TLG 0410 002 :: ANTIPHANES :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Agrtit | ΑΓΡΟΙΚΟΣ. | |
Agr1 | Καὶ πρῶτα μὲν αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον· ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη, | |
5 | χλόην καταμπέχοντα, σάρκα νεογενῆ. | |
---|---|---|
Β. τί λέγεις; Α. τραγῳδίαν περαίνω Σοφοκλέους. | 3 | |
Agr2 | Ἔστιν δ’ ἑταίρα τῷ τρέφοντι συμφορά· εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα. | |
Agr3 | Ὡς δὴ σὺ τί ποιεῖν δυνάμενος ὀρτυγίου ψυχὴν ἔχων; | |
Agr4 | Ὅλην μύσας ἔκπινε. Β. μέγα τὸ φορτίον. | |
Α. οὐχ ὅστις αὐτῆς ἐστιν ἐμπείρως ἔχων. | 4 | |
Agr5 | Ἁρμόδιος ἐπεκαλεῖτο, παιὰν ᾔδετο, μεγάλην Διὸς σωτῆρος ἄκατον ἦρέ τις. | |
Agr6 | Κραμβίδιον ἑφθὸν χάριεν ἀστεῖον πάνυ. | |
Agr7 | Ῥαγδαῖος, ἄμαχος, πρᾶγμα μεῖζον ἢ δοκεῖς. | 5 |
Adetit | ΑΔΕΛΦΑΙ. | |
Adotit | ΑΔΩΝΙΣ. | 6 |
Athtit | ΑΘΑΜΑΣ. | |
Ath1 | Χλαμύδα καὶ λόγχην ἔχων, ἀξυνακόλουθος, ξηρός, αὐτολήκυθος. | |
Aigtit | ΑΙΓΥΠΤΙΟΙ. | |
Aiotit | ΑΙΟΛΟΣ. | |
Aio1 | Μακαρεὺς ἔρωτι τῶν ὁμοσπόρων μιᾶς | |
πληγείς, τέως μὲν ἐπεκράτει τῆς συμφορᾶς κατεῖχέ θ’ αὑτόν· εἶτα παραλαβών ποτε οἶνον στρατηγόν, ὃς μόνος θνητοῖς ἄγει | 7 | |
5 | τὴν τόλμαν εἰς τὸ πρόσθε τῆς εὐβουλίας, νύκτωρ ἀναστὰς ἔτυχεν ὧν ἐβούλετο. | |
Aio2 | Τοῦτον οὖν δι’ οἰνοφλυγίαν καὶ πάχος τοῦ σώματος | |
ἀσκὸν καλοῦσι πάντες οὑπιχώριοι. | 8 | |
Aketit | ΑΚΕΣΤΡΙΑ. | |
Ake1 | Κρέα δὲ τίνος ἥδιστ’ ἂν ἐσθίοις; Β. τίνος; εἰς εὐτέλειαν. τῶν προβάτων μὲν οἷς ἔνι μήτ’ ἔρια μήτε τυρός. Α. ἀρνός, φίλτατε. Β. τῶν δ’ αἰγιδίων κατὰ ταὔθ’ ἃ μὴ τυρὸν ποιεῖ. | |
5 | Α. ἐρίφου. Β. διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν | |
ταῦτ’ ἐσθίων τὰ φαῦλ’ ἀνέχομαι. | 9 | |
Ake2 | Τῆς οἰκίας τὸ κλισίον, ὃ πρότερόν ποτ’ ἦν τοῖς ἐξ ἀγροῦ βουσὶ σταθμός | |
καὶ τοῖς ὄνοις, πεποίηκεν ἐγραστήριον. | 10 | |
Akotit | ΑΚΟΝΤΙΖΟΜΕΝΗ. | |
Ako1 | Γείτων ἐστί τις κάπηλος. οὗτος εὐθύς, ὅταν ἔλθω ποτέ διψῶσα, μόνος οἶδ’ ὥς γ’ ἐμοὶ κεράννυται, οὔθ’ ὑδαρὲς οὔτ’ ἄκρατον. οἶδα δ’ ἐγώ ποτε | |
5 | πιοῦσα. | |
Aleitit | ΑΛΕΙΠΤΡΙΑ. | |
Alei1 | Ἐὰν δὲ τοὐργαστήριον ποιῆτε περιβόητον, κατασκεδῶ, νὴ τὴν φίλην Δήμητρα, τὴν μεγίστην ἀρύταιναν ὑμῶν ἐκ μέσου βάψασα τοῦ λέβητος ζέοντος ὕδατος· εἰ δὲ μή, μηδέποθ’ ὕδωρ πίοιμι | |
5 | ἐλευθέριον. | 11 |
Haltit | ΑΛΙΕΥΟΜΕΝΗ. | |
Hal1 | Τὰς σηπίας δὸς πρῶτον. Ἡράκλεις ἄναξ, ἅπαντα τεθολώκασιν. οὐ βαλεῖς πάλιν εἰς τὴν θάλατταν καὶ πλυνεῖς; μὴ φῶσί σε, Δωριάς, ἀλούτους σηπίας εἰληφέναι. | |
5 | τὸν κάραβον δὲ τόνδε πρὸς τὰς μαινίδας ἀπόδος· παχύς γε, νὴ Δί’. Ὦ Ζεῦ τίς ποτε, ὦ Καλλιμέδων, σὲ κατέδετ’ ἄρτι τῶν φίλων; οὐδεὶς ὃς ἂν μὴ κατατιθῇ τὰς συμβολάς. ὑμᾶς δ’ ἔταξα δεῦρο πρὸς τὰ δεξιά | |
10 | τρίγλας, ἔδεσμα τοῦ καλοῦ Καλλισθένους· | |
κατεσθίει γοῦν ἐπὶ μιᾷ τὴν οὐσίαν. καὶ τὸν Σινώπης γόγγρον ἤδη παχυτέρας ἔχοντ’ ἀκάνθας τουτονὶ τίς λήψεται πρῶτος προσελθών; Μισγόλας γὰρ οὐ πάνυ | 12 | |
15 | τούτων ἐδεστής. ἀλλὰ κίθαρος οὑτοσί, ὃν ἂν ἴδῃ τὰς χεῖρας οὐκ ἀφέξεται. καὶ μὴν ἀληθῶς τοῖς κιθαρῳδοῖς ὡς σφόδρα ἅπασιν οὗτος ἐπιπεφυκὼς λανθάνει. ἀνδρῶν δ’ ἄριστον κωβιὸν πηδῶντ’ ἔτι | |
20 | πρὸς Πυθιονίκην τὴν καλὴν πέμψαι με δεῖ· ἁδρὸς γάρ ἐστιν. ἀλλ’ ὅμως οὐ γεύσεται· ἐπὶ τὸ τάριχός ἐστιν ὡρμηκυῖα γάρ. ἀφύας δὲ λεπτὰς τάσδε καὶ τὴν τρυγόνα | |
χωρὶς Θεανοῖ δεῦρ’ ἔθηκ’ ἀντιρρόπους. | 13 | |
Alktit | ΑΛΚΗΣΤΙΣ. | |
Alk1 | Ἐπὶ τὸ καινουργεῖν φέρου, | |
οὕτως, ἐκείνως, τοῦτο γιγνώσκων ὅτι ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ, πολλῶν παλαιῶν ἐστι χρησιμώτερον. | 15 | |
Anatit | ΑΝΑΣΩΖΟΜΕΝΟΙ. | |
Andtit | ΑΝΔΡΟΜΕΔΑ. | 16 |
Antaitit | ΑΝΤΑΙΟΣ. | |
Antai1 | Ὦ τᾶν, κατανοεῖς τίς ποτ’ ἐστὶν οὑτοσί ὁ γέρων; Β. ἀπὸ τῆς μὲν ὄψεως Ἑλληνικός· λευκὴ χλανίς, φαιὸς χιτωνίσκος καλός, πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία, | |
5 | βαιὰ τράπεζα· τί μακρὰ δεῖ λέγειν; ὅλως | |
αὐτὴν ὁρᾶν γὰρ τὴν Ἀκαδημίαν δοκῶ. | 17 | |
Anteitit | ΑΝΤΕΙΑ. | |
Antei1 | Ἐν ταῖς σπυρίσι δὲ τί ποτ’ ἔνεστι, φίλτατε; Β. ἐν ταῖς τρισὶν μὲν χόνδρος ἀγαθὸς Μεγαρικός. Α. οὐ Θετταλικὸν τὸν χρηστὸν εἶναί φασι δέ; Β. * * * * * τῆς Φοινίκης * * * * | |
5 | σεμίδαλις, ἐκ πολλῆς σφόδρ’ ἐξηττημένη. | |
Antei2 | Πρὸς τῷ μυροπώλῃ γενόμενον κατελίμπανον αὐτὸν περὶ μύρον * * * * * * * * * * * * μέλλει τε συνθείς σοι φέρειν | |
τὰ κινναμώμινα ταῦτα καὶ τὰ νάρδινα. | 18 | |
Antei3 | Ταῖς δ’ ἐνδυταῖς στολαῖσι τετραγῳδημέναις, σκελέαις, τιάραις. | |
Antertit | ΑΝΤΕΡΩΣΑ. | |
Apotit | ΑΠΟΚΑΡΤΕΡΩΝ. | 19 |
Arktit | ΑΡΚΑΣ. | |
Ark1 | Οὔτε γὰρ νήφοντα δεῖ οὐδαμοῦ, πάτερ, παροινεῖν, οὔθ’ ὅταν πίνειν δέῃ νοῦν ἔχειν. ὅστις δὲ μεῖζον ἢ κατ’ ἄνθρωπον φρονεῖ * * * μικρῷ πεποιθὼς ἀθλίῳ νομίσματι, | |
5 | εἰς ἄφοδον ἐλθὼν ὅμοιον πᾶσιν αὑτὸν ὄψεται, ἂν σκοπῇ τὰ τῶν ἰατρῶν τοῦ βίου τεκμήρια τὰς φλέβας θ’ ὅποι φέρονται, τὰς ἄνω καὶ τὰς κάτω | |
τεταμένας, δι’ ὧν ὁ θνητὸς πᾶς κυβερνᾶται βίος. | 20 | |
Argtit | ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ. | |
Arg1 | Καὶ τότε περιπατήσεις κἀπονίψει κατὰ τρόπον τὰς χεῖρας, εὐώδη λαβὼν τὴν γῆν. | |
Architit | ΑΡΧΙΣΤΡΑΤΗ. | |
Archi1 | Τίς δ’ ἐγχέλειον ἂν φάγοι ἢ κρανίον σινόδοντος; | |
Hartit | ΑΡΠΑΖΟΜΕΝΗ. | |
Har1 | Λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίαν | |
τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον. | 21 | |
Archotit | ΑΡΧΩΝ. | |
Archo1 | Ἐν Λακεδαίμονι γέγονας; ἐκείνων τῶν νόμων μεθεκτέον ἐστίν. βάδιζ’ ἐπὶ δεῖπνον εἰς τὰ φιλίτια, ἀπόλαυε τοῦ ζωμοῦ, ῥόφει, τοὺς βύστακας | |
5 | μὴ καταφρόνει, μηδ’ ἕτερ’ ἐπιζήτει καλά, | |
ἐν τοῖς δ’ ἐκείνων ἔθεσιν ἴσθ’ ἀρχαϊκός. | 22 | |
Asktit | ΑΣΚΛΗΠΙΟΣ. | |
Ask1 | Τὴν δὲ γραῦν τὴν ἀσθενοῦσαν πάνυ πάλαι, τὴν βρυτικήν, ῥιζίον τρίψας τι μικρὸν δελεάσας τε γεννικῇ | |
τὸ μέγεθος κοίλῃ λεπάστῃ τοῦτ’ ἐποίης’ ἐκπιεῖν. | 23 | |
Asotit | ΑΣΩΤΟΙ. | |
Auletetit | ΑΥΛΗΤΗΣ. | |
Aulete1 | Ποίαν, φράσον γάρ, ᾖδε τὴν συναυλίαν ταύτην; ἐπίσταται γάρ, ἀλλ’ ηὔλουν ἔτι μαθόντες, ὥστε τοὺς αὐλοὺς σύ τε αὐτὴ τελετῆ ψεθείθαμεν συντυγχάνεις | |
5 | αὐλῶν πέραινε. δέξεται δὲ τἄλλα σοι. ἡδύ τι κοινόν ἐστιν, οὗ χωρὶς πάλιν συννεύματ’ οὐ προβλήμαθ’ οἷς σημαίνεται | |
ἕκαστα. | 24 | |
Auletrtit | ΑΥΛΗΤΡΙΣ Η ΔΙΔΥΜΑΙ. | |
Auletr1 | Ὁ μὲν Μενέλεως ἐπολέμης’ ἔτη δέκα τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν, Φοινικίδης δὲ Ταυρέᾳ δι’ ἔγχελυν. | |
