TLG 0416 001 :: ARCHEDICUS :: Fragmenta Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 276–277. frr. 1–3 Citation: Fragment — (line) | ||
tit 1 | ΔΙΑΜΑΡΤΑΝΩΝ | |
1 | Νικοστράτην τιν’ ἤγαγον πρῴην σφόδρα γρυπήν, Σκοτοδίνην ἐπικαλουμένην, ὅτι δῖνόν ποτ’ ἦρεν ἀργυροῦν ἐν τῷ σκότῳ. Β. δῖνον καὶ δεινόν, ὦ θεοί. | |
tit 2-3 | ΘΗΣΑΥΡΟΣ | |
2 | πρῶτον ὠμῶν κειμένων τῶν ἰχθύων πάρεισιν οἱ κεκλημένοι· ‘δίδου κατὰ χειρός.‘ ‘τοὔψον οὐκ εἴσει λαβών;‘ τὰς λοπάδας ἐπιθεὶς ἐπὶ τὸ πῦρ τοὺς ἄνθρακας | |
5 | ἔρραν’ ἐλαίῳ πάντα καὶ ποιῶ φλόγα. ἐν ᾧ τὸ λάχανον αἵ τε τῶν παροψίδων πάντ’ ἄνδρα δριμύτητες εὐφραίνουσί μου, ἑφθὸν τὸν ἰχθὺν ἀποδίδωμ’, ἔχοντα τοὺς χυμοὺς ἐν αὑτῷ τήν τε τῆς ἅλμης ἀκμήν, | |
---|---|---|
10 | εἰς ἣν ἂν ἐμβάψαιτο πᾶς ἐλεύθερος· ἐλᾳδίου κοτύλη τε παραναλωμένη σέσωκέ μοι τρίκλινα πεντήκοντ’ ἴσως. | 276 |
3 | δραχμῶν τριῶν γλαυκίσκον . . . . . γόγγρου κεφαλὴν καὶ τὰ πρῶτα τεμάχια δραχμῶν πάλιν πέντ’. ὢ ταλαιπώρου βίου. δραχμῆς τραχήλους. ἀλλὰ νὴ τὸν ἥλιον, | |
5 | κἀμοὶ τράχηλον ἕτερον εἴ ποθεν λαβεῖν ἦν καὶ πρίασθαι δυνατόν, ὃν ἔχω τοῦτον ἄν, πρὶν εἰσενεγκεῖν ταῦτα δεῦρ’, ἀπηγξάμην. οὐδεὶς δεδιακόνηκεν ἐπιπονώτερον ἅμα μὲν πρίασθαι πολλὰ καὶ πολλοῦ σφόδρα, | |
10 | ἅμα δ’ εἴ τι χρηστὸν ἀγοράσαιμ’ ἀπωλλύμην, ‘κατέδοντ’ ἐκεῖνοι τοῦτο‘ πρὸς ἐμαυτὸν λέγων, ‘διαπυτιοῦς’ οἶνον δὲ τοιοῦτον χαμαί‘. | |
οἴμοι. | 277 |