TLG 0422 002 :: ATHENIO :: Fragmentum

ATHENIO Comic.
(3 B.C.)

Fragmentum

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 4. Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 557–558.

Citation: Play — fragment — (line)

Sam

tit

ΣΑΜΟΘΡΑιΚΕΣ.

Sam

1

Οὐκ οἶσθ’ ὅτι πάντων ἡ μαγειρικὴ τέχνη πρὸς εὐσέβειαν πλεῖστα προσενήνεχθ’ ὅλως; Β. τοιοῦτόν ἐστι τοῦτο; Α. πάνυ γε, βάρβαρε. τοῦ θηριώδους καὶ παρασπόνδου βίου
5ἡμᾶς γὰρ ἀπολύσασα καὶ τῆς δυσχεροῦς ἀλληλοφαγίας, ἤγαγ’ εἰς τάξιν τινά, καὶ τουτονὶ περιῆψεν ὃν νυνὶ βίον ζῶμεν. Β. τίνα τρόπον; Α. πρόσεχε, κἀγώ σοι φράσω. ἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν,
10γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος θύσας ἱερεῖον πρῶτος ὤπτησεν κρέας. ὡς δ’ ἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν, αὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα θύοντες ὤπτων. ὡς δ’ ἅπαξ τῆς ἡδονῆς
15ἐμπειρίαν τίν’ ἔλαβον, ἀρχῆς γενομένης,
ἐπὶ πλεῖον ηὖξον τὴν μαγειρικὴν τέχνην. ὅθεν ἔτι καὶ νῦν τῶν πρότερον μεμνημένοι τὰ σπλάγχνα τοῖς θεοῖσιν ὀπτῶσιν φλογί ἅλας οὐ προσάγοντες· οὐ γὰρ ἦσαν οὐδέπω557
20εἰς τὴν τοιαύτην χρῆσιν ἐξευρημένοι. ὡς δ’ ἤρες’ αὐτοῖς ὕστερον, καὶ τοὺς ἅλας προσάγουσιν ἤδη τῶν ἱερῶν γεγραμμένων, τὰ πάτρια διατηροῦντες, ἅπερ ἡμῖν μόνα ἅπασιν ἀρχὴ γέγονε τῆς σωτηρίας,
25τὸ προσφιλοτεχνεῖν διά τε τῶν ἡδυσμάτων ἐπὶ πλεῖον αὔξειν τὴν μαγειρικὴν τέχνην. Β. καινὸς γάρ ἐστιν οὑτοσὶ Παλαίφατος. Α. μετὰ ταῦτα γαστρίον τις ὠνθυλευμένον προϊόντος εἰσηνέγκατ’ ἤδη τοῦ χρόνου·
30ἐρίφιον ἐτακέρωσε, πνικτὸν διέλαβεν, περικομματίῳ διεγίγγρας’ ὑποκρούσας γλυκεῖ, ἰχθὺν παρεισεκύκλησεν οὐδ’ ὁρώμενον, λάχανον, τάριχος πολυτελές, χόνδρον, μέλι. ὡς πολὺ δὲ διὰ τὰς ἡδονὰς ἃς νῦν λέγω
35ἀπεῖχ’ ἕκαστος τοῦ φαγεῖν ἂν ἔτι νεκροῦ, αὑτοῖς ἅπαντες ἠξίουν συζῆν, ὄχλος ἠθροίζετ’, ἐγένονθ’ αἱ πόλεις οἰκούμεναι διὰ τὴν τέχνην, ὅπερ εἶπα, τὴν μαγειρικήν. Β. ἄνθρωπε χαῖρε, περὶ πόδ’ εἶ τῷ δεσπότῃ.
40Α. καταρχόμεθ’ ἡμεῖς οἱ μάγειροι, θύομεν, σπονδὰς ποιοῦμεν, τῷ μάλιστα τοὺς θεούς ἡμῖν ὑπακούειν διὰ τὸ ταῦθ’ εὑρηκέναι τὰ μάλιστα συντείνοντα πρὸς τὸ ζῆν καλῶς. Β. ὑπὲρ εὐσεβείας οὖν ἀφεὶς παῦσαι λέγων.
45Α. ἥμαρτον. Β. ἀλλὰ δεῦρο σὺ ξυνείσιθι
ἐμοί, τά τ’ ἔνδον εὐτρεπῆ ποίει λαβών.558