Auttit | ΑΥΤΟΥ ΕΡΩΝ. | |
Aut1 | Τροφαλίδας τε λινοσάρκους, μανθάνεις; τυρὸν λέγω. | 25 |
Aphrodistit | ΑΦΡΟΔΙΣΙΟΣ. | |
Aphrodis1 | Α. Πότερ’, ὅταν μέλλω λέγειν σοι τὴν χύτραν, χύτραν | |
1 | λέγω, ἢ τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος πλαστὸν ἐκ γαίης, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ, νεογενοῦς ποίμνης δ’ ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα | |
5 | τακεροχρῶτ’ εἴδη κύουσαν; Β. Ἡράκλεις, ἀποκτενεῖς | |
ἆρά μ’, εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν χύτραν. Α. εὖ λέγεις. ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθήμενον εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης, | 26 | |
10 | λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν; ἢ σαφῶς πλακοῦντα φράζω σοι; Β. πλακοῦντα βού‐ | |
11 | λομαν. Α. Βρομιάδος δ’ ἱδρῶτα πηγῆς; Β. οἶνον εἰπὲ συν‐ | |
12 | τεμών. Α. λιβάδα νυμφαίαν δροσώδη; Β. παραλιπὼν ὕδωρ | |
13 | φάθι. Α. κασιόπνουν δ’ αὔραν δι’ αἴθρας; Β. σμύρναν εἰπέ, | |
14 | μὴ μακράν, | |
15 | μηδὲ τοιοῦτ’ ἄλλο μηδέν, μηδὲ τοὔμπαλιν λέγων, ὅτι δοκεῖ τοῦτ’ ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες, | |
αὐτὸ μὲν μηδέν, παρ’ αὐτὸ δ’ ἄλλα συστρέφειν πυκνά. | 27 | |
Aphrodis2 | Πενθεῖν δὲ μετρίως τοὺς προσήκοντας φίλους· οὐ γὰρ τεθνᾶσιν, ἀλλὰ τὴν αὐτὴν ὁδόν, ἣν πᾶσιν ἐλθεῖν ἔστ’ ἀναγκαίως ἔχον, προεληλύθασιν. εἶτα χἡμεῖς ὕστερον | |
5 | εἰς ταὐτὸ καταγωγεῖον αὐτοῖς ἥξομεν, κοινῇ τὸν ἄλλον συνδιατρίψοντες χρόνον. | |
Aphrodittit | ΑΦΡΟΔΙΤΗΣ ΓΟΝΑΙ. | |
Aphrodit1 | Τονδὶ λέγω, σὺ δ’ οὐ συνίης· κότταβος τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν· ᾠὰ μὲν καὶ πέμμα καὶ τράγημα νικητήριον. Β. περὶ τοῦ; γελοῖον. κοτταβιεῖτε τίνα τρόπον; | |
5 | Α. ἐγὼ διδάξω καθ’ ὅσον ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν— Β. πλάστιγγα ποίαν; Γ. τοῦτο τοὐπικείμενον | |
ἄνω τὸ μικρόν, τὸ πινακίσκιον, λέγει. τοῦτ’ ἐστὶ πλάστιγξ. Α. οὗτος ὁ κρατῶν γίγνεται. | 29 | |
10 | Β. πῶς δ’ εἴσεταί τις τοῦτ’; Α. ἐὰν θίγῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἔσται πάνυ πολύς. Β. πρὸς θεῶν, τῷ κοττάβῳ πρόσεστι καὶ μάνης τις ὥσπερ οἰκέτης; | |
13 | * * * * | |
13 | * * * * Β. Ὧι δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ. | |
15 | Α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους, οἶνόν τε μικρὸν ἐγχέαι, καὶ μὴ πολύν· ἔπειτ’ ἀφήσεις. Β. τίνα τρόπον; Α. δεῦρο βλέπε. τοιοῦτον. Β. ὦ Πόσειδον, ὡς ὑψοῦ σφόδρα. Α. οὕτω ποιήσεις. Β. ἀλλ’ ἐγὼ μὲν σφενδόνῃ | |
20 | οὐκ ἂν ἐφικοίμην αὐτός’. Α. ἀλλὰ μάνθανε. | 30 |
Baktit | ΒΑΚΧΑΙ. | |
Bak1 | Ἐπεὶ δὲ τοῦτ’ οὐκ ἔστι, κακοδαίμων σφόδρα ὅστις γαμεῖ γυναῖκα, πλὴν ἐν τοῖς Σκύθαις· ἐκεῖ μόνον γὰρ οὐχὶ φύετ’ ἄμπελος. | |
Battit | ΒΑΤΑΛΟΣ. | 32 |
Boitit | ΒΟΙΩΤΙΑ. | |
Boi1 | Καὶ περὶ μὲν ὄψου γ’ ἠλίθιον τὸ καὶ λέγειν ὥσπερ πρὸς ἀπλήστους. ἀλλὰ ταυτὶ λάμβανε, παρθένε, τὰ μῆλα. Β. καλά γε. Α. καλὰ δῆτ’, ὦ θεοί· νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ’ ἀφιγμένον | |
5 | εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως. Β. παρ’ Ἑσπερίδων, ᾤμην γε. Γ. νὴ τὴν Φωσφόρον, φησὶν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι. Β. τρία μόνον ἐστίν. Α. ὀλίγον ἐστὶ τὸ καλὸν πανταχοῦ | |
καὶ τίμιον. | 33 | |
Boi2 | Ἐνεγκεῖν ἐξ ἀγροῦ μοι τῶν ῥοῶν τῶν σκληροκόκκων. | |
Boi3 | Καλέσας τε παρατίθησιν ἐν παροψίδι βολβούς. | |
Bomtit | ΒΟΜΒΥΛΙΟΣ. | |
Bom1 | Ἀγγεῖον ἀλφιτήριον κόϊξ. | 34 |
Bom3 | Τὰς προσφόρους ἡμῖν τροφάς, σκορόδια, τυρόν, κρόμμυα, κάππαριν * * * πάντα ταῦτ’ ἐστὶν δραχμῆς. | |
Boustit | ΒΟΥΣΙΡΙΣ. | |
Bous1 | Βότρυς, ῥόας, φοίνικας, ἕτερα νώγαλα. | 35 |
Bouttit | ΒΟΥΤΑΛΙΩΝ. | |
Bout1 | Α. Καὶ μὴν ἑστιάσω τήμερον ὑμᾶς ἐγώ· σὺ δ’ ἀγοράσεις ἡμῖν λαβών, Πίστ’, ἀργύριον. Β. ἄλλως γὰρ οὐκ ἐπίσταμαι χρηστῶς ἀγοράζειν. Α. φράζε δή, Φιλούμενε, | |
5 | ὄψῳ τίνι χαίρεις; Φ. πᾶσι. Α. καθ’ ἕκαστον λέγε, ἰχθὺν τίν’ ἡδέως φάγοις ἄν; Φ. εἰς ἀγρόν ἦλθεν φέρων πότ’ ἰχθυοπώλης μαινίδας καὶ τριγλίδας, καὶ νὴ Δί’ ἤρεσεν σφόδρα ἡμῖν ἅπασιν. Α. εἶτα καὶ νῦν, εἰπέ μοι, | |
10 | τούτων φάγοις ἄν; Φ. κἄν τις ἄλλος μικρὸς ᾖ· τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα ἀνθρωποφάγους ἰχθῦς. Α. τί φής, ὦ φίλτατε, ἀνθρωποφάγους; πῶς; Π. ὧν γ’ ἂν ἄνθρωπος φάγοι, δῆλον ὅτι. ταῦτα δ’ ἐστὶν Ἑλένης βρώματα, | |
15 | ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας. | 36 |
Byztit | ΒΥΖΑΝΤΙΟΣ. | |
Gamtit | ΓΑΜΟΣ. | |
Gam1 | Κογχίον τε μικρὸν ἀλλᾶντός τε προστετμημένον. | |
Gam2 | Πατάνια, σεῦτλον, σίλφιον, χύτρας, λύχνους, | |
κορίαννα, κρόμμυ’, ἅλας, ἔλαιον, τρύβλιον. | 39 | |
Gam3 | Ἐκτεμὼν χορδῆς μεσαῖον. | |
Gantit | ΓΑΝΥΜΗΔΗΣ. | |
Gan1 | Ὁρᾷς, ἐν τῇδε μὲν ὁ τῶν Φρυγῶν τύραννος οἰκῶν τυγχάνει, | |
γέρων ἀπ’ ὀργῆς, Λαομέδων καλούμενος. | 40 | |
Gan2 | Οἴμοι περιπλοκὰς λίαν ἐρωτᾷς. Β. ἀλλ’ ἐγὼ σαφῶς φράσω. τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθά τι, ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. Α. πότερά μοι | |
5 | γρῖφον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα, τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι, ἢ τί δύναται τὸ ῥηθέν; Β. ἔξω τις δότω ἱμάντα ταχέως. Α. οἷον οὐκ ἔγνων ἴσως. ἔπειτα τοῦτο ζημιοῖς με; μηδαμῶς· | |
10 | ἅλμης δ’ ἐχρῆν τι περιφέρειν ποτήριον. Β. οἶσθ’ οὖν ὅπως δεῖ τοῦτό ς’ ἐκπιεῖν; Α. ἐγὼ κομιδῆ γε. Β. πῶς; Α. ἐνέχυρον ἀποφέροντά σου. Β. οὐκ ἀλλ’ ὀπίσω τὼ χεῖρε ποιήσαντα δεῖ | |
ἕλκειν ἀπνευστί. | 41 | |
Glautit | ΓΛΑΥΚΟΣ. | |
Gortit | ΓΟΡΓΥΘΟΣ. | |
Gor1 | Ἧττόν τ’ ἀποσταίην ἂν ὧν προειλόμην ἢ Καλλιμέδων γλαύκου πρόοιτ’ ἂν κρανίον. | |
Deutit | ΔΕΥΚΑΛΙΩΝ. | |
Deu1 | Τάριχος ἀντακαῖον εἴ τις βούλετ’ ἢ Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος | |
ὀσμαῖσι χαίρει. | 43 | |
Deu2 | Σησαμίδας ἢ μελίπηκτα ἢ τοιοῦτό τι. | |
Deltit | ΔΗΛΙΑ. | |
Didtit | ΔΙΔΥΜΟΙ. | |
Did1 | Ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων, πιών τε προπόσεις τρεῖς ἴσως ἢ τέτταρας ἐστρηνίων πως, καταβεβρωκὼς σιτία | |
ἴσως ἐλεφάντων τεττάρων. | 44 | |
Did2 | Ὁ γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς, κοινωνὸς ἀμφοῖν, τῆς τύχης καὶ τοῦ βίου. οὐδεὶς παράσιτος εὔχετ’ ἀτυχεῖν τοὺς φίλους, τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί. | |
