TLG 0416 002 :: ARCHEDICUS :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Diatit | ΔΙΑΜΑΡΤΑΝΩΝ. | |
Dia1 | Νικοστράτην τίν’ ἤγαγον πρώην σφόδρα γρυπήν, Σκοτοδείνην ἐπικαλουμένην, ὅτι δεῖνόν ποτ’ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ. Β. δεῖνον καὶ δεινόν, ὦ θεοί. | |
Thetit | ΘΗΣΑΥΡΟΣ. | |
The1 | Πρῶτον ὠμῶν κειμένων τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι· „δίδου κατὰ χειρός.“ „τοὔψον οἰχήσει λαβών.“ τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας | |
5 | ἔρραν’ ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα. | |
---|---|---|
ἐν ᾧ τὸ λάχανον αἵ τε τῶν παροψίδων τὸν ἄνδρα δριμύτητες εὐφραίνουσί μοι, ἑφθὸν τὸν ἰχθὺν ἀποδίδωμ’, ἔχοντα τούς χυμοὺς ἐν αὑτῷ τήν τε τῆς ἅλμης ἀκμήν, | 435 | |
10 | εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος· ἐλαδίου κοτύλης τε παραναλωμένης σέσωκά μοι τρίκλινα πεντήκοντ’ ἴσως. | |
The2 | Δραχμῶν τριῶν γλαυκίσκον . . . . γόγγρου κεφαλὴν καὶ τὰ πρῶτα τεμάχια δραχμῶν πάλιν πέντ’. ὢ ταλαιπώρου βίου. | |
δραχμῆς τραχήλους. ἀλλὰ νὴ τὸν ἥλιον, | 436 | |
5 | κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἄν, πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρ’, ἀπηγξάμην. οὐδεὶς δεδιηκόνηκεν ἐπιπονώτερον. ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα, | |
10 | ἅμα δ’ εἴ τι χρηστὸν ἀγοράσαιμ’ ἀπωλλύμην, „κατέδοντ’ ἐκεῖνοι τοῦτο“ πρὸς ἐμαυτὸν λέγων, διαπυτιοῦς’ οἶνον δὲ τοιοῦτον χαμαί. | |
οἴμοι. | 437 |