TLG 0417 002 :: ARCHIPPUS :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Amphtit | ΑΜΦΙΤΡΥΩΝ. | |
Amph1 | Καὶ ταῦτ’ ἔχων τὸ ῥύγχος οὑτωσὶ μακρόν. | |
Amph2 | Τίς ἐκέρασε σφῶν, ὦ κακόδαιμον, ἴσον ἴσῳ; | 715 |
Hertit | ΗΡΑΚΛΗΣ ΓΑΜΩΝ. | |
Her1 | Ἀνδρῶν ἄριστος καὶ μάλιστ’ ἐμοὶ ξένος, | |
ἀτὰρ παρ’ ἐμοί γ’ ὢν εἶχεν οὐδὲ σύμβολον. | 716 | |
Her2 | Ταδὶ δ’ ἅμα χοίρων ἀκροκώλια μικρῶν, ταύρου τ’ αὐξίκερω φλογίδες, αἱ δολιχαί τε κάπρου φλογίδες. | |
Her3 | Τὸ πῦρ πολὺ λίαν· ὕπαγε τὰς ἀκροβελίδας | |
ἄκρας. | 717 | |
Ichtit | ΙΧΘΥΣ. | |
Ich1 | Αἰγύπτιος μιαρώτατος τῶν ἰχθύων κάπηλος, Ἕρμαιος, ὃς βίᾳ δέρων ῥίνας γαλεούς τε πωλεῖ | |
καὶ τοὺς λάβρακας ἐντερεύων, ὡς λέγουσιν ἡμῖν. | 718 | |
Ich3 | Αἱρουμένους τε πραγμάτων ἐπιστάτας ἀποδοκιμάζειν, [εἶτα δοκιμάζειν] πάλιν. ἢν οὖν ποιῶμεν ταῦτα, κίνδυνος λαθεῖν ἁπαξάπαντας γενομένους παλιναιρέτους. | |
Ich4 | Α. Τί λέγεις σύ; μάντεις εἰσι γὰρ θαλάσσιοι; | |
Β. Γαλεοί γε πάντων μάντεων σοφώτατοι. | 720 | |
Ich5-6 | Λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε. Κῆρυξ Θαλάσσης τρόφιμος, υἱὸς Πορφύρας. | |
Ich8 | Καὶ τὴν μὲν ἀφύην καταπέπωκεν ἐντυχὼν | |
ἑψητός. | 721 | |
Ich9 | Ἱερεὺς γὰρ ἦλθ’ αὐτοῖσιν ὀρφὼς τοῦ θεοῦ. | |
Ich10 | Τοὺς μαιώτας καὶ σαπέρδας καὶ γλάνιδας. | |
Ich11 | Ἐκήρυξεν βόαξ, σάλπης δ’ ἐσάλπιγξ’ ἕπτ’ ὀβολοὺς μισθὸν φέρων. | |
Ich12 | Ἱεροὺς Ἀφροδίτης χρυσόφρυς Κυθηρίας. | 722 |
Ich13 | Κύαθον ἐπριάμην παρὰ Δαισίου. | 723 |
Onoutit | ΟΝΟΥ ΣΚΙΑ. | |
Onou1 | Τροχιλίαισι ταῦτα καὶ τοπείοις ἱστᾶσιν οὐκ ἄνευ πόνου. | |
Ploutit | ΠΛΟΥΤΟΣ. | |
Plou1 | Ἔστιν δέ μοι πρόφασις καλῶς εὑρημένη· | |
τὸν γὰρ γέροντα διαβαλοῦμαι τήμερον. | 724 | |
Plou2 | Α. Οἴμοι. Β τί [δήποτ’] ἐστί; μῶν ἔδακέ τί σε; Α. ἔδακε; κατὰ μὲν οὖν ἔφαγε κἀπέβρυξέ τις. Β. τίς ἡ πανουργία τε καὶ θεοσεχθρία; | |
Plou3 | Νῦν ὡς ἐγενόμην χρημάτων ἐπήβολος. | |
Plou4 | Ῥαφίδα καὶ λίνον λαβὼν | |
τόδε ῥῆγμα σύρραψον. | 725 | |
Rhitit | ΡΙΝΩΝ | |
Rhi1 | Ἀθῷος ἀποδὺς θοἱμάτιον ἀπέρχεται | |
στέφανον ἔχων τῶν ἐκκυλίστων οἴκαδε. | 726 | |
IFFtit | INCERTARUM FABULARUM FRAGMENTA. | |
IFF1 | Ὡς ἡδὺ τὴν θάλατταν ἀπὸ τῆς γῆς ὁρᾶν ὦ μῆτέρ ἐστι μὴ πλέοντα μηδαμοῦ. | |
IFF2 | Σκαφεῦσι κηπωροῖσι τοῖς τ’ ὀνηλάταις | |
καὶ ταῖς γυναιξὶ προσέτι ταῖς ποαστρίαις. | 727 | |
IFF4 | Ἀμαθὴς σοφός, δίκαιος ἄδικος. | 728 |