TLG 0425 001 :: BATO :: Fragmenta Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 326–329. frr. 1–5, 7 Citation: Fragment — (line) | ||
tit 1 | ΑΙΤΩΛΟΣ | |
1 | ἄνθρωπος ὢν ἔπταικας· ἐν δὲ τῷ βίῳ τέρας ἐστὶν εἴ τις ηὐτύχηκε διὰ βίου. | |
tit 2-3 | ΑΝΔΡΟΦΟΝΟΣ | |
2 | τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ, τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν, τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα. | |
5 | ἄνθρωπ’ ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων νήφεις; τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς; τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον σαυτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει; ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ· | |
---|---|---|
10 | τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς. ἐγὼ δὲ τὰς προσόδους μεθύων καλὰς ποιῶ. ἔπειθ’ ἕωθεν περιάγεις τὴν λήκυθον, καταμανθάνων τοὔλαιον, ὥστε περιφέρειν | |
ὡρολόγιον δόξεις τι, οὐχὶ λήκυθον. | 326 | |
3 | ἐξὸν γυναῖκ’ ἔχοντα κατακεῖσθαι καλὴν καὶ Λεσβίου χυτρῖδε λαμβάνειν δύο· ὁ φρόνιμός ἐστι τοῦτο, τοῦτο τἀγαθόν. Ἐπίκουρος ἔλεγε ταῦθ’ ἃ νῦν ἐγὼ λέγω. | |
5 | εἰ τοῦτον ἔζων πάντες ὃν ἐγὼ ζῶ βίον, οὔτ’ ἄτοπος ἦν ἂν οὔτε μοιχὸς οὐδὲ εἷς. | |
tit 4 | ΕΥΕΡΓΕΤΑΙ | |
4 | εὖ γ’, ὦ Σιβύνη, τὰς νύκτας οὐ καθεύδομεν, οὐδ’ ἀνατετράμμεθ’, ἀλλὰ κάεται λύχνος, καὶ βυβλίον ἐν ταῖς χερσί, καὶ φροντίζομεν τί Σόφων καταλέλοιπ’ ἢ τί Σημωνακτίδης | |
5 | ὁ Χῖος, ἢ Τυνδάριχος ὁ Σικυώνιος, ἢ Ζωπυρῖνος. Β. αὐτὸς εὕρηκας δὲ τί; | |
Α. τὰ μέγιστα. Β. ποῖα ταῦτα; Α. τοὺς τεθνηκότας— | 327 | |
tit 5-6 | ΣΥΝΕΞΑΠΑΤΩΝ | |
5 | ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών, ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον ἀλλότριον αὐτοῦ, καὶ πότους ἑωθινοὺς πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος. | |
5 | Β. εἶτ’ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς; Α. ζῆν δ’ ἐστὶ τὸ τοιοῦθ’; Β. ὡς λέγουσί γ’ οἱ σοφοί. ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν τὴν ἡδονὴν δήπουθεν· οὐκ ἔστιν δ’ ἔχειν ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν παγκάλως | |
10 | ἴσως ἅπαντας εὐτυχεῖν δώσεις ἐμοί. Α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ μεθύοντ’ ἐπὶ τούτοις θ’ οἷς λέγεις ζηλούμενον; Β. ἅπαντας· οἱ γοῦν τὰς ὀφρῦς ἐπηρκότες καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις | |
15 | καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα, οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ, ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος, | |
ὥστ’ ἐκπεπλῆχθαι πάντας. | 328 | |
tit 7-8 | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | |
7 | πολλῶν σφόδρ’ ὄντων χἀτέρων ἐν τῷ βίῳ ἐφ’ οἷς ἅπαντες εἰκότως θορυβούμεθα, μάλιστ’ ἐμοὶ δήπουθε κινοῦσιν χολὴν οἱ τῶν τρόπων φάσκοντες ἐπιεικῶς ἐρᾶν | |
5 | καὶ λανθάνειν δοκοῦντες, ὅτι πεπλασμένως τὸ πρᾶγμα περιπέττουσι κοὐκ ἀληθινῶς. τίνα γὰρ ἔχει, πρὸς τῆς Ἀθηνᾶς, διαφορὰν ὁ τῶν νεωτέρων τε καὶ λείων τρόπος | |
παρ’ ὃν οἱ δασεῖς ἔχουσι καὶ προβεβηκότες; | 329 |