5 | ἔστιν πολυτελὴς τῷ βίῳ τις, οὐ φθονεῖ, μετέχειν δὲ τούτων εὔχετ’ αὐτῷ συμπαρών. κἀστὶν φίλος γενναῖος ἀσφαλής θ’ ἅμα, οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος, ὀργὴν ἐνεγκεῖν ἀγαθός· ἂν σκώπτῃς, γελᾷ· | |
10 | ἐρωτικός, γελοῖος, ἱλαρὸς τῷ τρόπῳ, πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν, ἂν ᾖ τὸ σιτάρχημα δεῖπνον εὐτρεπές. | |
Did3 | Τὸ ποτήριόν μοι τὸ μέγα προσφέρει λαβών. ἐπεχεάμην ἄκρατον, οὐχὶ παιδίου, κυάθους θεῶν τε καὶ θεαινῶν μυρίους· ἔπειτ’ ἐπὶ τούτοις πᾶσι τῆς σεμνῆς θεᾶς, | |
5 | καὶ τοῦ γλυκυτάτου βασιλέως διμοιρίαν. | 45 |
Did4 | Οἰνογευστεῖ, περιπατεῖ ἐν τοῖς στεφάνοις. | |
Diptit | ΔΙΠΛΑΣΙΟΙ. | |
Dip1 | Α. Τί οὖν ἐνέσται τοῖς θεοῖσιν; Β. οὐδὲ ἕν, ἂν μὴ κεράσῃ τις. Α. ἴσχε, τὸν ᾠδὸν λάμβανε. ἔπειτα μηδὲν τῶν ἀπηρχαιωμένων τούτων περάνῃς, τὸν Τελαμῶνα, μηδὲ τὸν | |
5 | παιῶνα, μηδ’ Ἁρμόδιον. | 46 |
Dip2 | Οὐδεὶς πώποτε, ὦ δέσποτ’, ἀπέθαν’ ἀποθανεῖν πρόθυμος ὤν, τοὺς γλιχομένους δὲ ζῆν κατασπᾷ τοῦ σκέλους ἄκοντας ὁ Χάρων εἰς τὸ πορθμεῖόν τ’ ἄγει | |
5 | σιτιζομένους καὶ πάντ’ ἔχοντας ἀφθόνως. | |
ὁ δὲ λιμός ἐστιν ἀθανασίας φάρμακον. | 47 | |
Dratit | ΔΡΑΠΕΤΑΓΩΓΟΣ. | |
Dra1 | Κοσμίως ποιῶν τὴν ἔνθεσιν μικρὰν μὲν ἐκ τοῦ πρόσθε, μεστὴν δ’ ἔνδοθεν τὴν χεῖρα, καθάπερ αἱ γυναῖκες, κατέφαγεν πάμπολλα καὶ ταχύτατα. | |
Dysetit | ΔΥΣΕΡΩΤΕΣ. | |
Dyse1 | Ἐκεῖσε διαπλέω ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν, | |
καυλῷ, κέλησι; μασπέτοις, πυρετοῖς, ὀποῖς. | 48 | |
Dysptit | ΔΥΣΠΡΑΤΟΣ. | |
Dysp1 | Ὁρᾶν τε κείμενα ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε, ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν, ὥς φασιν αἱ γυναῖκες. | |
Dysp2 | Σικελῶν τε τέχναις ἡδυνθεῖσαι | |
δαιτὸς διαθρυμματίδες. | 49 | |
Dodtit | ΔΩΔΩΝΙΣ. | |
Dod1 | Πόθεν οἰκήτωρ; ἤ τις Ἰώνων τρυφεραμπεχόνων ἁβρὸς ἡδυπαθὴς ὄχλος ὥρμηται; | |
Epidtit | ΕΠΙΔΑΥΡΙΟΣ. | |
Epid1 | Ἐπαίζομεν μὲν ἀρτίως τοῖς ἀστρίχοις. | 50 |
Epiktit | ΕΠΙΚΛΗΡΟΣ. | |
Epik1 | Ὦ γῆρας, ὡς ἅπασιν ἀνθρώποισιν εἶ ποθεινόν, ὡς εὔδαιμον, εἶθ’ ὅταν παρῇς, ἀχθηρόν, ὡς μοχθηρόν, εὖ λέγει τέ σε οὐδείς, κακῶς δὲ πᾶς τις ὃς σοφῶς λέγει. | |
Euthtit | ΕΥΘΥΔΙΚΟΣ. | |
Euth1 | Ἔπειτα πουλύπους τετμημένος ἐν βατανίοισιν ἑφθός. | |
Euth2 | Ἐγὼ ξενιτευόμενος ἐστρατευόμην. | |
Euth3 | Πάνυ συχνὴ σφύραινα. Β. κέστραν ἀττικιστὶ δεῖ λέγειν. | 51 |
Euptit | ΕΥΠΛΟΙΑ. | |
Eup1 | Λύπη γὰρ ἀνθρώποισι καὶ τὸ ζῇν κακῶς ὥσπερ πονηρὼ ζωγράφω τὰ χρώματα πρώτιστον ἀφανίζουσιν ἐκ τοῦ σώματος. | |
Ephtit | ΕΦΕΣΙΑ. | |
Eph1 | Δύστηνος ὅστις ζῇ θαλάττιον βίον· τῶν γὰρ πλεόντων ζητεῖν. στάδια ἑκατὸν ἐλθεῖν που δὴ κρεῖττον ἢ πλεῦσαι πλέθρον. | |
πλεῖς τὴν θάλατταν σχοινίων πωλουμένων; | 52 | |
Eph2 | Ἐν γῇ πένεσθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖν. | 53 |
Zaktit | ΖΑΚΥΝΘΙΟΣ. | |
Zak1 | Εἶτ’ οὐ δικαίως εἰμὶ φιλογύνης ἐγὼ καὶ τὰς ἑταίρας ἡδέως πάσας ἔχω; τουτὶ γὰρ αὐτὸ πρῶτον ὃ σὺ ποιεῖς παθεῖν, μαλακαῖς καλαῖς τε χερσὶ τριφθῆναι πόδας, | |
5 | πῶς οὐχὶ σεμνόν ἐστι; | |
Zogtit | ΖΩΓΡΑΦΟΣ. | |
Hentit | ΗΝΙΟΧΟΣ. | |
Hen1 | Ἀνδρὸς διαφέρει τοῦτ’ ἀνήρ· ὃ μὲν κακῶς πράττων τὸ λυποῦν ἤγαγ’ εἰς παράστασιν, | |
ὃ δ’ ἐμφρόνως δεξάμενος ἤνεγκεν καλῶς. | 54 | |
Thatit | ΘΑΜΥΡΑΣ. | |
Tha1 | Καὶ σοῦ γ’ ἐπώνυμός τις ἐν φήμαις βροτῶν Θρῄκης κατάρδων ποταμὸς ὠνομασμένος, Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος. | |
Thetit | ΘΕΟΓΟΝΙΑ. | 55 |
Thotit | ΘΟΡΙΚΙΟΙ Η ΔΙΟΡΥΤΤΩΝ. | |
Tho1 | Λοῦται δ’ ἀληθῶς; Β. ἀλλὰ τί; ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη, φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία, | |
5 | σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα, ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην, | |
ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα. | 56 | |
Iattit | ΙΑΤΡΟΣ. | |
Iat1 | Ἅπαν τὸ λυποῦν ἐστιν ἀνθρώπῳ νόσος ὀνόματ’ ἔχουσα πολλά. | |
Hiptit | ΙΠΠΕΙΣ. | |
Hip1 | Πῶς οὖν διαιτώμεσθα; Β. τὸ μὲν ἐφίππιον στρῶμ’ ἐστὶν ἡμῖν, ὁ δὲ καλὸς πῖλος καλὸς ψυκτήρ· τί βούλει; πάντ’, Ἀμαλθείας κέρας. | |
Hip2 | Τῶν δ’ ἀκοντίων | |
συνδοῦντες ὀρθὰ τρία λυχνείῳ χρώμεθα. | 57 | |
Kaitit | ΚΑΙΝΕΥΣ. | |
Kai1 | Εἰ τῇ δῆλος φιάλην Ἄρεος, | |
κατὰ Τιμόθεον, ξυστόν τε βέλος. | 58 | |
Karetit | ΚΑΡΕΣ. | |
Kare1 | Οὐχ ὁρᾷς ὀρχούμενον ταῖς χερσὶ τὸν βάκηλον; οὐδ’ αἰσχύνεται ὁ τὸν Ἡράκλειτον πᾶσιν ἐξηγούμενος, ὁ τὴν Θεοδέκτου μόνος ἀνευρηκὼς τέχνην, | |
5 | ὁ τὰ κεφάλαια συγγράφων Εὐριπίδῃ. | 59 |
Karitit | ΚΑΡΙΝΗ. | |
Kari1 | Τρίποδα καὶ κάδον παραθέμενος ψυκτῆρά τ’ οἴνου * * μεθύσκεται. | |
Kari2(4) | Πότος ἔσται * * | |
5 | σφοδρότερος· οὐκοῦν, εἰ φράσαι τις, οὐκ ἔτι ἔξεστι κυαθίζειν γάρ * * * * τὸν δὲ κάδον ἔξω καὶ τὸ ποτήριον λαβὼν ἀπόφερε τἄλλα πάντα. | |
Keptit | ΚΗΠΟΥΡΟΣ. | 61 |
Kitharotit | ΚΙΘΑΡΩΙΔΟΣ. | |
Kitharo1-2 | Οὐ ψεῦδος οὐδέν φησιν. | |
1 | * * * * Ὀφθαλμὸν ὤρυττέν τις ὥσπερ ἰχθύος Μάτων προσελθών. | |
Kitharo3 | Εἰσδυόμενος εἰς πόρκον, ὅθεν ἔξω πάλιν οὐ ῥᾳδίως ἔξειμι τὴν αὐτὴν ὁδόν. | |
Kitharo4 | Στειλεάν, | |
ῥαφανῖδα, σικύους τέτταρας. | 62 | |
Kitharitit | ΚΙΘΑΡΙΣΤΗΣ. | |
Kithari1 | Οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε, | |
νῦν δ’ ὁμηρεύους’ ἔχοντες πορφυροῦς κεκρυφάλους; | 63 | |
Kletit | ΚΛΕΟΦΑΝΗΣ. | |
Kle1 | Τὸ δὲ τυραννεῖν ἐστιν * ἢ τί ποτε τὸ σπουδαῖον; ἀκολουθεῖν ἐρεῖς ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία, λεπτῶν ἀσίτων συκίνων, λέγονθ’ ὅτι | |
5 | τὸ πρᾶγμα τοῦτ’ οὐκ ἔστιν εἴπερ γίγνεται· οὐδ’ ἔστι γάρ πω γιγνόμενον ὃ γίγνεται, οὐδ’ εἰ πρότερον ἦν, ἔστιν ὅ γε νῦν γίγνεται· ἔστιν γὰρ οὐκ ὂν οὐδέν· ὃ δὲ μὴ γέγονέ πω, οὐκ ἔστιν ὥσπερ γέγονεν, ὁ δὲ μὴ γέγονέ πω· | |
10 | ἐκ τοῦ γὰρ εἶναι γέγονεν· εἰ δ’ οὐκ ἦν ὅθεν, πῶς ἐγένετ’ ἐξ οὐκ ὄντος; οὐχ οἷόν τε γάρ. εἰ δ’ αὐτόθεν πη γέγονεν, οὐκ ἔσται * * κεἴποι δέ πω τις· εἴ ποθεν γενήσεται τοὐκ ὄν, εἰς οὐκ ὂν γὰρ οὐ δυνήσεται. | |
15 | ταυτὶ δ’ ὅ τι ἐστὶν οὐδ’ ἂν ἁπόλλων μάθοι. | 64 |
Knatit | ΚΝΑΦΕΥΣ. | |
Kna1 | Ὅστις τέχνην κατέδειξε πρῶτος τῶν θεῶν, οὗτος μέγιστον εὗρεν ἀνθρώποις κακόν· ὅταν γὰρ ἀπορῆταί τις, ἂν μὲν ἀργὸς ᾖ, ἐλθὼν ἀπεκινδύνευσεν ἡμέραν μίαν, | |
5 | ὥστ’ ἢ γεγονέναι λαμπρὸν ἢ τεθνηκέναι. ἡμεῖς δ’ ἔχοντες ἀρραβῶνα τὴν τέχνην τοῦ ζῆν, ἀεὶ πεινῶμεν ἐπὶ ταῖς ἐλπίσιν, ἐξόν τε μικρὸν διαπορηθῆναι χρόνον, τὸν βίον ἅπαντα τοῦτο δρᾶν αἱρούμεθα. | |
Knoitit | ΚΝΟΙΘΙΔΕΥΣ Η ΓΑΣΤΡΩΝ. | |
Knoi1 | Ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγειν γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς | |
