἔπινεν ἄν. νυνὶ δὲ πρότερον τοῦ πόνου τὴν ἡδονήν | |
5 | προλαμβάνοντες ὑστεροῦμεν τἀγαθοῦ. | |
---|---|---|
Pantit | ΠΑΝΔΡΟΣΟΣ. | |
Pan1 | Λάβ’ ὕδωρ κατὰ χειρός. Β. μηδαμῶς. καλῶς ἔχει. Α. λάβ’ ὦγάθ’. οὐδὲν χεῖρον. ἡ παῖς ἐπιτίθει | |
ἐπὶ τὴν τράπεζαν κάρυα καὶ τραγήματα. | 563 | |
Eiftit | EX INCERTA FABULA. | |
Eif1 | Οἶνος Λέσβιος, | |
ὃν αὐτὸς ἐποίησεν ὁ Μάρων ἐμοὶ δοκῶ. | 564 |