TLG 0411 001 :: APOLLODORUS :: Fragmenta APOLLODORUS Comic. Cf. et APOLLODORUS Carystius vel APOLLODORUS Gelous Comic. (0412) Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 280–288. frr. 1–13, 23–27 Citation: Fragment — (line) | ||
tit 1 | ΑΜΦΙΑΡΕΩΣ | |
1 | ἐμβαλόντες, ὦ πονηρὲ σύ, εἰς σακκοπήραν αὐτὸν ἐπιθήσουσί που ἐφ’ ὑποζύγιον. | |
tit 2 | ΑΝΤΕΥΕΡΓΕΤΩΝ | |
2 | τοὺς στρωματεῖς ἔλυον. | 280 |
tit 3 | ΑΠΟΚΑΡΤΕΡΟΥΝΤΕΣ | |
3 | σπουδάζω | |
tit 4 | ΑΠΟΛΕΙΠΟΥΣΑ | |
4 | τὴν ἐπωμίδα πτύξας διπλῆν ἄνωθεν ἐνεκομβωσάμην. | |
tit 5 | ΓΡΑΜΜΑΤΕΙΔΙΟΠΟΙΟΣ | |
5 | ὦ πάντες ἄνθρωποι, τί τὸ ζῆν ἡδέως παρέντες ἐπιμελεῖσθε τοῦ κακῶς ποιεῖν πολεμοῦντες ἀλλήλους; πότερα πρὸς τῶν θεῶν ἐπιστατεῖ τις τοῦ βίου νυνὶ τύχη | |
5 | ἄγροικος ἡμῶν, οὐδὲ παιδείαν ὅλως εἰδυῖα, τί τὸ κακόν ποτ’ ἢ τί τἀγαθὸν ἔστ’ ἀγνοοῦσα παντελῶς εἰκῆ τέ πως ἡμᾶς κυλίνδους’ ὅντιν’ ἂν τύχῃ τρόπον; οἶμαί γε· πῶς γὰρ μᾶλλον ἂν προείλετο | |
---|---|---|
10 | Ἕλλην ἀληθῶς οὖσα λεπομένους ὁρᾶν αὐτοὺς ὑφ’ αὑτῶν καὶ καταπίπτοντας νεκρούς, ἐξὸν ἱλαροὺς παίζοντας ὑποπεπωκότας αὐλουμένους σποδεῖν; λέγ’ αὐτή, γλυκυτάτη, ἔλεγχ’ ἄγροικον οὖσαν ἡμῶν τὴν τύχην. | |
14 | . . . . . . . . . . . . | 281 |
15 | οὐ τοῦτο τὸ ζῆν ἐστι τὸν καλούμενον θεῶν ἀληθῶς βίον. ὅσῳ δ’ ἡδίονα τὰ πράγματ’ ἐν ταῖς πόλεσιν ἦν ἂν ἢ τὰ νῦν, εἰ μεταβαλόντες τὸν βίον διήγομεν· πίνειν Ἀθηναίους ἅπαντας τοὺς μέχρι | |
20 | ἐτῶν τριάκοντ’, ἐξιέναι τοὺς ἱππέας ἐπὶ κῶμον εἰς Κόρινθον ἡμέρας δέκα, στεφάνους ἔχοντας καὶ μύρον πρὸ ἡμέρας, τοὺς τὴν ῥάφανον πωλοῦντας ἕψειν Μεγαρέων, εἰς τὸ βαλανεῖον ἀπιέναι τοὺς συμμάχους, | |
25 | κεραννύναι τὸν οἶνον Εὐβοῆς. τρυφὴ καὶ βίος ἀληθῶς. ἀλλ’ ἀπαιδεύτῳ τύχῃ | |
δουλεύομεν. | 282 | |
tit 6-7 | ΔΙΑΒΟΛΟΣ | |
6 | καὶ κλῄεθ’ ἡ θύρα μοχλοῖς· ἀλλ’ οὐδὲ εἷς τέκτων ὀχυρὰν οὕτως ἐποίησεν θύραν, δι’ ἧς γαλῆ καὶ μοιχὸς οὐκ εἰσέρχεται. | |
7 | μέγα, ὦ Φορμίων, γλωττόκομον· οὐκ ὀφθαλμιῶ. | |
tit 8-12 | ΕΚΥΡΑ | |
8 | ὀλίγαις ἐραστὴς γέγον’ ἑταίραισιν, Σύρα, | |
βέβαιος. | 283 | |
9 | σύ με παντάπασιν ἥγησαι λίθον. | |
10 | οἱ γὰρ ἀτυχοῦντες τὸν χρόνον κερδαίνομεν, (ὁπόσον ἂν ἀγνοῶ)μεν ἠτυχηκότες. | |
11 | οὕτως ἕκαστός ἐστι παρὰ τὰ πράγματα ἢ σεμνὸς ἢ ταπεινός. | |
12 | Μυκόνιος φαλακρός | |
tit 13 | ΕΝΝΕΑ | |
13 | μαρσίπιόν τι μικρόν | 284 |
tit 14-23 | ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ | 285 |
23 | μυρίας δίκας | 286 |
tit 24 | ΙΕΡΕΙΑ | |
24 | καινόν γέ φασι Χαιρεφῶντ’ ἐν τοῖς γάμοις ὡς τὸν Ὀφέλαν ἄκλητον εἰσδεδυκέναι. σπυρίδα λαβὼν γὰρ καὶ στέφανον, ὡς ἦν σκότος, φάσκων παρὰ τῆς νύμφης ὁ τὰς ὄρνεις φέρων | |
5 | ἥκειν, δεδείπνηχ’, ὡς ἔοικεν, εἰσπεσών. | |
tit 25 | ΠΡΟΙΚΙΖΟΜΕΝΗ Η ΙΜΑΤΙΟΠΩΛΙΣ | |
25 | πλὴν τό γ’ οἰνάριον πάνυ ἦν ὀξὺ καὶ πονηρόν, ὥστ’ ᾐσχυνόμην. τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία | |
συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους. | 287 | |
tit 26 | ΣΦΑΤΤΟΜΕΝΗ | |
26 | καλῶ δ’ Ἄρη Νίκην τ’ ἐπ’ ἐξόδοις ἐμαῖς, καλῶ δὲ Χαιρεφῶντα· κἂν γὰρ μὴ καλῶ, ἄκλητος ἥξει. | |
tit 27 | ΑΔΗΛΟΥ ΔΡΑΜΑΤΟΣ | |
27 | οἶδ’ ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ’ οἱ ξένοι | |
κράμβην· γυναιξὶ διαφέρειν οἴει δέ τι; | 288 |