λέγοντας οὐδέν· ὁπότε προστάττοιτό τις εἰπεῖν ἐφεξῆς ὅ τι φέρων τις μὴ φέρει, | 66 | |
5 | ἐγέλων νομίζων λῆρον· οὐκ ἂν γενόμενον οὐδέποτέ γ’ ᾤμην πρᾶγμα παντελῶς λέγειν, ἐνέδρας δ’ ἕνεκα. νυνὶ δὲ τοῦτ’ ἔγνωχ’ ὅτι ἀληθὲς ἦν· φέρομεν γὰρ ἄνθρωποι δέκα ἔρανόν τιν’, οὐ φέρει δὲ τούτων τὴν φορὰν | |
10 | οὐδείς. σαφῶς οὖν ὅ τι φέρων τις μὴ φέρει, τοῦτ’ ἔστιν, ἦν θ’ ὁ γρῖφος ἐνταῦθα ῥέπων. καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον· ἀλλ’ οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα | |
15 | Φίλιππος. ἆρ’ ἦν εὐτυχής τις νὴ Δία. | 67 |
Knoi2 | Ἄτοπόν γε κηρύττουσιν ἐν τοῖς ἰχθύσιν κήρυγμ’, ὅπου καὶ νῦν τις ἐκεκράγει μέγα μέλιτος γλυκυτέρας μεμβράδας φάσκων ἔχειν. εἰ τοῦτο τοιοῦτ’ ἐστίν, οὐδὲν κωλύει | |
5 | τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θ’ ὅτι πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων. | |
Koritit | ΚΟΡΙΝΘΙΑ. | |
Kori1 | Ἔπειτα κἀκροκώλιον ὕειον Ἀφροδίτῃ. Β. γελοῖον. Α. ἀγνοεῖς. ἐν τῇ Κύπρῳ δ’ οὕτω φιληδεῖ ταῖς ὑσίν, ὦ δέσποθ’, ὥστε σκατοφαγεῖν ἀπεῖρξε τὸ | |
5 | ζῷον * * * τοὺς δὲ βοῦς ἠνάγκασεν. | 68 |
Korotit | ΚΟΡΟΠΛΑΘΟΣ. | |
Koro1 | Γύναι, πρὸς αὐλὸν ἦλθες. ὀρχήσει πάλιν | |
τὴν ἴγδιν. τὴν θυΐαν ἀγνοεῖς; | 69 | |
Koutit | ΚΟΥΡΙΣ. | |
Kou1 | Ἐλθών τε πρὸς τὸν τεμαχοπώλην περίμενε, παρ’ οὗ φέρειν εἴωθα· κἂν οὕτω τύχῃ, Εὔθυνος * * ἀπολοπίζων αὐτόθι χρηστόν τι περιμένων κέλευσόν μοι τεμεῖν. | |
Kou2 | Ὁ μὲν ἀγρῷ τρεφόμενος θαλάττιον . . οὗτος οὐδὲν ἐσθίει, πλὴν τῶν παρὰ γῆν, γόγγρον τιν’ ἢ νάρκην τιν’ ἢ θύννης τὰ πρὸς τῇ Β. ποῖα; Α. τὰ κάτωθεν λέγω. | |
5 | Β. τούτους φάγοις ἄν; Γ. τοὺς γὰρ ἄλλους νενόμικα ἀνθρωποφάγους ἰχθῦς. Α. τὸ δεῖνα δ’ ἐσθίεις; | |
τουτὶ κακόνωτα πλοῖα. Γ. Κωπᾷδας λέγεις. Β. ἀγρίως γε. Γ. παρὰ λίμνην γεωργῶν τυγχάνω· τὰ δ’ ἐγχέλεια γράψομαι λιποταξίου· | 70 | |
10 | κομιδῆ γὰρ οὐκ ἦν οὐδαμοῦ | 71 |
Kybtit | ΚΥΒΕΥΤΑΙ. | |
Kyktit | ΚΥΚΛΩΨ. | |
Kyk1 | Ἔστω δ’ ὑμῖν κεστρεὺς τμητός, νάρκη πνικτή, πέρκη σχιστή, τευθὶς σακτή, συνόδων ὀπτός, γλαύκου προτομή, γόγγρου κεφαλή, | |
5 | βατράχου γαστήρ, θύννου λαγόνες, βατίδος νῶτον, κέστρας ὀσφύς, ψήττας κίσχος, μαινίς, καρίς, τρίγλη, φυκίς· | |
τῶν τοιούτων μηδὲν ἀπέστω. | 72 | |
Kyk2 | Τῶν χερσαίων δ’ ὑμῖν ἥξει παρ’ ἐμοῦ ταυτί· βοῦς ἀγελαῖος, τράγος ἠλιβάτας, αἲξ οὐρανία, κριὸς τομίας, | |
5 | κάπρος ἐκτομίας, ὗς οὐ τομίας, δέλφαξ, δασύπους, ἔριφοι, * * τυρὸς χλωρός, τυρὸς ξηρός, τυρὸς κοπτός, τυρὸς ξυστός, | |
τυρὸς τμητός, τυρὸς πηκτός. | 73 | |
Korytit | ΚΩΡΥΚΟΣ. | |
Kory1 | Ἐν ὅσῳ δ’ ἀκροῶμαί σου, κέλευσόν μοί τινα φέρειν ἀπονίψασθαι. Β. δότω τις δεῦρ’ ὕδωρ | |
καὶ σμῆμα. | 74 | |
Kory2 | Τῶν θαλαττίων δ’ ἀεὶ ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ’, ἅλας. * * * * ἐπὶ δὲ τούτοις πίνομεν οἰνάριον εἶδος, νὴ Δί’, οἰκίας τρόπον | |
5 | Πόσειδος οἷον τοῖς παροῦσι συμφέρει ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ. | |
Kory3 | Πρῶτον μὲν ὥσπερ πυθαγορίζων ἐσθίει ἔμψυχον οὐδέν, τῆς δὲ πλείστης τοὐβολοῦ | |
μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει. | 75 | |
Lampatit | ΛΑΜΠΑΣ. | |
Lampa1 | Τράπεζα φυστημινεὶς ἀλλὰ μὴν δαίμονος ἀγαθοῦ μετάνιπτρον, ἐντραγεῖν, σπονδή, κρότος. | |
Lampotit | ΛΑΜΠΩΝ. | |
Lampo1 | Κεστρεῖς ἔχων ἄλλους στρατιώτας τυγχάνεις | |
νήστεις. | 76 | |
Lampo2 | Ὁ δεῖν’ Ἰᾶπυξ, κέρασον εὐζωρέστερον. | |
Leptit | ΛΕΠΤΙΝΙΣΚΟΣ. | |
Lep1 | Οἶνον Θάσιον πίνοις ἄν; Β. εἴ τις ἐγχέαι. Α. πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; Β. εἰρηνικῶς. μαλακὰς σφόδρα, δι’ ἃς μέλιτι προσπαίζειν βία. Α. μελίπηκτα δ’ εἴ σοι προσφέροι; Β. τρώγοιμι καὶ | |
5 | ᾠὸν δὲ καταπίνοιμ’ ἄν. Α. ἄλλου δεῖ τινος; | 77 |
Leutit | ΛΕΥΚΑΔΙΟΣ. | |
Leu1 | Ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου, σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου, βατανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης, καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ. | |
Leu2 | Ἐνταῦθ’ ἀναρίστητος εὐθὺς κιθαριεῖ. | 78 |
Leotit | ΛΕΩΝΙΔΗΣ. | |
Leo1 | Ἀλλὰ πρὶν δεδειπνάναι ἡμᾶς παρέσται. | |
Lemtit | ΛΗΜΝΙΑΙ. | |
Lem1 | Παρετέθη τρίπους πλακοῦντα χρηστόν, ὦ πολυτίμητοι θεοί, ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι. | |
Lem2 | Εἶτ’ ἔστιν ἢ γένοιτ’ ἂν ἡδίων τέχνη, ἢ πρόσοδος ἄλλη τοῦ κολακεύειν εὐφυῶς; ὁ ζωγράφος πονεῖ τι καὶ πικραίνεται, ὁ γεωργὸς ἐν ὅσοις ἐστὶ κινδύνοις πάλιν. | |
5 | πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος. ἡμῖν δὲ μετὰ γέλωτος ὁ βίος καὶ τρυφῆς· οὗ γὰρ τὸ μέγιστον ἔργον ἐστὶ παιδιά, ἁδρὸν γελάσαι, σκῶψαί τιν’, ἐκπιεῖν πολύν, | |
οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον. | 79 | |
Lydtit | ΛΥΔΟΣ. | |
Lyd1 | Κολχὶς ἄνθρωπος πάροινος. | |
Lyktit | ΛΥΚΩΝ. | |
Lyk1 | Καὶ τἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους εἶναι τὸ νομίσαι τ’ ἰσόθεον τὴν ἔγχελυν· πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα· τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθ’ ἡμῖν τυχεῖν, | |
5 | τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα ἢ πλέον ἀναλώσασιν ὀσφρέσθαι μόνον. | |
οὕτως ἔσθ’ ἅγιον παντελῶς τὸ θηρίον. | 80 | |
Maltit | ΜΑΛΘΑΚΗ. | |
Mal1 | Ἔρχεται, μετέρχεθ’ αὕτη, προσέρχετ’, οὐ μετέρχεται, ἥκει, πάρεστι, ῥύπτεται, προσέρχεται, σμῆται, κτενίζετ’, ἐκβέβηκε, τρίβεται, | |
5 | λοῦται, σκοπεῖται, στέλλεται, μυρίζεται, | |
κοσμεῖτ’, ἀλείφετ’· ἂν δ’ ἔχῃ τι ἀπάγχεται. | 81 | |
Meitit | ΜΕΙΛΑΝΙΩΝ. | |
Mei1 | Τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ. | |
Meletit | ΜΕΛΕΑΓΡΟΣ. | |
Mele1 | Ἀσκοπυτίνην τινα | |
δίψους ἀρωγόν. | 82 | |
Melitit | ΜΕΛΙΤΤΑ. | |
Meli1 | Ἐπὶ χρήμασιν δ’ ὢν ἔμπορος φρονεῖ μέγα, ὧν ἐστι πάντων ἐνίοτ’ ἄνεμος κύριος. | |
Mettit | ΜΕΤΟΙΚΟΣ. | |
Met1 | Προσέλαβον ἐλθὼν τουτονὶ τραπεζοποιόν, ὃς πλυνεῖ σκεύη, λύχνους ἑτοιμάσει, σπονδὰς ποιήσει, τἄλλ’ ὅσα | |
τούτῳ προσήκει. | 83 | |
Medtit | ΜΗΔΕΙΑ. | |
Med1 | Ἦν χιτὼν ἀμόργινος, ἕτερος δὲ περιηγητός ἐστιν οὑτοσί. | |
Metratit | ΜΗΤΡΑΓΥΡΤΗΣ. | |
Metra1 | Τήν τε παῖδ’ ἀλείμματα παρὰ τῆς θεοῦ λαβοῦσαν εἶτα τοὺς πόδας ἐκέλευ’ ἀλείφειν πρῶτον, εἶτα τὰ γόνατα. ὡς θᾶττον ἡ παῖς δ’ ἥψατ’ αὐτοῦ τῶν ποδῶν | |
5 | ἔτριψέ τ’, ἀνεπήδησεν. | 84 |
Metrotit | ΜΗΤΡΟΦΩΝ. | |
Midtit | ΜΙΔΩΝ. | |
Mintit | ΜΙΝΩΣ. | |
