TLG 0422 001 :: ATHENIO :: Fragmentum Fragmentum Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 369–370. fr. 1 Citation: Fragment — (line) | ||
tit 1 | ΣΑΜΟΘΡΑΙΚΕΣ | |
1 | οὐκ οἶσθ’ ὅτι πάντων ἡ μαγειρικὴ τέχνη πρὸς εὐσέβειαν πλεῖστα προενήνεχθ’ ὅλως; Β. τοιοῦτόν ἐστι τοῦτο; Α. πάνυ γε, βάρβαρε. τοῦ θηριώδους καὶ παρασπόνδου βίου | |
5 | ἡμᾶς γὰρ ἀπολύσασα καὶ τῆς δυσχεροῦς ἀλληλοφαγίας, ἤγαγ’ εἰς τάξιν τινά, καὶ τουτονὶ περιῆψεν ὃν νυνὶ βίον ζῶμεν. Β. τίνα τρόπον; Α. πρόσεχε, κἀγώ σοι φράσω. ἀλληλοφαγίας καὶ κακῶν ὄντων συχνῶν, | |
---|---|---|
10 | γενόμενος ἄνθρωπός τις οὐκ ἀβέλτερος θύσας ἱερεῖον πρῶτος ὤπτησεν κρέας. ὡς δ’ ἦν τὸ κρέας ἥδιον ἀνθρώπου κρεῶν, αὑτοὺς μὲν οὐκ ἐμασῶντο, τὰ δὲ βοσκήματα θύοντες ὤπτων. ὡς δ’ ἅπαξ τῆς ἡδονῆς | |
15 | ἐμπειρίαν τιν’ ἔλαβον, ἀρχῆς γενομένης, ἐπὶ πλεῖον ηὖξον τὴν μαγειρικὴν τέχνην. | |
ὅθεν ἔτι καὶ νῦν τῶν πρότερον μεμνημένοι τὰ σπλάγχνα τοῖς θεοῖσιν ὀπτῶσιν φλογὶ ἅλας οὐ προσάγοντες· οὐ γὰρ ἦσαν οὐδέπω | 369 | |
20 | εἰς τὴν τοιαύτην χρῆσιν ἐξηυρημένοι. ὡς δ’ ἤρες’ αὐτοῖς ὕστερον, καὶ τοὺς ἅλας προσάγουσιν ἤδη τῶν ἱερῶν γεγραμμένων τὰ πάτρια διατηροῦντες, ἅπερ ἡμῖν μόνα ἅπασιν ἀρχὴ γέγονε τῆς σωτηρίας, | |
25 | τὸ προσφιλοτεχνεῖν διά τε τῶν ἡδυσμάτων ἐπὶ πλεῖον αὔξειν τὴν μαγειρικὴν τέχνην. Β. καινὸς πάρεστιν οὑτοσὶ Παλαίφατος. Α. μετὰ ταῦτα γαστρίον τις ὠνθυλευμένον προϊόντος εἰσηνέγκατ’ ἤδη τοῦ χρόνου· | |
30 | ἐρίφιον ἐτακέρωσε, πνικτῷ διέλαβεν περικομματίῳ, διεγίγγρας’ ὑποκρούσας γλυκεῖ, ἰχθὺν παρεισεκύκλησεν οὐδ’ ὁρώμενον, λάχανον, τάριχος, πουλύποδας, χόνδρον, μέλι. ὡς πολὺ δὲ διὰ τὰς ἡδονὰς ἃς νῦν λέγω | |
35 | ἀπεῖχ’ ἕκαστος τοῦ φαγεῖν ἂν ἔτι νεκροῦ, αὑτοῖς ἅπαντες ἠξίουν συζῆν, ὄχλος ἠθροίζετ’, ἐγένονθ’ αἱ πόλεις, οἰκούμεναι διὰ τὴν τέχνην, ὅπερ εἶπα, τὴν μαγειρικήν. Β. ἄνθρωπε, χαῖρε· περὶ πόδ’ εἶ τῷ δεσπότῃ. | |
40 | Α. καταρχόμεθ’ ἡμεῖς οἱ μάγειροι, θύομεν, σπονδὰς ποιοῦμεν, τῷ μάλιστα τοὺς θεοὺς ἡμῖν ὑπακούειν διὰ τὸ ταῦθ’ εὑρηκέναι τὰ μάλιστα συντείνοντα πρὸς τὸ ζῆν καλῶς. Β. ὑπὲρ εὐσεβείας οὖν ἀφεὶς παῦσαι λέγων, | |
45 | ἥμαρτον· ἀλλὰ δεῦρο σὺ ξυνείσιθι | |
ἐμοί, τά τ’ ἔνδον εὐτρεπῆ ποίει λαβών. | 370 |