TLG 0411 002 :: APOLLODORUS :: Fragmenta APOLLODORUS Comic. Cf. et APOLLODORUS Carystius vel APOLLODORUS Gelous Comic. (0412) Fragmenta Citation: Play — fragment — (line) | ||
Amphtit | ΑΜΦΙΑΡΕΩΣ. | |
Amph1 | Ἐμβαλόντες, ὦ πονηρὲ σύ, εἰς σακκοπήραν αὐτὸν ἐπιθήσουσί που ἐφ’ ὑποζύγιον. | |
Anttit | ΑΝΤΕΥΕΡΓΕΤΩΝ. | |
Apoltit | ΑΠΟΛΕΙΠΟΥΣΑ. | |
Apol1 | Τὴν ἐπωμίδα | |
πτύξας διπλῆν ἄνωθεν ἐνεκομβωσάμην. | 440 | |
Apoktit | ΑΠΟΚΑΡΤΕΡΟΥΝΤΕΣ. | |
Gratit | ΓΡΑΜΜΑΤΕΙΔΙΟΠΟΙΟΣ. | |
Gra1 | Ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη | |
5 | ἄγροικος ἡμῶν, οὔτε παιδείαν ὅλως εἰδυῖα, τί τὸ κακόν ποτ’ ἢ τί τἀγαθόν ἔστ’ ἀγνοοῦσα παντελῶς εἰκῆ τέ πως ἡμᾶς κυλίνδους’ ὅντιν’ ἂν τύχῃ τρόπον; | |
---|---|---|
οἶμαί γε· πῶς γὰρ μᾶλλον ἂν προείλετο | 441 | |
10 | Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν αὐτοὺς ὑφ’ αὑτῶν καὶ καταπίπτοντας νεκρούς, ἐξὸν ἱλαροὺς παίζοντας ὑποπεπωκότας αὐλουμένους ὡδί; λέγ’ αὐτή, γλυκυτάτη, ἔλεγχ’ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην. | |
14 | * * * * | |
15 | Οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον θεῶν ἀληθῶς βίον. ὅσῳ δ’ ἡδίονα τὰ πράγματ’ ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν, εἰ μεταβαλόντες τὸν βίον διήγομεν; πίνειν Ἀθηναίους ἅπαντας, τοὺς μέχρι | |
20 | ἐτῶν τριάκοντ’ ἐξιέναι, τοὺς δ’ ἱππέας ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα, στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας, τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων, εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους, | |
25 | κεραννύναι τὸν οἶνον Εὐβοῆς. τρυφή καὶ βίος ἀληθῶς. ἀλλ’ ἀπαιδεύτῳ τύχῃ | |
δουλεύομεν. | 442 | |
Diatit | ΔΙΑΒΟΛΟΣ. | |
Dia1 | Καὶ κλείεθ’ ἡ θύρα μοχλοῖς· ἀλλ’ οὐδὲ εἷς τέκτων ὀχυρὰν οὕτως ἐποίησεν θύραν, δι’ ἧς γαλῆ καὶ μοιχὸς οὐκ εἰσέρχεται. | |
Dia2 | Μέγα, ὦ Φορμίων, γλωττόκομον, οὐκ ὀφθαλμιῶ. | |
Hektit | ΕΚΥΡΑ. | |
Hek1 | Ὀλίγαις ἐραστὴς γέγον’ ἑταίραις, ὦ Σύρα, | |
βέβαιος. | 444 | |
Hek2 | Σύ με παντάπασιν ἡγεῖ λίθον. | |
Hek4 | Οὕτως ἕκαστός ἐστι διὰ τὰ πράγματα ἢ σεμνὸς ἢ ταπεινός. | |
Enntit | ΕΝΝΕΑ. | 445 |
Epitit | ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ. | 446 |
Epi6 | * * * μόνος ἐπίσταται φιλεῖν φίλους. | |
Epi8 | ἐγὼ γάρ εἰμι τῶν ἐμῶν ἐμὸς μόνος. | |
Hiertit | ΙΕΡΕΙΑ. | |
Hier1 | Καινόν γέ φασι Χαιρεφῶντ’ ἐν τοῖς γάμοις ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι. σπυρίδα λαβὼν γὰρ καὶ στέφανον, ὡς ἦν σκότος, φάσκων παρὰ τῆς νύμφης ὁ τὰς ὄρνεις φέρων | |
5 | ἥκειν, δεδείπνηχ’, ὡς ἔοικεν, εἰσπεσών. | 447 |
Proitit | ΠΡΟΙΚΙΖΟΜΕΝΗ Η ΙΜΑΤΙΟΠΩΛΙΣ. | |
Proi1 | Πλὴν τό γ’ οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρόν, ὥστ’ ᾐσχυνόμην. τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία | |
συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους. | 448 | |
Sphtit | ΣΦΑΤΤΟΜΕΝΗ. | |
Sph1 | Καλῶ δ’ Ἄρη Νίκην τ’ ἐπ’ ἐξόδοις ἐμαῖς, καλῶ δὲ Χαιρεφῶντα· κἂν γὰρ μὴ καλῶ, ἄκλητος ἥξει. | |
Eiftit | EX INCERTA FABULA. | |
Eif1 | Οἶδ’ ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ’ οἱ ξένοι | |
κράμβην· γυναιξὶ διαφέρειν οἴει δὲ τί; | 449 |