Mistit | ΜΙΣΟΠΟΝΗΡΟΣ. | |
Mis1 | Εἶτ’ οὐ σοφοὶ δῆτ’ εἰσὶν οἱ Σκύθαι σφόδρα, οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις | |
διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα; οὐ μὰ Δία τιτθὰς εἰσάγουσι βασκάνους, | 85 | |
5 | καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον [κακὸν οὐκ ἔστιν οὐδέν, μετά] γε μαίας νὴ Δία· αὗται δ’ ὑπερβάλλουσι, μετά γε νὴ Δία τοὺς μητραγυρτοῦντάς γε· πολὺ γὰρ αὖ γένος μιαρώτατον τοῦτ’ ἐστίν, εἰ μὴ νὴ Δία | |
10 | τοὺς ἰχθυοπώλας βουλεταί γέ τις λέγειν, μετά γε τοὺς τραπεζίτας· ἔθνος | |
τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον. | 86 | |
Mnetit | ΜΝΗΜΑΤΑ. | |
Mne1 | Τῶν Πυθαγορικῶν δ’ ἔτυχον ἄθλιοί τινες ἐν τῇ χαράδρᾳ τρώγοντες ἅλιμα καὶ κακὰ τοιαῦτα συλλέγοντες ἐν τῷ κωρύκῳ. | |
Moitit | ΜΟΙΧΟΙ. | |
Moi1 | Οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων ἀτυχέστερον· τῷ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι | |
5 | τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις | |
σήπονθ’, ἕωλοι κείμενοι δύ’ ἡμέρας ἢ τρεῖς· μόλις δ’ ἐάν ποτ’ ὠνητὴν τυφλὸν λάβωσιν, ἔδωκαν τῶν νεκρῶν ἀναίρεσιν τούτῳ· κομίσας δ’ ἐξέβαλεν * * οἴκαδε, | 87 | |
10 | τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀσμῆς λαβών. | |
Myltit | ΜΥΛΩΝ. | |
Mystit | ΜΥΣΤΙΣ. | |
Mys1 | Σὺ δ’ ἀλλὰ πῖθι. Β. τοῦτο μέν σοι πείσομαι | |
καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους τοῦ τῆς ἑορτῆς. οὗ μὲν ἦμεν ἄρτι γὰρ | 88 | |
5 | ἐξ ὀξυβαφίων κεραμέων ἐπίνομεν· τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ’ οἱ θεοὶ τῷ δημιουργῷ δοῖεν, ὃς ἐποίησέ σε, τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα. | |
Mys2 | Ταῖς εὐτελείαις οἱ θεοὶ χαίρουσι γάρ· τεκμήριον δ’ ὅταν γὰρ ἑκατόμβας τινὲς | |
θύωσιν, ἐπὶ τούτοις ἅπασιν ὕστατος πάντων καὶ λιβανωτὸς ἐπετέθη, | 89 | |
5 | ὡς τἄλλα μὲν τὰ πολλὰ παραναλούμενα δαπάνην ματαίαν οὖσαν αὐτῶν οὕνεκα, τὸ δὲ μικρὸν αὐτὸ τοῦτ’ ἀρεστὸν τοῖς θεοῖς. | |
Mys3 | Βούλει καὶ σύ, φιλτάτη, πιεῖν; Β. καλῶς ἔχοιμι. Α. τοιγαροῦν φέρε· | |
μέχρι γὰρ τριῶν δεῖν φασὶ τιμᾶν τοὺς θεούς. | 90 | |
Neatit | ΝΕΑΝΙΣΚΟΙ. | |
Nea1 | Ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας εἶναί τι λογοποίημα, πρὸς ἀγορὰν δ’ ὅταν ἔλθω πεπίστευκ’· ἐμβλέπων γὰρ αὐτόθι τοῖς ἰχθυοπώλαις, λίθινος εὐθὺς γίγνομαι, | |
5 | ὥστ’ ἐξ ἀνάγκης ἔστ’ ἀποστραφέντι μοι λαλεῖν πρὸς αὐτούς· ἂν ἴδω γὰρ ἡλίκον ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς. | |
Nea2 | Ὁ πλοῦτός ἐστι παρακάλυμμα τῶν κακῶν, ὦ μῆτερ, ἡ πενία δὲ περιφανές τε καὶ ταπεινόν. | |
Neotit | ΝΕΟΤΤΙΣ. | |
Neo1 | Παῖς ὢν μετ’ ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε | |
ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου, Σύρος τὸ γένος ὤν· περιτυχὼν δ’ ἡμῖν ὁδὶ κηρυττομένοις ὀβολοστάτης ὢν ἐπρίατο, | 91 | |
5 | ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν, τοιοῦτος οἷος μηδὲν εἰς τὴν οἰκίαν μηδ’ ὧν ὁ Πυθαγόρας ἐκεῖνος ἤσθιεν ὁ τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου. | |
Neo2 | Ὁ δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς ἀπέλαβεν ὥσπερ ἔλαβεν. Β. ἠγάπησεν ἂν | |
τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης. | 92 | |
Obrtit | ΟΒΡΙΜΟΣ. | |
Obr1 | Ἂν κελεύῃ με σταθμοῦχος— Β. ἦ σταθμοῦχος δ’ ἔστι τίς; ἀποπνίξεις δέ με καινὴν πρός με διάλεκτον λαλῶν. | |
Α. εἴ τι τάττοι μοι στέγαρχος— | 93 | |
Ointit | ΟΙΝΟΜΑΟΣ Η ΠΕΛΟΨ. | |
Oin1 | Τί δ’ ἂν Ἕλληνες μικροτράπεζοι φυλλοτρῶγες δράσειαν; ὅπου τέτταρα λήψει κρέα μίκρ’ ὀβολοῦ. παρὰ δ’ ἡμετέροις προγόνοισιν ὅλους | |
5 | βοῦς ὤπτων, σῦς, ἐλάφους, ἄρνας· τὸ τελευταῖον δ’ ὁ μάγειρος ὅλον τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ θερμὴν παρέθηκε κάμηλον. | |
Homoitit | ΟΜΟΙΟΙ. | |
Homoi1 | Εἶτ’ ἐπεισῆγεν χορείαν ἢ τράπεζαν δευτέραν, | |
καὶ παρέθηκε γέμουσαν πέμμασι παντοδαποῖς. ὡς δ’ ἐδείπνησαν, συνάψαι βούλομαι γὰρ τἀν μέσῳ, καὶ Διὸς σωτῆρος ἦλθε θηρίκλειον ὄργανον, | 94 | |
5 | τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνοπότου σταγόνος πλῆρες, ἀφρίζον, ἕκαστος δεξιτερᾷ δ’ ἔλαβεν. | |
Homoi2 | Εὖ δ’ ἐγίγνεθ’ ὅτι φακῆν | |
ἕψειν μ’ ἐδίδασκε τῶν ἐπιχωρίων τις εἷς. | 95 | |
Homoptit | ΟΜΟΠΑΤΡΙΟΙ. | |
Homop1 | Ἐν Ἡλίου μέν φασι γίγνεσθαι πόλει φοίνικας, ἐν Ἀθήναις δὲ γλαῦκας, ἡ Κύπρος ἔχει πελείας διαφόρους, ἡ δ’ ἐν Σάμῳ Ἥρα τὸ χρυσοῦν, φασίν, ὀρνίθων γένος, | |
5 | τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταὧς. | |
Omphtit | ΟΜΦΑΛΗ. | |
Omph1 | Πῶς γὰρ ἄν τις εὐγενὴς γεγὼς δύναιτ’ ἂν ἐξελθεῖν ποτ’ ἐκ τῆσδε στέγης; ὁρῶν μὲν ἄρτους λευκοσωμάτους ἰπνὸν καταμπέχοντας ἐν πυκναῖς διεξόδοις, | |
5 | ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους, μίμημα χειρὸς ἀττικῆς, οὓς δημόταις | |
Θεαρίων ἔδειξεν. | 96 | |
Omph2 | Ἐν χύτρᾳ δέ μοι ὅπως ὕδωρ ἕψοντα μηδέν’ ὄψομαι· οὐ γὰρ κακὸν ἔχω μηδ’ ἔχοιμ’· ἐὰν δ’ ἄρα στρέφῃ με περὶ τὴν γαστέρ’ ἢ τὸν ὀμφαλόν, | |
5 | παρὰ Φερτάτου δακτύλιός ἐστί μοι δραχμῆς. | |
Omph3 | Οὐ φιλοτάριχος οὐδαμῶς εἰμ’, ὦ κόρη. | 97 |
Homontit | ΟΜΩΝΥΜΟΙ. | |
Homon1 | Οἷα δ’ ἡ χώρα φέρει διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης, τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. Β. σῦκα μὲν νὴ τὸν Δία πάνυ φέρει. Α. βοσκήματ’, ἔρια, μύρτα, θύμα, πυρούς, | |
4 | ὕδωρ, | |
5 | ὥστε καὶ γνοίην ἂν εὐθὺς Ἀττικὸν πίνων ὕδωρ. | |
Orphtit | ΟΡΦΕΥΣ. | |
Orph1 | Βύστραν τιν’ ἐκ φύλλων τινῶν. | 98 |
Paitit | ΠΑΙΔΕΡΑΣΤΗΣ. | |
Pai1 | Τῆς τε βελτίστης μεσαῖον θυννάδος Βυζαντίας τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν. | |
Paratit | ΠΑΡΑΣΙΤΟΣ. | |
Para1 | Ἄλλος ἐπὶ τούτῳ μέγας ἥξει τις ἰσοτράπεζος εὐγενής. Β. τίνα λέγεις; Α. Καρύστου θρέμμα, γηγενής, ζέων. Β. εἶτ’ οὐκ ἂν εἴποις; ὕπαγε. Α. κάκκαβον λέγω. | |
5 | σὺ δ’ ἴσως ἂν εἴποις λοπάδ’. Β. ἐμοὶ δὲ τοὔνομα οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον; | |
πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα. | 99 | |
Para2 | Χοιρίων σκέλη καπύρ’. Β. ἀστεῖόν γε νὴ τὴν Ἑστίαν ἄριστον. Α. ἑφθὸς τυρὸς ἐπεδόνει πολύς. | |
Para3 | Τάριχος ἀντακαῖον ἐν μέσῳ | |
πῖον, ὁλόλευκον, θερμόν. | 100 | |
Para4 | Ἐγὼ περὶ τὴν ὀψωνίαν μὲν οὐ πάνυ ἐσπούδακ’, οὐδ’ αὖ συνέτεμον λίαν πάνυ, ὡς ἄν τις ἄλλως ἐξενεχθεῖσιν ὅπου τοῦ διαβάλοι κραιπάλην ἑλληνικῶς. | |
