TLG 0424 002 :: AXIONICUS :: Fragmenta

AXIONICUS Comic.
(4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 3. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 530–536.

Citation: Play — fragment — (line)

Tyr

tit

ΤΥΡΡΗΝΟΣ.

Tyr

1

Ὁ Πυθόδηλος οὑτοσὶ ὁ Βαλλίων προσέρχετ’ ἐπικαλούμενος, μεθύουσά τ’ ἐξόπισθεν ἡ σοφωτάτη
ἀποτυμπανισχὰς κατὰ πόδας πορεύεται.530

Tyr

2

Οἶνος οὐκ ἔνεστι αὐτοῖς πρὸς ἑταίρους πρόφασιν ἐπὶ κῶμόν τινας, ὅπερ ποιεῖν εἴωθε Γρυλλίων ἀεί.

Phileu

tit

ΦΙΛΕΥΡΙΠΙΔΗΣ.

Phileu

1

Ἄλλον δ’ ἰχθὺν μεγέθει πίσυνόν τινα τοῖσδε τόποις ἥκει κομίσας γλαῦκός τις ἐν πόντῳ γαλεοὺς
5σῖτον ὀψοφάγων καὶ λίχνων ἀνδρῶν ἀγάπημα φέρων κατὰ τῶν ὤμων. τίνα τῷδ’ ἐνέπω τὴν σκευασίαν;
πότερον χλωρῷ τρίμματι βρέξας, ἢ τῆς ἀγρίας ἅλμης πάσμασι531
10σῶμα λιπάνας πυρὶ παμφλέκτῳ παραδώσω; ἔφα τις ὡς ἅλμῃ θερμῇ τοῦτο φάγοι γ’ ἑφθὸν ἀνὴρ Μοσχίων φίλαυλος. βοᾷ δ’ ὄνειδος ἴδιον, ὦ Καλαίδη·
15σὺ μὲν ἀμφὶ σῦκα καὶ ἀμφὶ τάριχ’ ἀγάλλει,
τοῦ δ’ ἐν ἅλμῃ παρεόντος οὐ γεύει χαρίεντος ὄψου.532

Phili

tit

ΦΙΛΙΝΝΑ.

Phili

1

Γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ.

Cha

tit

ΧΑΛΚΙΔΙΚΟΣ533

Cha

1

Ὅτε τοῦ παρασιτεῖν πρῶτον ἠράσθην μετὰ Φιλοξένου τῆς Πτερνοκοπίδος νέος ἔτ’ ὤν, πληγὰς ὑπέμενον κονδύλων καὶ τρυβλίων ὀστῶν τε τὸ μέγεθος τοσαύτας ὥστε με
5ἐνίοτε τοὐλάχιστον ὀκτὼ τραύματα ἔχειν· ἐλυσιτέλει γάρ· ἥττων εἰμὶ γὰρ τῆς ἡδονῆς. ἔπειτα καὶ τρόπον τινὰ τὸ πρᾶγμά μοι λυσιτελὲς εἶναι νενόμικα. οἷον φίλερίς τίς ἐστι καὶ μάχεταί τί μοι·
10μετεβαλόμην πρὸς τοῦτον, ὅσα τ’ εἴρηκέ με κακῶς ὁμολογῶν εὐθέως οὐ βλάπτομαι. πονηρὸς ὤν τε χρηστὸς εἶναί φησί τις, ἐγκωμιάζων τοῦτον ἀπέλαβον χάριν. γλαύκου βεβρωκὼς τέμαχος ἑφθὸν τήμερον
15αὔριον ἕωλον τοῦτ’ ἔχων οὐκ ἄχθομαι.
τοιοῦτος ὁ τρόπος ἐστὶν ἡ φύσις τέ μου.534

Cha

2

Ζωμὸν ποιῶ θερμὸν ἰχθὺν ἐπαναπλάττων, ἡμίβρωτα λείψανα συντιθείς, οἴονται ἄνω ἔντερ’ ἁλὶ καὶ σιλφίῳ σφενδονῶν, ἀλλᾶντα τέμνω, παραφέρω χορδῆς τόμον,
5ῥύγχος εἰς ὄξος πιέζων, ὥστε πάντας ὁμολογεῖν τῶν γάμων κρείττω γεγονέναι τὴν ἕωλον ἡμέραν.

Cha

3

Τρύβλια, χύτρα, λοπάδιον, ὀξίς, χοῦς, ἁμίς, λεκάνη, θυΐα, κάνθαρος, σείσων, λύχνος.
Β. ὑπηρεσία σοι παντελής, γραῦ, κεραμίων.535

EFI

tit

EX FABULIS INCERTIS.

EFI

1

Ὅταν δανείζῃ τις πονηρῷ χρήματα ἀνήρ, δικαίως ἀντὶ τῶν τόκων ἔχει
λύπας.536