TLG 0424 001 :: AXIONICUS :: Fragmenta

AXIONICUS Comic.
(4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 411–416.

frr. 1–10

Citation: Fragment — (line)

tit 1-2

ΤΥΡΡΗΝΟΣ411

1

ὁ Πυθόδηλος οὑτοσὶ ὁ Βαλλίων προσέρχετ’ ἐπικαλούμενος, μεθύουσά τ’ ἐξόπισθεν ἡ σοφωτάτη ἀποτυμπανισχὰς κατὰ πόδας πορεύεται.

2

οἶνος οὐκ ἔνεστιν αὐτοῖς πρὸς ἑταίρους πρόφασιν ἐπὶ κῶμόν τινας, ὅπερ ποιεῖν εἴωθε Γρυλίων ἀεί.

tit 3-4

ΦΙΛΕΥΡΙΠΙΔΗΣ

3

οὕτω γὰρ ἐπὶ τοῖς μέλεσι τοῖς Εὐριπίδου ἄμφω νοσοῦσιν, ὥστε τἄλλ’ αὐτοῖς δοκεῖν
εἶναι μέλη γιγγραντὰ καὶ κακὸν μέγα.412

4

ἄλλον δ’ ἰχθὺν μεγέθει πίσυνόν τινα τοῖσδε τόποις ἥκει κομίσας γλαῦκός τις ἐν πόντῳ γαλεοὺς
5σῖτον ὀψοφάγων καὶ λίχνων ἀνδρῶν ἀγάπημα φέρων κατ’ ὤμων. τίνα τῷδ’ ἐνέπω τὴν σκευασίαν; πότερον χλωρῷ τρίμματι βρέξας, ἢ τῆς ἀγρίας ἅλμης πάσμασι
10σῶμα λιπάνας πυρὶ παμφλέκτῳ παραδώσω; ἔφα τις ὡς ἐν ἅλμῃ θερμῇ τοῦτο φάγοι γ’ ἑφθὸν ἀνὴρ Μοσχίων φίλαυλος. βοᾷ δ’ ὄνειδος ἴδιον, ὦ Καλαίδη·
15σὺ μὲν ἀμφὶ σῦκα καὶ ἀμφὶ τάριχ’ ἀγάλλει,
τοῦ δ’ ἐν ἅλμῃ παρεόντος οὐ γεύει χαρίεντος ὄψου.413

tit 5

ΦΙΛΙΝΝΑ

5

γυναικὶ δὴ πίστευε μὴ πίνειν ὕδωρ.

tit 6-8

ΧΑΛΚΙΔΙΚΟΣ

6

ὅτε τοῦ παρασιτεῖν πρῶτον ἠράσθην μετὰ Φιλοξένου τῆς Πτερνοκοπίδος νέος ἔτ’ ὤν, πληγὰς ὑπέμενον κονδύλων καὶ τρυβλίων ὀστῶν τε τὸ μέγεθος τοσαύτας ὥστε με
5ἐνίοτε τοὐλάχιστον ὀκτὼ τραύματα ἔχειν· ἐλυσιτέλει γάρ· ἥττων εἰμὶ γὰρ τῆς ἡδονῆς. ἔπειτα καὶ τρόπον τινὰ τὸ πρᾶγμά μοι λυσιτελὲς εἶναι νενόμικα. οἷον φίλερίς τίς ἐστι καὶ μάχεταί τί μοι·
10μετεβαλόμην πρὸς τοῦτον, ὅσα τ’ εἴρηκέ με κακῶς ὁμολογῶν εὐθέως οὐ βλάπτομαι. πονηρὸς ὤν τε χρηστὸς εἶναί φησί τις· ἐγκωμιάζων τοῦτον ἀπέλαβον χάριν. γλαύκου βεβρωκὼς τέμαχος ἑφθὸν τήμερον
15αὔριον ἕωλον τοῦτ’ ἔχων οὐκ ἄχθομαι.
τοιοῦτος ὁ τρόπος ἐστὶν ἡ φύσις τέ μου.414

7

τρύβλια, χύτρα, λοπάδιον, ὀξίς, χοῦς, ἁμίς, λεκάνη, θυΐα, κάνθαρος, σείσων, λύχνος. Β. ὑπηρεσία σοι παντελής, γραῦ, κεραμίων.

8

ζωμὸν ποιῶ θερμὸν ἰχθὺν ἐπαναπλάττων, ἡμίβρωτα λείψανα συντιθείς, οἴνῳ διαίνων, ἔντερ’ ἁλὶ καὶ σιλφίῳ σφενδονῶν, ἀλλᾶντα τέμνω, παραφέρω χορδῆς τόμον,
5ῥύγχος εἰς ὄξος πιέζων, ὥστε πάντας ὁμολογεῖν τῶν γάμων κρείττω γεγονέναι τὴν ἕωλον ἡμέραν.

tit 9-10

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

9

εἰ Μελέαγρος μὲν συγγενεῖς αὑτοῦ δύο
διὰ δέρμ’ ὕειον μαχομένους ἀπέκτονεν.415

10

ὅταν δανείζῃ τις πονηρῷ χρήματα
ἀνὴρ δικαίως τὸν τόκον λύπας ἔχει.416