Para5 | Οἷα δ’ ἐστὶν οἶσθα σὺ γύναι; σκόροδα, τυρός, πλακοῦντες, πράγματα ἐλευθέρι’, οὐ τάριχος, οὐδ’ ἡδύσμασιν ἄρνεια καταπεπλησμέν’, οὐδὲ θρυμματίς | |
5 | τεταραγμένη καὶ λοπάδες, ἀνθρώπων φθοραί. καὶ μὴν ῥαφάνους γ’ ἕψουσι λιπαράς, ὦ θεοί, | |
ἔτνος θ’ ἅμ’ αὐτοῖς πίσινον. | 101 | |
Paretit | ΠΑΡΕΚΔΙΔΟΜΕΝΗ. | |
Pare1 | Ὄμνυμι δ’ ὑμῖν, ἄνδρες, αὐτὸν τὸν θεόν ἐξ οὗ τὸ μεθύειν πᾶσιν ὑμῖν γίγνεται, ἦ μὴν ἑλέσθαι τοῦτον ἂν ζῆν τὸν βίον ἢ τὴν Σελεύκου τοῦ βασιλέως ὑπεροχήν. | |
5 | ῥοφεῖν φακῆν ἐσθ’ ἡδὺ μὴ δεδοικότα, | |
μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα. | 102 | |
Paroitit | ΠΑΡΟΙΜΙΑΙ. | |
Paroi1 | Ἐγὼ γὰρ ἂν εἰ τῶν ὑμετέρων φάγοιμί τι, μύκητας ὠμοὺς ἂν φαγεῖν ἐμοὶ δοκῶ καὶ στρυφνὰ μῆλα κεἴ τι πνίγει βρῶμά τι. | |
Paroi2 | Στῖμιν, κάτοπτρα, κρωβύλους, κεκρυφάλους. | |
Ploutit | ΠΛΟΥΣΙΟΙ. | |
Plou1 | Εὔθυνος δ’ ἔχων σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος | |
τῶν πραγμάτων οὐκ οἶδ’ ὅ τι ἐλογίζετο Φοινικίδης δὲ Ταυρέας θ’ ὁ φίλτατος, | 103 | |
5 | ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες, οἷοι καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη, ὁρῶντες ἐξέθνησκον ἐπὶ τῷ πράγματι, ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ. κύκλους δὲ συναγείροντες ἔλεγον ἂν τάδε, | |
10 | ὡς οὐ βιωτόν ἐστιν οἰδ’ ἀνασχετόν τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα, ὄψου δὲ μηδὲν μήποτ’ εἰσπλεῖν μηδὲ γρῦ. τί οὖν ὄφελος τῶν νησιαρχῶν ἐστι; δεῖ | |
15 | νόμῳ κατακλεῖσαι τοῦτο, παραπομπὴν ποιεῖν τῶν ἰχθύων. νυνὶ δὲ Μάτων συνήρπακεν τοὺς ἁλιέας, καὶ Διογείτων νὴ Δία ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν, κοὐ δημοτικόν γε τοῦτο δρᾷ τοιαῦτα φλῶν. | |
20 | γάμοι δ’ ἐκείνοις καὶ πότοι νεανικοί | |
ἦσαν. | 104 | |
Poitit | ΠΟΙΗΣΙΣ. | |
Poi1 | Μακάριόν ἐστιν ἡ τραγῳδία ποίημα κατὰ πάντ’, εἴ γε πρῶτον οἱ λόγοι ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι, πρὶν καί τιν’ εἰπεῖν· ὡς ὑπομνῆσαι μόνον | |
5 | δεῖ τὸν ποιητήν· Οἰδίπουν γὰρ ἂν μόνον φῶ, τἄλλα πάντ’ ἴσασιν· ὁ πατὴρ Λάϊος, μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες, τί πείσεθ’ οὗτος, τί πεποίηκεν. ἂν πάλιν εἴπῃ τις Ἀλκμαίωνα, καὶ τὰ παιδία | 105 |
10 | πάντ’ εὐθὺς εἴρηχ’, ὅτι μανεὶς ἀπέκτονεν τὴν μητέρ’, ἀγανακτῶν δ’ Ἄδραστος εὐθέως ἥξει πάλιν τ’ ἄπεισι * * * * ἔπειθ’ ὅταν μηδὲν δύνωντ’ εἰπεῖν ἔτι, κομιδῇ δ’ ἀπειρήκωσιν ἐν τοῖς δράμασιν, | |
15 | αἴρουσιν ὥσπερ δάκτυλον τὴν μηχανήν, καὶ τοῖς θεωμένοισιν ἀποχρώντως ἔχει. ἡμῖν δὲ ταῦτ’ οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ εὑρεῖν, ὀνόματα καινά, τὰ διῳκημένα πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν, | |
20 | τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ Χρέμης τις ἢ Φείδων τις ἐκσυρίττεται· | |
Πηλεῖ δὲ ταῦτ’ ἔξεστι καὶ Τεύκρῳ ποιεῖν. | 106 | |
Pontit | ΠΟΝΤΙΚΟΣ. | |
Pon1 | Ὅστις ὠψώνηκ’ ἴσως τούτους μεγαλείως ταῖς κάκιστ’ ἀπολουμέναις ὑπογάστρι’ ἐλθών, ὅσα Ποσειδῶν ἀπολέσαι. τάττειν τε γεννικῶς παρασκευάζεται | |
5 | πλευρὰν μετ’ αὐτῶν. | |
Probatit | ΠΡΟΒΑΤΕΥΣ. | |
Proba1 | Βοιώτιαι μὲν ἐγχέλεις, μῦς Ποντικοί, γλαῦκοι Μεγαρικοί, μαινίδες Καρύστιαι, | |
φάγροι δ’ Ἐρετρικοί, Σκύριοι δὲ κάραβοι. | 108 | |
Probltit | ΠΡΟΒΛΗΜΑ. | |
Probl1 | Α. Ἰχθύσιν ἀμφίβληστρον ἀνὴρ πολλοῖς ἐπιβάλλων, οἰηθείς, μεγάλῃ δαπάνῃ μίαν εἵλκυσε πέρκην· καὶ ταύτην ψευσθεὶς ἄλλην κεστρεὺς ἴσον αὐτήν ἦγεν. βουλομένη δ’ ἕπεται πέρκη μελανούρῳ. | |
5 | Β. κεστρεύς, ἀνήρ, μελάνουρος, οὐκ οἶδ’ ὅ τι λέγεις· οὐδὲν λέγεις γάρ. Α. ἀλλ’ ἐγὼ σαφῶς φράσω. ἔστι τις ὃς τὰ μὲν ὄντα διδοὺς οὐκ οἶδε δεδωκώς οἷσι δέδωκ’, οὐδ’ αὐτὸς ἔχων ὧν οὐδὲν ἐδεῖτο. Β. διδούς τις οὐκ ἔδωκεν οὐδ’ ἔχων ἔχει; | |
10 | οὐκ οἶδα τούτων οὐδέν. Α. οὐκοῦν ταῦτα καὶ ὁ γρῖφος ἔλεγεν· ὅσα γὰρ οἶσθ’ οὐκ οἶσθα νῦν, οὐδ’ ὅσα δέδωκας, οὐδ’ ὅς’ ἀντ’ αὐτῶν ἔχεις. τοιοῦτο τοῦτ’ ἦν. Β. τοιγαροῦν κἀγώ τινα εἰπεῖν πρὸς ὑμᾶς βούλομαι γρῖφον. Α. λέγε. | |
15 | Β. πίννη καὶ τρίγλη φωνὰς ἰχθῦ δύ’ ἔχουσαι πόλλ’ ἐλάλουν, περὶ ὧν δὲ πρὸς ὅν τ’ ᾤοντο λέγειν τι οὐκ ἐλάλουν· οὐδὲν γὰρ ἐμάνθανεν, ὥστε πρὸς ὃν μέν ἦν αὐταῖς ὁ λόγος, πρὸς δ’ αὑτὰς πολλὰ λαλούσας | |
αὐτὰς ἀμφοτέρας ἡ Δημήτηρ ἐπιτρέψει. | 109 | |
Progtit | ΠΡΟΓΟΝΟΙ. | |
Prog1 | Τὸν τρόπον μὲν οἶσθά μου ὅτι τῦφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις τοιουτοσί τίς εἰμι, τύπτεσθαι μύδρος, τύπτειν κεραυνός, ἐκτυφλοῦν τιν’ ἀστραπή, | |
5 | φέρειν τίν’ ἄρας ἄνεμος, ἀποπνῖξαι βρόχος, | |
θύρας μοχλεύειν σεισμός, εἰσπηδᾶν ἀκρίς, δειπνεῖν ἄκλητος μυῖα, μὴ ’ξελθεῖν φρέαρ, ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅς’ ἂν μόνον τύχῃ τις εἰπών, ταῦτ’ ἀπροσκέπτως ποιεῖν | 110 | |
10 | ἅπαντα. καὶ καλοῦσί μ’ οἱ νεώτεροι διὰ ταῦτα πάντα σκηπτόν· ἀλλ’ οὐδὲν μέλει τῶν σκωμμάτων μοι· τῶν φίλων γὰρ ὢν φίλος ἔργοισι χρηστὸς οὐ λόγοις ἔφυν μόνον. | |
Pyrtit | ΠΥΡΑΥΝΟΣ. | |
Pyr1 | Ἐς κόρακας, ἥξω φέρων | |
δεῦρο τὸν Πάρνηθ’ ὅλον. | 111 | |
Saptit | ΣΑΠΦΩ. | |
Sap1 | Σ. Ἔστι φύσις θήλεια βρέφη σώζους’ ὑπὸ κόλποις αὑτῆς, ὄντα δ’ ἄφωνα βοὴν ἵστησι γεγωνόν καὶ διὰ πόντιον οἶδμα καὶ ἠπείρου διὰ πάσης οἷς ἐθέλει θνητῶν, τοῖς δ’ οὐδὲ παροῦσιν ἀκούειν | |
5 | ἔξεστιν, κωφὴν δ’ ἀκοῆς αἴσθησιν ἔχουσιν. | |
5 | * * * * Β. Ἡ μὲν φύσις γὰρ ἣν λέγεις ἐστὶν πόλις, βρέφη δ’ ἐν αὑτῇ διατρέφει τοὺς ῥήτορας. οὗτοι κεκραγότες δὲ τὰ διαπόντια τἀκ τῆς Ἀσίας καὶ τἀπὸ Θρᾴκης λήμματα | |
10 | ἕλκουσι δεῦρο, νεμομένων δὲ πλησίον αὐτῶν κάθηται λοιδορουμένων τ’ ἀεί ὁ δῆμος οὐδὲν οὔτ’ ἀκούων οὔθ’ ὁρῶν. Σ. πῶς γὰρ γένοιτ’ ἂν ὦ πάτερ ῥήτωρ * ἄφωνος, ἢν μὴ ἁλῷ τρὶς παρανόμων; | |
15 | Β. καὶ μὴν ἀκριβῶς ᾠόμην ἐγνωκέναι τὸ ῥηθέν· ἀλλὰ δὴ λέγε. | |
16 | * * * * Σ. Θήλεια μέν νύν ἐστι φύσις ἐπιστολή, βρέφη δ’ ἐν αὑτῇ περιφέρει τὰ γράμματα· ἄφωνα δ’ ὄντα ταῦτα τοῖς πόρρω λαλεῖ | |
20 | οἷς βούλεθ’, ἕτερος δ’ ἂν τύχῃ τις πλησίον | |
ἑστὼς ἀναγιγνώσκοντος οὐκ ἀκούσεται. | 112 | |
Skltit | ΣΚΛΗΡΙΑΙ. | |
Skl1 | Ἔστιν παρ’ αὐτὴν τὴν δίφορον συκῆν κάτω. | |
Skytit | ΣΚΥΘΑΙ Η ΤΑΥΡΟΙ. | |
Sky1 | Ἐπὶ κῶμον, εἰ δοκεῖ, ἴωμεν ὥσπερ ἔχομεν. Β. οὐκοῦν δᾷδα καὶ στεφάνους λαβόντες Χαιρεφῶν οὕτως * * | |
μεμάθηκε κωμάζειν ἄδειπνος. | 114 | |
Sky2 | Ταχὺ γὰρ γίγνεται κἀκκλησιαστὴς οἰκόσιτος. | |
Sky3 | Σαράβαρα καὶ χιτῶνας πάντες ἐνδεδυκότες. | |
Strtit | ΣΤΡΑΤΙΩΤΗΣ Η ΤΥΧΩΝ. | |
Str1 | Ὅστις ἄνθρωπος δὲ φύς | |
