TLG 0425 002 :: BATO :: Fragmenta

BATO Comic.
(3 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 4. Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 499–504.

Citation: Play — fragment — (line)

Ait

tit

ΑΙΤΩΛΟΣ.

Ait

1

Ἄνθρωπος ὢν ἔπταικας· ἐν δὲ τῷ βίῳ τέρας ἐστὶν εἴ τις εὐτύχηκε διὰ βίου.

And

tit

ΑΝΔΡΟΦΟΝΟΣ.

And

1

Τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ, τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν, τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα.
5ἄνθρωπ’ ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων νήφεις; τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς; τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον αὐτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει; ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ·
10τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς.
ἐγὼ δὲ τὰς προσόδους μεθύων καλὰς ποιῶ. ἔπειθ’ ἕωθεν περιάγεις τὴν λήκυθον, καταμανθάνων τοὔλαιον, ὥστε περιφέρειν ὡρολόγιον δόξει τις, οὐχὶ λήκυθον.499

And

2

Ἐξὸν γυναῖκ’ ἔχοντα κατακεῖσθαι καλήν, καὶ Λεσβίου χυτρῖδε λαμβάνειν δύο· ὁ φρόνιμός ἐστι τοῦτο, τοῦτο τἀγαθόν. Ἐπίκουρος ἔλεγε ταῦθ’ ἃ νῦν ἐγὼ λέγω.
5εἰ τοῦτον ἔζων πάντες ὃν ἐγὼ ζῶ βίον,
οὔτ’ ἄτοπος ἦν ἂν οὔτε μοιχὸς οὐδὲ εἷς.500

Eue

tit

ΕΥΕΡΓΕΤΑΙ.

Eue

1

Εὖ γ’ ὦ Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν, οὐδ’ ἀναγεγράμμεθ’, ἀλλὰ κάεται λύχνος, καὶ βιβλί’ ἐν ταῖς χερσί, καὶ φροντίζομεν τί Σόφων καταλέλοιπ’ ἢ τί Σημωνακτίδης
5ὁ Χῖος, ἢ Τυνδάριχος ὁ Σικυώνιος, ἢ Ζωπυρῖνος. Β. αὐτὸς εὕρηκας δὲ τί;
Α. τὰ μέγιστα. Β. ποῖα ταῦτα; Α. τοὺς τεθνηκότας—501

Syn

tit

ΣΥΝΕΞΑΠΑΤΩΝ.

Syn

1

Ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών, ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον ἀλλότριον αὐτοῦ, καὶ πότους ἑωθινούς πίνει διὰ σὲ νῦν πρότερον οὐκ εἰθισμένον.
5Β. εἶτ’ εἰ μεμάθηκε, δέσποτα, ζῆν ἐγκαλεῖς; Α. ζῆν δ’ ἐστὶ τὸ τοιοῦθ’; Β. ὡς λέγουσιν οἱ σοφοί. ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθόν τὴν ἡδονὴν δήπουθεν. οὐκ ἔστιν δ’ ἔχειν ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν παγκάλως
10εὔσως ἅπαντας ἦ τυχὸν δώσεις ἐμοί. Α. ἑόρακας οὖν φιλόσοφον εἰπέ μοί τινα μεθύοντ’ ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον; Β. ἅπαντας. οἱ γὰρ τὰς ὀφρῦς ἐπηρκότες καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
15καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα, οὕτως ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ, ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου, καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
ὥστ’ ἐκπεπλῆχθαι πάντας.502

Eif

tit

EX INCERTIS FABULIS.

Eif

1

Πολλῶν σφόδρ’ ὄντων χἀτέρων ἐν τῷ βίῳ ἐφ’ οἷς ἅπαντες εἰκότως θορυβούμεθα, μάλιστ’ ἐμοὶ δήπουθε κινοῦσιν χολήν
οἱ τῶν τρόπων φάσκοντες ἐπιεικῶς ἐρᾶν503
5καὶ λανθάνειν δοκοῦντες, ὅτι πεπλασμένως τὸ πρᾶγμα παρακεντοῦσι κοὐκ ἀληθινῶς. τίνα γὰρ ἔχει, πρὸς τῆς Ἀθηνᾶς, διαφοράν ὁ τῶν νεωτέρων τε καὶ λείων τρόπος
παρ’ ὃν οἱ δασεῖς ἔχουσι καὶ προβεβηκότες;504