TLG 0421 002 :: ARISTOPHON :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Babtit | ΒΑΒΙΑΣ. | |
Bab1 | Σαφὴς ὁ χειμών ἐστι· τῆς πενίας λύχνος ἅπαντα φαίνει τὰ κακὰ καὶ τὰ δυσχερῆ. | |
Didtit | ΔΙΔΥΜΟΙ Η ΠΥΡΑΥΛΟΣ. | |
Did1 | Ἔπειθ’ ἡπάτια καὶ νῆστίν τινα | |
προσέθηκεν, οἶμαι, πεντέχαλκον προσλαβών. | 356 | |
Iattit | ΙΑΤΡΟΣ. | |
Iat1 | Βούλομαι δ’ αὐτῷ προειπεῖν οἷός εἰμι τοὺς τρόπους. ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὥστ’ ἤδη πάλαι * * * ζωμὸς καλοῦμαι. δεῖ τιν’ ἄρασθαι μέσον τῶν παροινούντων, παλαιστὴν νόμισον Ἀργεῖόν μ’ ὁρᾶν. | |
5 | προσβαλεῖν πρὸς οἰκίαν δεῖ, κριός· ἀναβῆναί τι πρός κλιμάκιον * * Καπανεύς, ὑπομένειν πληγὰς ἄκμων, κονδύλους πλάττειν δὲ Τελαμών, τοὺς καλοὺς πειρᾶν | |
---|---|---|
7 | καπνός. | 357 |
Iat2 | Αἱ τῶν ἑταιρῶν γὰρ διοπετεῖς οἰκίαι | |
γεγόνασιν ἄβατοι τοῖς ἔχουσι μηδὲ ἕν. | 358 | |
Kaltit | ΚΑΛΛΩΝΙΔΗΣ. | |
Kal1 | Κακὸς κακῶς γένοιθ’ ὁ γήμας δεύτερος θνητῶν· ὁ μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει· οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακόν ἐλάμβανεν γυναῖχ’· ὁ δ’ ὕστερον λαβών | |
5 | εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν. | |
Partit | ΠΑΡΑΚΑΤΑΘΗΚΗ. | |
Par1 | Αἰσχρὸν γενέσθαι πτωχὸν ἀσθενῆ θ’ ἅμα. | |
Peitit | ΠΕΙΡΙΘΟΥΣ. | |
Pei1 | Καὶ μὴν διέφθαρταί γε τοὔψον παντελῶς· κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι. Β. αἷς τὰς θύρας κλείουσιν; Α. οὔ· θύννου μὲν οὖν. | |
Β. σεμνὸν τὸ βρῶμα. Α. καὶ τρίτη Λακωνική. | 359 | |
Platit | ΠΛΑΤΩΝ. | |
Pla1 | Ἐν ἡμέραις τρισίν ἰσχνότερον αὐτὸν ἀποφανῶ Φιλιππίδου. Β. οὕτως ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς; | |
Pythtit | ΠΥΘΑΓΟΡΙΣΤΗΣ. | |
Pyth1 | Πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἕν | |
νόμιζ’ ὁρᾶν Τιθύμαλλον ἢ Φιλιππίδην. ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος, | 360 | |
5 | ὑπαίθριος χειμῶνα διάγειν κόψιχος, πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν τέττιξ, ἐλαίῳ μήτε χρῆσθαι μήθ’ ὁρᾶν κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς. | |
Pyth2 | Εἶτ’ οὐ δικαίως ἔστ’ ἀπεψηφισμένος ὑπὸ τῶν θεῶν τῶν δώδεκ’ εἰκότως τ’ Ἔρως; ἐτάραττε κἀκείνους γάρ, ἐμβάλλων στάσεις, ὅτ’ ἦν μετ’ αὐτῶν· ὡς δὲ λίαν ἦν θρασύς | |
5 | καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερά, ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν, δεῦρ’ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω, τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν | |
ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων. | 361 | |
Pyth3 | Πρὸς τῶν θεῶν οἰόμεθα, τοὺς πάλαι ποτέ τοὺς Πυθαγοριστὰς γενομένους οὕτως ῥυπᾶν ἑκόντας, ἢ φορεῖν τρίβωνας ἡδέως; οὐκ ἔστι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ· | |
5 | ἀλλ’ ἐξ ἀνάγκης, οὐκ ἔχοντες οὐδὲ ἕν, τῆς εὐτελείας πρόφασιν εὑρόντες καλήν ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους. ἐπεὶ παράθες αὐτοῖσιν ἰχθῦς ἢ κρέας, κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους, | |
10 | ἐθέλω κρέμασθαι δεκάκις. | |
Pyth4-5 | Ἔφη τε καταβὰς εἰς δίαιταν τῶν κάτω ἰδεῖν ἑκάστους, διαφέρειν δὲ πάμπολυ τοὺς Πυθαγοριστὰς τῶν νεκρῶν· μόνοισι γάρ | |
τούτοισι τὸν Πλούτωνα συσσιτεῖν ἔφη, | 362 | |
5 | δι’ εὐσέβειαν. Β. εὐχερῆ θεὸν λέγεις, εἰ τοῖς ῥύπου μεστοῖσιν ἥδεται ξυνών. | |
6 | * * * * Ἐσθίουσι δέ λάχανά τε καὶ πίνουσιν ἐπὶ τούτοις ὕδωρ· φθεῖρας δὲ καὶ τρίβωνα τήν τ’ ἀλουσίαν | |
10 | οὐδεὶς ἂν ὑπομείνειε τῶν νεωτέρων. | |
Phitit | ΦΙΛΩΝΙΔΗΣ. | |
Phi1 | Τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης δι’ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα, ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην, προσφέρων ἔδωκεν, οἶμαι, χρηστότητος οὕνεκα. | |
5 | εἶτ’ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως. | 363 |
EFItit | EX FABULIS INCERTIS. | |
EFI1 | Τὸ τέλος ἅπασίν ἐστι τοῖς πτωχοῖσι νύξ· | |
ἐπισκοτεῖ γὰρ τοῖς κακοῖσι πανταχοῦ. | 364 |