ἀσφαλές τι κτῆμ’ ὑπάρχειν τῷ βίῳ λογίζεται, πλεῖστον ἡμάρτηκεν· ἢ γὰρ εἰσφορά τις ἥρπακεν τἄνδοθεν πάντ’, ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο, | 115 | |
5 | ἢ στρατηγήσας προσῶφλεν, ἢ χορηγὸς αἱρεθείς ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ, ἢ τριηραρχῶν ἀπήγξατ’, ἢ πλέων ἥλωκέ ποι, ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ’ ὑπ’ οἰκετῶν. οὐ βέβαιον οὐδέν ἐστι, πλὴν ὅς’ ἂν καθ’ ἡμέραν | |
10 | εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ. οὐδὲ ταῦτα σφόδρα τι· καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι κειμένην ἄν τις προσελθών· ἀλλ’ ὅταν τὴν ἔνθεσιν ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς, τοῦτ’ ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον. | |
Str2 | Ἐν τῇ Κύπρῳ φής, εἰπέ μοι, διήγετε | |
πολὺν χρόνον; Β. τὸν πάνθ’ ἕως ἦν ὁ πόλεμος. Α. ἐν τίνι τόπῳ μάλιστα; λέγε γάρ. Β. ἐν Πάφῳ. οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν | 116 | |
5 | ἄλλως τ’ ἄπιστον. Α. ποῖον; Β. ἐρριπίζετο ὑπὸ τῶν περιστερῶν, ὑπ’ ἄλλου δ’ οὐδενός, δειπνῶν ὁ βασιλεύς. Α. πῶς; ἐάσας τἄλλα γάρ ἐρήσομαί σε τοῦτο· πῶς; Β. ἠλείφετο ἐκ τῆς Συρίας ἥκοντι τοιούτῳ μύρῳ | |
10 | καρποῦ σύχν’ οἷόν φασι τὰς περιστεράς τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι παρῆσαν, οἷαί τ’ ἦσαν ἐπικαθιζάνειν ἐπὶ τὴν κεφαλήν· παῖδες δὲ παρακαθήμενοι ἐσόβουν. ἐπαίρουσαι δὲ μικρόν, οὐ πολύ, | |
15 | τοῦ μήτ’ ἐκεῖσε μήτε δεῦρο παντελῶς, οὕτως ἀνερρίπιζον, ὥστε σύμμετρον αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον, ποιεῖν. | |
Str3 | Τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον, | |
σπάνιον ὂν τὸ χρῆμα, πλείους εἰσὶ νῦν τῶν ὀρτύγων, χρηστὸν ἄνθρωπον δ’ ἐάν τις ἕνα μόνον ζητῶν ἴδῃ, ὄψετ’ ἐκ τούτου πονηροὺς πέντε παῖδας γεγονότας. | 117 | |
Str4 | Ἐκ τῶν μαγειρείων βαδίζων ἐμβαλὼν εἰς τοὔψον. | |
Timtit | ΤΙΜΩΝ. | |
Tim1 | Ἥκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους, λιβανωτὸν ὀβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖς πάσαισι, τοῖς δ’ ἥρωσι τὰ ψαίστ’ ἀπονέμων. ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβιούς. | |
5 | ὡς προσβαλεῖν δ’ ἐκέλευσα τὸν τοιχωρύχον, τὸν ἰχθυοπώλην, Προστίθημι, φησί, σοί τὸν δῆμον αὐτῶν· εἰσὶ γὰρ Φαληρικοί. ἄλλοι δ’ ἐπώλουν, ὡς ἔοικ’, Ὀτρυνικούς. | 118 |
Trautit | ΤΡΑΥΜΑΤΙΑΣ. | |
Trau1 | Μὴ μεστὰς ἀεί ἕλκωμεν, ἀλλὰ καὶ λογισμὸς εἰς μέσον παταξάτω τις, καί τι καὶ μελίσκιον, στροφὴ λόγων παρελθέτω τις. ἡδύ τοι | |
5 | ἐστὶν μεταβολὴ παντὸς ἔργου πλὴν ἑνός. | |
5 | * * * * | |
* * * Παραδίδου δ’ ἑξῆς ἐμοὶ τὸν ἀρκεσίγυιον, ὡς ἔφασκ’ Εὐριπίδης. Α. Εὐριπίδης γὰρ τοῦτ’ ἔφασκεν; Β. ἀλλὰ τίς; Α. Φιλόξενος δήπουθεν. Β. οὐδὲν διαφέρει, | 119 | |
10 | ὦ τᾶν· ἐλέγχεις μ’ ἕνεκα συλλαβῆς μιᾶς. | |
Trau2 | Κατεσκευασμένος λαμπρότατον ἰατρεῖον εὐχάλκοις πάνυ λουτηρίοισιν, ἐξαλείπτροις, κυλιχνίσιν, | |
σικύαισιν, ὑποθέτοισιν. | 120 | |
Tritit | ΤΡΙΤΑΓΩΝΙΣΤΗΣ. | |
Tri1 | Πολύ γ’ ἐστὶ πάντων τῶν ποιητῶν διάφορος ὁ Φιλόξενος. πρώτιστα μὲν γὰρ ὀνόμασιν ἰδίοισι καὶ καινοῖσι χρῆται πανταχοῦ· ἔπειτα τὰ μέλη μεταβολαῖς καὶ χρώμασιν | |
5 | ὡς εὖ κέκραται. θεὸς ἐν ἀνθρώποισιν ἦν ἐκεῖνος, εἰδὼς τὴν ἀληθῶς μουσικήν· οἱ νῦν δὲ κισσόπλεκτα καὶ κρηναῖα καὶ ἀνθεσιπότατα μέλεα μελέοις ὀνόμασιν | |
ποιοῦσιν ἐμπλέκοντες ἀλλότρια μέλη. | 121 | |
Tyrtit | ΤΥΡΡΗΝΟΣ. | |
Tyr1 | Ἀρετὴ τὸ προῖκα τοῖς φίλοις ὑπηρετεῖν. Β. λέγεις ἔσεσθαι τὸν Τιθύμαλλον πλούσιον· εἰσπράξεται γὰρ μισθὸν ἐκ τοῦ σοῦ λόγου | |
παρ’ οἷς ἐδείπνει προῖκα σύλλεξιν συχνήν. | 122 | |
Tyr2 | Δήμου δ’ Ἁλαεύς ἐστιν. Β. ἓν γὰρ τοῦτό μοι τὸ λοιπόν ἐστι, καὶ κακῶς ἀκούσομαι. Α. τί δῆτα τοῦτο; Β. θρᾷτταν ἢ ψῆττάν τιν’ ἢ μύραιναν ἢ κακόν τί μοι δώσει μέγα | |
5 | θαλάττιον. | |
Hydtit | ΥΔΡΙΑ. | |
Hyd1 | Οὗτος δ’ ὃν λέγω | |
ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς ἰδὼν ἑταίρας εἰς ἔρωτ’ ἀφίκετο, ἀστῆς, ἐρήμου δ’ ἐπιτρόπου καὶ συγγενῶν, | 123 | |
5 | ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης, ὄντως ἑταίρας· αἱ μὲν ἄλλαι τοὔνομα βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν. | |
Hyptit | ΥΠΝΟΣ. | |
Phatit | ΦΑΩΝ. | 124 |
Philetit | ΦΙΛΕΤΑΙΡΟΣ. | |
Phile1 | Κομψός γε μικρὸς κρωμακίσκος οὑτοσί γαλαθηνός. | |
Philitit | ΦΙΛΙΣΚΟΣ. | |
Philothtit | ΦΙΛΟΘΗΒΑΙΟΣ. | |
Philoth1 | Πάντ’ ἐστὶν ἡμῖν· ἥ τε γὰρ συνώνυμος τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία τμηθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης χλιαίνετ’, αἴρεθ’, ἕψεται, παφλάζεται, | |
5 | προσκάεθ’· ὥστε μηδ’ ἂν εἰ χαλκοῦς ἔχων μυκτῆρας εἰσέλθοι τις, ἐξελθεῖν πάλιν εἰκῆ· τοσαύτην ἐξακοντίζει πνοήν. Β. λέγεις μάγειρον ζῶντα; Α. πλησίον δέ γε ταύτης ἄσιτος ἡμέραν καὶ νύχθ’ ὅλην | |
10 | κεστρεύς, λεπισθείς, πασθείς, στραφείς, χρωσθείς, ὁμοῦ τι πρὸς τέλος μέρος δρόμου περῶν, σίζει κεκραγώς, παῖς δ’ ἐφέστηκε ῥανῶν ὄξει, Λίβυς τε καυλὸς ἐξηρασμένος ἀκτῖσι θείαις σιλφίου παραστατεῖ. | |
15 | Β. εἶτ’ οὐκ ἐπῳδούς φασιν ἰσχύειν τινές; ἐγὼ γὰρ ἤδη τρεῖς ὁρῶ μασωμένους, σοῦ ταῦτα συστρέφοντος. Α. ἥ τε σύννομος τῆς κυφονώτου σῶμ’ ἔχουσα σηπίας, ξιφηφόροισι χερσὶν ἐξωπλισμένη | 125 |
20 | τευθὶς μεταλλάξασα λευκαυγῆ φύσιν σαρκὸς πυρωτοῖς ἀνθράκων ῥαπίσμασιν, ξανθαῖσιν αὔραις σῶμα πᾶν ἀγάλλεται, δείπνου προφήτην λιμὸν ἐκκαλουμένη. * * * * ὥστε γ’ εἴσιθι· | |
25 | μὴ μέλλε, χώρει· δεῖ γὰρ ἠριστηκότας | |
πάσχειν, ἐάν τι καὶ παθεῖν ἡμᾶς δέῃ. | 126 | |
Philoth2 | Οὐ δεινόν ἐστι προσφάτους μὲν ἂν τύχῃ πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς τοῦτον σκυθρωπάζοντά θ’ ἡμῖν προσλαλεῖν, ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν; | |
5 | τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν· | |
τὸν μὲν γελᾶν, τὸν δ’ ἕτερον οἰμώζειν μακρά. | 128 | |
Philoktit | ΦΙΛΟΚΤΗΤΗΣ. | |
Philok1 | Σοφόν γέ τοί τι πρὸς τὸ βουλεύειν ἔχει τὸ γῆρας, ὡς δὴ πόλλ’ ἰδόν τε καὶ παθόν. | |
Philomtit | ΦΙΛΟΜΗΤΩΡ. | |
Philom1 | Ἔμμητρον ἂν ᾖ τὸ ξύλον, βλάστην ἔχει. Μητρόπολίς ἐστιν οὐχὶ Πατρόπολις πόλις. Μήτραν τινὲς πωλοῦσιν ἥδιστον κρέας. | |
Μητρᾶς ὁ Χῖός ἐστι τῷ δήμῳ φίλος. | 129 | |
Philoptit | ΦΙΛΟΠΑΤΩΡ. | |
Philop1 | Γεγάμηκε δήπου. Β. τί σὺ λέγεις; ἀληθινῶς γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά τε κατέλιπον; | |
Philottit | ΦΙΛΩΤΙΣ. | |
Philot1 | Οὐκοῦν τὸ μὲν γλαυκίδιον ὥσπερ ἄλλοτε ἕψειν ἐν ἅλμῃ; Β. φημί. Α. τὸ δὲ λαβράκιον; Β. ὀπτᾶν ὅλον. Α. τὸν γαλεόν; Β. ἐν ὑποτρίμματι ζέσαι. Α. τὸ δ’ ἐγχέλειον; Β. ἅλες, ὀρίγανον, | |
