TLG 0412 002 :: APOLLODORUS Carystius vel APOLLODORUS Gelous :: Fragmenta

APOLLODORUS Carystius vel APOLLODORUS Gelous Comic.
(4/3 B.C.)

Cf. et APOLLODORUS Comic. (0411)
Cf. et APOLLODORUS Comic. (0413)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 4. Berlin: Reimer, 1841 (repr. Berlin: De Gruyter, 1970): 450–457.

Citation: Play — fragment — (line)

Ade

tit

ΑΔΕΛΦΟΙ.

Ade

1

Ἀπραγμόνως ζῆν ἡδύ· μακάριος βίος καὶ σεμνός, ἂν ᾖ μεθ’ ἑτέρων ἀπραγμόνων· ἐν θηρίοις δὲ καὶ πιθήκοις ὄντα δεῖ εἶναι πίθηκον. ὢ ταλαιπώρου βίου.

Aph

tit

ΑΦΑΝΙΖΟΜΕΝΟΣ.

Aph

1

Στρατιώτην ἔργον ἄχρι γήρως λαβεῖν
ἔστιν διευτυχηκότ’, ἂν μὴ δειλὸς ᾖ.450

Gal

tit

ΓΑΛΑΤΑΙ.

Gal

1

Τοῖς γὰρ μεριμνῶσίν τε καὶ λυπουμένοις ἅπασα νὺξ ἔοικε φαίνεσθαι μακρά.

Dia

tit

ΔΙΑΜΑΡΤΑΝΩΝ.

Dia

1

Ὅτε μειράκιον ἦν, τοὺς ἀώρους ἠλέουν, νυνὶ δ’ ὅταν γέροντος ἐκφορὰν ἴδω, κλάω· πρὸς ἐμὲ γάρ ἐστι τοῦτ’, ἐκεῖνο δ’ οὔ.

Kith

tit

ΚΙΘΑΡΩΙΔΟΣ.

Kith

1

Οὐ πανταχοῦ Φρύξ εἰμι· τοῦ ζῆν ἢν ὁρῶ
κρεῖττον τὸ μὴ ζῆν, χρήσομαι τῷ κρείττονι.451

Lak

tit

ΛΑΚΑΙΝΑ.

Lak

1

Μὴ καταφρόνει, Φιλῖν’, ἐθῶν γεροντικῶν, οἷς ἔνοχος, εἰς τὸ γῆρας ἂν ἔλθῃς, ἔσει. ἀλλὰ μέγα τοῦθ’ οἱ πατέρες ἠλαττώμεθα· ὑμεῖς μὲν ὠνειδίσατ’, ἐάν τι μὴ ποιῇ
5ὁ πατὴρ προθύμως, οὐ γέγονας αὐτὸς νέος; τῷ δὲ πατρὶ πρὸς τὸν υἱόν, ἂν ἀγνωμονῇ, οὐκ ἔστιν εἰπεῖν, οὐ γέγονας αὐτὸς γέρων;

Lak

2

Φυσικὸν τοῦθ’ ἕκαστον ἐν ταῖς ἀτυχίαις
ἥδιστα τοῦθ’ ὃ τοὺς ὁμοιοπαθεῖς ὀδύρεται.452

Pai

tit

ΠΑΙΔΙΟΝ.

Pai

1

Οὐδέποτ’ ἀθυμεῖν τὸν κακῶς πράττοντα δεῖ, ἄνδρες, τὰ βελτίω δὲ προσδοκᾶν ἀεί.

Pai

2

Ταχύ γε στρατιώτης γέγονας ἀντ’ ἐλευθέρου.

Par

tit

ΠΑΡΑΛΟΓΙΖΟΜΕΝΟΙ.

Par

1

Οὐ δεῖ λέγειν γὰρ μακάριον τὸν χρήματα ἔχοντα πλεῖστα, τὸν δὲ μὴ λυπούμενον.

Syn

tit

ΣΥΝΕΦΗΒΟΙ.

Syn

1

Σχιστὸν χιτωνίσκον τίν’ ἐνδέδυκας.453

FIF

tit

FABULARUM INCERTARUM FRAGMENTA.

FIF

1

Δεῖ τὸν ἀκροατὴν καὶ συνετὸν ὄντως κριτήν πρὸ τοῦ λεγομένου τὸν βίον διασκοπεῖν, ποῖός τις ὁ λέγων καὶ πόθεν, καὶ τὴν ἀκμήν ἐκ παιδὸς αὐτοῦ πρὸς τί καταθέμενος.
5αὑτοῦ προδότης κακός τε τῆς ὥρας φύλαξ μάλισθ’ ὁ τοιοῦτος ἀνατρέπει πᾶσαν πόλιν. οὐδὲν γὰρ αἰσχρόν ἐστιν αὐτὸν ἀποτυχεῖν. πράττουσι πάντα· τὴν γὰρ αἰσχύνην πάλαι πᾶσαν ἀπολωλέκασι καθ’ ἑτέρας θύρας.
10ὅθεν ἐπιχειρεῖ πάντ’ ἀπηρυθριακότως ἕκαστος αὐτῶν, πρὸς δὲ πάντ’ ἐστὶν θρασύς, ψεύδετ’, ἐπιορκεῖ, μαρτυρεῖ, δικορραφεῖ, κλέπτει, τελωνεῖ, ῥᾳδιουργεῖ· τὸ δὲ πέρας, οὐ πόλιν ὅλην φυλὴν δὲ μαλακὸς ἀνατρέπει.
15ἐπεὶ κατὰ μέρος τὰς πόλεις, ὦ φίλε Θέων, ὑπὸ λαισποδιῶν γάρ εἰσιν ἀνατετραμμέναι,
σκόπει· νεῶν δὲ κατάλογον δόξεις μ’ ἐρεῖν.454

FIF

2

Εἰς οἰκίαν ὅταν τις εἰσίῃ φίλου, ἔστιν θεωρεῖν, Νικοφῶν, τὴν τοῦ φίλου εὔνοιαν εὐθὺς εἰσιόντα τὰς θύρας. ὁ θυρωρὸς ἱλαρὸς πρῶτόν ἐστιν, ἡ κύων
5ἔσηνε καὶ προσῆλθ’, ὑπαντήσας δέ τις δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ
μηδέν.455

FIF

3

Μισῶ τύχην συνοῦσαν ἀτυχεῖ σώματι· ὅστις γὰρ εὐπορῶν, παρὸν ζῆν ἡδέως, κακῶς διάγει, τί ἄν τις ἄλλ’ ἢ τῇ τύχῃ μέμφοιτο, διότι δυστυχεῖ σὺν τῇ τύχῃ.

FIF

4

Οὐκ οἶδ’ ὅτῳ πέποιθας ἀργυρίῳ, πάτερ, ὃ καιρὸς ὁ τυχὼν τοῖς μὲν οὐ κεκτημένοις ἔδωκε, τῶν κεκτημένων δ’ ἀφείλετο.

FIF

5

Χαλεπὸν τύχη ’στὶ πρᾶγμα, χαλεπόν· ἀλλὰ δεῖ
αὐτὴν φέρειν κατὰ τρόπον ὥσπερ φορτίον.456

FIF

6

Μάστιγος οὔσης ὅρκον οἰκέτῃ δίδως;

FIF

7

Χρόνον γὰρ εἰς τὰ πράγματ’ ἂν λάβῃς,
ἅπαντα λήξει καὶ κατασταλήσεται.457