TLG 0421 001 :: ARISTOPHON :: Fragmenta

ARISTOPHON Comic.
(4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 276–281.

frr. 1–15

Citation: Fragment — (line)

tit 1

ΒΑΒΙΑΣ

1

σαφὴς ὁ χειμών ἐστι τῆς πενίας λύχνος· ἅπαντα φαίνει τὰ κακὰ καὶ τὰ δυσχερῆ.

tit 2

ΔΙΔΥΜΟΙ Η ΠΥΡΑΥΝΟΣ

2

ἔπειθ’ ἡπάτια καὶ νῆστίν τινα προσέθηκεν, οἶμαι, πεντέχαλκον προσλαβών.

tit 3-4

ΙΑΤΡΟΣ

3

αἱ τῶν ἑταιρῶν γὰρ διοπετεῖς οἰκίαι·
γεγόνασιν ἄβατοι τοῖς ἔχουσι μηδὲ ἕν.276

4

βούλομαι δ’ αὐτῷ προειπεῖν οἷός εἰμι τοὺς τρόπους. ἄν τις ἑστιᾷ, πάρειμι πρῶτος, ὥστ’ ἤδη πάλαι . . . ζωμὸς καλοῦμαι. δεῖ τιν’ ἄρασθαι μέσον τῶν παροινούντων, παλαιστὴν νόμισον Ἀργεῖόν μ’ ὁρᾶν.
5προσβαλεῖν πρὸς οἰκίαν δεῖ, κριός· ἀναβῆναί τι πρὸς κλιμάκιον . . Καπανεύς, ὑπομένειν πληγὰς ἄκμων, κονδύλους πλάττειν δὲ Τελαμών, τοὺς καλοὺς πειρᾶν καπνός.

tit 5

ΚΑΛΛΩΝΙΔΗΣ

5

κακὸς κακῶς γένοιθ’ ὁ γήμας δεύτερος
θνητῶν· ὁ μὲν γὰρ πρῶτος οὐδὲν ἠδίκει· οὔπω γὰρ εἰδὼς οὗτος οἷον ἦν κακὸν ἐλάμβανεν γυναῖχ’· ὁ δ’ ὕστερον λαβὼν277
5εἰς προὖπτον εἰδὼς αὑτὸν ἐνέβαλεν κακόν.

tit 6

ΠΑΡΑΚΑΤΑΘΗΚΗ

6

αἰσχρὸν γενέσθαι πτωχὸν ἀσθενῆ θ’ ἅμα.

tit 7

ΠΕΡΙΘΟΥΣ

7

καὶ μὴν διέφθαρταί γε τοὔψον παντελῶς· κλεῖδες μὲν ὀπταὶ δύο παρεσκευασμέναι. Β. αἷς τὰς θύρας κλείουσι; Α. θύννου μὲν οὖν.
Β. σεμνὸν τὸ βρῶμα. Γ. καὶ τρίτη Λακωνική.278

tit 8

ΠΛΑΤΩΝ

8

ἐν ἡμέραις τρισὶν ἰσχνότερον αὐτὸν ἀποφανῶ Φιλιππίδου. Β. οὕτως ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς;

tit 9-13

ΠΥΘΑΓΟΡΙΣΤΗΣ

9

πρὸς τῶν θεῶν οἰόμεθα, τοὺς πάλαι ποτὲ τοὺς Πυθαγοριστὰς γινομένους οὕτως ῥυπᾶν ἑκόντας, ἢ φορεῖν τρίβωνας ἡδέως; οὐκ ἔστι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ·
5ἀλλ’ ἐξ ἀνάγκης, οὐκ ἔχοντες οὐδὲ ἕν, τῆς εὐτελείας πρόφασιν εὑρόντες καλὴν ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους. ἐπεὶ παράθες αὐτοῖσιν ἰχθῦς ἢ κρέας, κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους,
10ἐθέλω κρέμασθαι δεκάκις.279

10

πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἓν νόμιζ’ ὁρᾶν Τιθύμαλλον ἢ Φιλιππίδην. ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος,
5ὑπαίθριος χειμῶνα διάγειν κόψιχος, πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν τέττιξ, ἐλαίῳ μήτε χρῆσθαι μήθ’ ὁρᾶν κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς.

11

εἶτ’ οὐ δικαίως ἔστ’ ἀπεψηφισμένος ὑπὸ τῶν θεῶν τῶν δώδεκ’ εἰκότως τ’ Ἔρως; ἐτάραττε κἀκείνους γὰρ ἐμβάλλων στάσεις, ὅτ’ ἦν μετ’ αὐτῶν· ὡς δὲ λίαν ἦν θρασὺς
5καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερά, ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν, δεῦρ’ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω, τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων.

12-13

ἔφη καταβὰς εἰς τὴν δίαιταν τῶν κάτω ἰδεῖν ἑκάστους, διαφέρειν δὲ πάμπολυ
τοὺς Πυθαγοριστὰς τῶν νεκρῶν· μόνοισι γὰρ τούτοισι τὸν Πλούτωνα συσσιτεῖν ἔφη280
5δι’ εὐσέβειαν. Β. εὐχερῆ θεὸν λέγεις, εἰ τοῖς ῥύπου μεστοῖσιν ἥδεται ξυνών.
6. . . . . . . . . . . .
ἐσθίουσί τε λάχανά τε καὶ πίνουσιν ἐπὶ τούτοις ὕδωρ· φθεῖρας δὲ καὶ τρίβωνα τήν τ’ ἀλουσίαν
10οὐδεὶς ἂν ὑπομείνειε τῶν νεωτέρων.

tit 14

ΦΙΛΩΝΙΔΗΣ

14

τοιγαροῦν ἐμοὶ μὲν ἀρτίως ὁ δεσπότης δι’ ἀρετὴν τῶν θηρικλείων εὐκύκλωτον ἀσπίδα, ὑπεραφρίζουσαν, τρυφῶσαν, ἴσον ἴσῳ κεκραμένην, προσφέρων ἔδωκεν, οἶμαι, χρηστότητος εἵνεκα.
5εἶτ’ ἐλευθέραν ἀφῆκε βαπτίσας ἐρρωμένως.

tit 15-16

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

15

τὸ τέλος ἅπασίν ἐστι τοῖς πτωχοῖσι νύξ·
ἐπισκοτεῖ γὰρ τοῖς κακοῖσι πανταχοῦ.281