TLG 0412 001 :: APOLLODORUS Carystius vel APOLLODORUS Gelous :: Fragmenta

APOLLODORUS Carystius vel APOLLODORUS Gelous Comic.
(4/3 B.C.)

Cf. et APOLLODORUS Comic. (0411)
Cf. et APOLLODORUS Comic. (0413)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 288–295.

frr. 1–23, 26

Citation: Fragment — (line)

tit 1

ΑΔΕΛΦΟΙ

1

ἀπραγμόνως ζῆν ἡδύ· μακάριος βίος καὶ σεμνός, ἂν ᾖ μεθ’ ἑτέρων ἀπραγμόνων ἐν θηρίοις δὲ καὶ πιθήκοις ὄντα δεῖ
εἶναι πίθηκον· ὢ ταλαιπώρου βίου.288

tit 2

ΑΦΑΝΙΖΟΜΕΝΟΣ

2

. . στρατιώτην ἔργον ἄχρι γήρως λαβεῖν ἔστιν διηυτυχηκότ’, ἂν μὴ δειλὸς ᾖ.

tit 3

ΓΑΛΑΤΑΙ

3

τοῖς γὰρ μεριμνῶσίν τε καὶ λυπουμένοις ἅπασα νὺξ ἔοικε φαίνεσθαι μακρά.

tit 4-5

ΔΙΑΜΑΡΤΑΝΩΝ

4

ὅτε μειράκιον ἦν, τοὺς ἀώρους ἠλέουν, νυνὶ δ’ ὅταν γέροντος ἐκφορὰν ἴδω, κλάω· πρὸς ἐμὲ γάρ ἐστι τοῦτ’, ἐκεῖνο δ’ οὔ.

5

καθίσω

tit 6

ΚΙΘΑΡΩΙΔΟΣ

6

οὐ πανταχοῦ Φρύξ εἰμι· τοῦ ζῆν ἢν ὁρῶ
κρεῖττον τὸ μὴ ζῆν, χρήσομαι τῷ κρείττονι.289

tit 7-8

ΛΑΚΑΙΝΑ

7

μὴ καταφρόνει, Φιλῖν’, ἐθῶν γεροντικῶν, οἷς ἔνοχος, εἰς τὸ γῆρας ἂν ἔλθῃς, ἔσει. ἀλλὰ μέγα τοῦθ’ οἱ πατέρες ἠλαττώμεθα· ὑμεῖς μὲν ὠνειδίσατ’, ἐάν τι μὴ ποιῇ
5ὁ πατὴρ προθύμως, ‘οὐ γέγονας αὐτὸς νέος;‘ τῷ δὲ πατρὶ πρὸς τὸν υἱόν, ἂν ἀγνωμονῇ, οὐκ ἔστιν εἰπεῖν ‘οὐ γέγονας αὐτὸς γέρων;‘

8

φυσικόν γε τοῦθ’· ἕκαστος ἐν ταῖς ἀτυχίαις ἥδιστα πρὸς τοὺς ὁμοπαθεῖς ὀδύρεται.

tit 9-10

ΠΑΙΔΙΟΝ

9

οὐδέποτ’ ἀθυμεῖν τὸν κακῶς πράττοντα δεῖ, ἄνδρες, τὰ βελτίω δὲ προσδοκᾶν ἀεί.

10

ταχύ γε στρατιώτης γέγονας ἀντ’ ἐλευθέρου.290

tit 11

ΠΑΡΑΛΟΓΙΖΟΜΕΝΟΙ

11

οὐ δεῖ λέγειν γὰρ μακάριον τὸν χρήματα ἔχοντα πλεῖστα, τὸν δὲ μὴ λυπούμενον.

tit 12

ΣΥΝΕΦΗΒΟΙ

12

σχιστὸν χιτωνίσκον τιν’ ἐνδέδυκας;

tit 13-23

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

13

δεῖ τὸν ἀκροατὴν καὶ συνετὸν ὄντως κριτὴν πρὸ τῶν λεγομένων τὸν βίον διασκοπεῖν, ποῖός τις ὁ λέγων καὶ πόθεν, καὶ τὴν ἀκμὴν ἐκ παιδὸς αὐτοῦ πρὸς τί καταθέμενος.
5αὑτοῦ προδότης κακός τε τῆς ὥρας φύλαξ· μάλισθ’ ὁ τοιοῦτος ἀνατρέπει πᾶσαν πόλιν. οὐδὲν γὰρ αἰσχρόν ἐστιν αὐτὸν ἀποτυχεῖν. πράττουσι πάντα· τὴν γὰρ αἰσχύνην πάλαι πᾶσαν ἀπολωλέκασι καθ’ ἑτέρας θύρας.
10ὅθεν ἐπιχειρεῖ πάντ’ ἀπηρυθριακότως ἕκαστος αὐτῶν, πρὸς δὲ πάντ’ ἐστὶν θρασύς,
ψεύδετ’, ἐπιορκεῖ, μαρτυρεῖ, δικορραφεῖ, κλέπτει, τελωνεῖ, ῥᾳδιουργεῖ· τὸ δὲ πέρας, οὐ πόλιν ὅλην φυλὴν δὲ μαλακὸς ἀνατρέπει·291
15ἐπεὶ κατὰ μέρος τὰς πόλεις, ὦ φίλε, θεῶ, ὑπὸ Λαισποδιῶν γάρ εἰσιν ἀνατετραμμέναι,
σκόπει· νεῶν δὲ κατάλογον δόξεις μ’ ἐρεῖν.292

14

εἰς οἰκίαν ὅταν τις εἰσίῃ φίλου, ἔστιν θεωρεῖν, Νικοφῶν, τὴν τοῦ φίλου εὔνοιαν εὐθὺς εἰσιόντα τὰς θύρας. ὁ θυρωρὸς ἱλαρὸς πρῶτόν ἐστιν, ἡ κύων
5ἔσηνε καὶ προσῆλθ’, ὑπαντήσας δέ τις δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ μηδέν.

15

μισῶ τύχην συνοῦσαν ἀτυχεῖ σώματι· ὅστις γὰρ εὐπορῶν, παρὸν ζῆν ἡδέως, κακῶς διάγει, τί ἄν τις ἄλλ’ ἢ τῇ τύχῃ μέμφοιτο, διότι δυστυχεῖ συνδυστυχεῖ.

16

οὐκ οἶδ’ ὅτῳ πέποιθας· ἀργυρίῳ, πάτερ; ὃ καιρὸς ὁ τυχὼν τοῖς μὲν οὐ κεκτημένοις
ἔδωκε, τῶν κεκτημένων δ’ ἀφείλετο;293

17

χαλεπὸν τύχη ’στὶ πρᾶγμα, χαλεπόν· ἀλλὰ δεῖ αὐτὴν φέρειν κατὰ τρόπον ὥσπερ φορτίον.

18

χρόνον γὰρ εἰς τὰ πράγματ’ ἂν λάβῃς, ἅπαντα λήξει καὶ κατασταλήσεται.

19

μάστιγος οὔσης ὅρκον οἰκέτῃ δίδως;

20

ἐργοδοτῶν

21

μέλασμα

22

ῥάξαι294

23

συντύχημα

tit 24-27

ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ ΚΑΙ ΨΕΥΔΕΠΙΓΡΑΦΑ

26

ἐγὼ γὰρ (ἔγωγ’ ἂν Mein.) οὐ τὸν πλοῦτον ἴδοιμι ὅσος ἐστίν,
ἀλλ’ ὅστις αὐτὸν κέκτηται, εἰ ὑπέρτερός ἐστιν ὧν ἔχει.295