TLG 0432 001 :: CLEARCHUS :: Fragmenta Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 408–410. frr. 1–5 Citation: Fragment — (line) | ||
tit 1-2 | ΚΙΘΑΡΩΙΔΟΣ | |
1 | τήνδ’ ἐγὼ | |
μεστὴν ἅπαξ ἐπονομάσας προπίομαι πίστωμα φιλίας συγγενέσι. πιὼν ἐρῶ τὰ λοιπά· πνίγομαι γάρ. Β. ἀλλ’ ἐπιρρόφει. | 408 | |
2 | γόγγρων τε λευκῶν πᾶσι τοῖς κολλώδεσι βρόχθιζε. τούτοις γὰρ τρέφεται τὸ πνεῦμα καὶ τὸ φωνάριον ἡμῶν περίσαργον γίνεται. | |
tit 3 | ΚΟΡΙΝΘΙΟΙ | |
3 | εἰ τοῖς μεθυσκομένοις ἑκάστης ἡμέρας ἀλγεῖν συνέβαινε τὴν κεφαλὴν πρὸ τοῦ πιεῖν τὸν ἄκρατον, ἡμῶν οὐδὲ εἷς ἔπινεν ἄν. νυνὶ δὲ πρότερον τοῦ πόνου τὴν ἡδονὴν | |
5 | προλαμβάνοντες ὑστεροῦμεν τἀγαθοῦ. | |
---|---|---|
tit 4 | ΠΑΝΔΡΟΣΟΣ | |
4 | λάβ’ ὕδωρ κατὰ χειρός. Β. μηδαμῶς· καλῶς ἔχει. Α. λάβ’, ὦγάθ’· οὐδὲν χεῖρον. ἡ παῖς, ἐπιτίθει | |
ἐπὶ τὴν τράπεζαν κάρυα καὶ τραγήματα. | 409 | |
tit 5 | ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ | |
5 | οἶνος Λέσβιος | |
ὃν αὐτὸς ἐποίησεν ὁ Μάρων μοι δοκῶ. | 410 |