5 | ὕδωρ. Α. ὁ γόγγρος; Β. ταὐτόν. Α. ἡ βατίς; Β. χλόη. Α. πρόσεστι θύννου τέμαχος. Β. ὀπτήσεις. Α. κρέας ἐρίφειον; Β. ὀπτόν. Α. θάτερον; Β. τἀναντία. Α. ὁ σπλήν; Β. σεσάχθω. Α. νῆστις; Β. ἀπολεῖ μ’ | |
8 | οὑτοσί. | 130 |
Phrtit | ΦΡΕΑΡΡΙΟΣ. | |
Phr1 | Στακτὴ δυοῖν μναῖν οὐκ ἀρέσκει μ’ οὐδαμῶς. | |
Chrtit | ΧΡΥΣΙΣ. | |
Chr1 | Τῷ σατραποπλούτῳ δ’, ὡς λέγουσι, νυμφίῳ, κεκτημένῳ τάλαντα, παῖδας, ἐπιτρόπους, | |
ζεύγη, καμήλους, στρώματ’, ἀργυρώματα, φιάλας, τριήρεις, τραγελάφους, καρχήσια, | 131 | |
5 | γαυλοὺς ὁλοχρύσους. Β. πλοῖα; Α. τοὺς κάδους μὲν οὖν καλοῦσι γαυλοὺς πάντες οἱ προγάστορες. | |
Chr2 | Τέτταρες δ’ αὐλητρίδες ἔχουσι μισθὸν καὶ μάγειροι δώδεκα, | |
καὶ δημιουργοὶ μέλιτος αἰτοῦσαι σκάφας. | 132 | |
IFFtit | INCERTARUM FABULARUM FRAGMENTA. | |
IFF1-3 | Τὸ δεῖπνόν ἐστι μᾶζα κεχαρακωμένη ἀχύροις, πρὸς εὐτέλειαν ἐξωπλισμένη, καὶ βολβὸς εἷς τις καὶ παροψίδες τινές, σόγχος τις ἢ μύκης τις ἢ τοιαῦθ’ ἃ δή | |
5 | δίδωσιν ἡμῖν ὁ τόπος ἄθλι’ ἀθλίοις. τοιοῦτος ὁ βίος, ἀπύρετος, φλέγμ’ οὐκ ἔχων. | |
6 | * * * * Οὐδεὶς κρέως παρόντος ἐσθίει θύμον, οὐδ’ οἱ δοκοῦντες πυθαγορίζειν. | |
8 | * * * * Τίς γὰρ οἶδ’ ἡμῶν τὸ μέλλον ὅ τι παθεῖν | |
10 | πέπρωθ’ ἑκάστῳ τῶν φίλων; ταχὺ δὴ λαβών ὄπτα μύκητας πρινίνους τουσδὶ δύο. | |
IFF4 | Τοῦ γάρ τις ἄλλου πρὸς θεῶν οὕνεκα | |
εὔξαιτο πλουτεῖν εὐπορεῖν τε χρημάτων, ἢ τοῦ δύνασθαι παραβοηθεῖν τοῖς φίλοις, σπείρειν τε καρπὸν Χάριτος ἡδίστης θεῶν; | 133 | |
5 | τοῦ μὲν πιεῖν γὰρ καὶ φαγεῖν τὰς ἡδονάς ἔχομεν ὁμοίας· οὐχὶ τοῖς λαμπροῖσι δέ δείπνοις τὸ πεινῆν παύεται. | |
IFF5 | Οὗτοι δὲ πρὸς τὰ δεῖπνα τῶν ἐν τῇ πόλει ἀφορῶσι * * * καὶ πέτονται δεξιῶς ἐπὶ ταῦτ’ ἄκλητοι οὓς ἐκ κοινοῦ | |
5 | ἔδει τρέφειν τὸν δῆμον, ἀεί θ’ ὡσπερεί Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν | |
βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ. | 134 | |
IFF6 | Οἴμοι κακοδαίμων, τὸν τράχηλον ὡς ἔχω. | 135 |
IFF7 | Σφαῖραν λαβών τῷ μὲν διδοὺς ἔχαιρε, τὸν δ’ ἔφευγ’ ἅμα, τοῦ δ’ ἐξέκρουσε, τὸν δ’ ἀνέστησεν πάλιν, κλαγκταῖσι φωναῖς * * * * | |
5 | ἔξω, μακράν, παρ’ αὐτόν, ὑπὲρ αὐτόν, κάτω, | |
ἄνω, βραχεῖαν ἀπόδοσιν ἐγκαταστρέφει. | 136 | |
IFF8 | Φαινίνδα παίζων ᾔεις ἐν Φαινεστίου. | |
IFF9 | Ἐς μακαρίαν τὸ λουτρόν, ὡς διέθηκέ με. ἑφθὸν κομιδῇ πεποίηκεν, ἀποκναίσειεν ἄν κἂν ὁστισοῦν μου λαβόμενος τοῦ δέρματος. | |
οὕτω στερεόν τι πρᾶγμα θερμόν ἐσθ’ ὕδωρ. | 137 | |
IFF10 | Τὸ δὲ ζῆν εἰπέ μοι τί ἐστί; Β. τὸ πίνειν φήμ’ ἐγώ. ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν | |
5 | βρέχεται μέγεθος καὶ κάλλος οἷα γίγνεται, τὰ δ’ ἀντιτείνονθ’ οἱονεὶ δίψαν τινά ἢ ξηρασίαν σχόντ’ αὐτόπρεμν’ ἀπόλλυται. | |
IFF11 | Ἐξ Ἤλιδος μάγειρος, ἐξ Ἄργους λέβης, Φλιάσιος οἶνος, ἐκ Κορίνθου στρώματα, | |
ἰχθῦς Σικυῶνος, Αἰγίου δ’ αὐλητρίδες, τυρὸς Σικελικός, | 138 | |
5 | μύρον ἐξ Ἀθηνῶν, ἐγχέλεις Βοιώτιαι. | |
IFF12 | Κρύψαι, Φειδία, ἅπαντα τἄλλα τις δύναιτ’ ἂν πλὴν δυοῖν, οἶνόν τε πίνων εἰς ἔρωτά τ’ ἐμπεσών. ἀμφότερα μηνύει γὰρ ἀπὸ τῶν βλεμμάτων | |
5 | καὶ τῶν λόγων ταῦθ’, ὥστε τοὺς ἀρνουμένους μάλιστα τούτους καταφανεῖς ποιεῖ. | |
IFF13 | Οἴνῳ * * τὸν οἶνον ἐξελαύνειν, σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα, κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην, αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ, | |
5 | στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην, | |
πόνῳ πόνον, δίκῃ δίκην, γυναικὶ τὴν γυναῖκα. | 139 | |
IFF14 | Μεταλλάξαι διάφορα βρώματα ἔσθ’ ἡδύ, καὶ τῶν πολλάκις θρυλουμένων διάμεστον ὄντα τὸ παραγεύσασθαί τινος καινοῦ, παρέσχε διπλασίαν τὴν ἡδονήν. | |
IFF15 | Ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς ἀφρῷ σκιασθὲν χρυσοκόλλητον δέπας μεστόν, κύκλῳ χορεῦον, ἕλκουσι γνάθοις ὁλκοῖς ἀπαύστοις, παντελῶς ἐστραμμένον | |
5 | τἄνω κάτω δεικνύντες. | 140 |
IFF17-18 | Ἐὰν μὲν ἄρα πέπερι φέρῃ τις πριάμενος, στρεβλοῦν γράφουσι τοῦτον ὡς κατάσκοπον. | |
2 | * * * * Νῦν δεῖ περιόντα πέπερι καὶ καρπὸν βλίτου | |
ζητεῖν. | 141 | |
IFF19 | Οὑτοσὶ δέ σοι τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ ἔστιν μετρητής. | |
IFF20 | Ἓν νόσημα τοῦτ’ ἔχει· ἀεὶ γὰρ ὀξύπεινός ἐστι. Β. Θετταλὸν λέγεις | |
κομιδῇ τὸν ἄνδρα. | 142 | |
IFF21 | Νήττας, σχαδόνας, κάρυ’ ἐντραγεῖν, ᾤ’, ἐγκρίδας, ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι. | |
IFF22 | Ἀεὶ δὲ πρὸς Μούσαισι καὶ λόγοις πάρει, ὅπου τε σοφίας ἔργον ἐξετάζεται. | |
IFF23-24 | Βίος θεῶν γάρ ἐστιν ὅταν ἔχῃς ποθέν τἀλλότρια δειπνεῖν μὴ προσέχων λογίσμασιν. | |
2 | * * * * Μακάριος ὁ βίος· δεῖ μ’ ἀεὶ καινὸν πόρον | |
εὑρεῖν ὅπως μάσημα ταῖς γνάθοις ἔχω. | 143 | |
IFF25-26 | Ἄριστον ἐν ὅσῳ * * ὁ μάγειρος ποιεῖ. | |
1 | * * * Συνακρατίσασθαι πῶς ἔχεις μετ’ ἐμοῦ; | |
IFF27 | Οὐδ’ ἧψεν κρέα οὐδ’ ἐγκέφαλον· ὤπτα δὲ καὶ τὰς κοιλίας. οὕτω σφόδρ’ ἦν ἀρχαῖος. | |
IFF28 | Ἔστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ, | |
οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα. | 144 | |
IFF29 | Στεφάνους ἐνεγκεῖν δεῦρο τῶν χρηστῶν δύο, καὶ δᾷδα χρηστὴν ἡμμένην χρηστῷ πυρί. | |
IFF30 | Μέλι, πέρδικες, φάτται, νῆτται, χῆνες, ψᾶρες, κίττα, κολοιός, κόψιχος, ὄρτυξ, | |
ὄρνις θήλεια. | 145 | |
IFF31-32 | Τὶ φῄς; * * * ἐνθάδ’ οἴσεις τι καταφαγεῖν ἐπὶ τὴν θύραν, εἶθ’ ὥσπερ οἱ πτωχοὶ χαμαί ἐνθάδ’ ἔδομαι * * * καί τις ὄψεται; | |
3 | * * * * Εὐτρέπιζε | |
5 | ψυκτῆρα, λεκάνην, τριπόδιον, ποτήριον, χύτραν, θυΐαν, κάκκαβον, ζωμήρυσιν. | |
IFF33 | Συνεχῶς γὰρ ἐμπιπλάμενος ἀμελὴς γίγνεται | |
ἄνθρωπος, ὑποπίνων δὲ πάνυ φροντιστικός. | 146 | |
IFF34 | Συναγαγών τρεῖς ὄντας εἰς τρίκλινον ὑμᾶς. | |
IFF35 | Δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν. | |
IFF36 | Ἐπεὶ δ’ ὁ τρίπους ἤρθη, κατὰ χειρῶν ἐχέομεν. | 147 |
IFF37 | Ἀσπάραγος ἐπηγλαΐζετ’, ὦχρος ἐξήνθηκέ τις. | |
IFF39 | Ὁ μηδὲν ἀδικῶν οὐδενὸς δεῖται νόμου. | |
IFF40 | Τὰ πονηρὰ κέρδη τὰς μὲν ἡδονὰς ἔχει μικράς, ἔπειτα δ’ ὕστερον λύπας μακράς. | |
IFF41 | Ὡς δυστυχεῖς, ὅσοισι τοῦ κέρδους χάριν ἐπίπροσθε ταἰσχρὰ φαίνετ’ εἶναι τῶν καλῶν. ἐπισκοτεῖ γὰρ τῷ φρονεῖν τὸ λαμβάνειν. | |
IFF42a | Εἰ θνητὸς εἶ βέλτιστε, θνητὰ καὶ φρόνει. | 148 |
IFF42b | Τὸ μὴ συνειδέναι γὰρ αὑτοῦ τῷ βίῳ ἀδίκημα μηδὲν ἡδονὴν πολλὴν ἔχει. | |
IFF43 | Δέσποιν’, ὅταν τις ὀμνύοντος καταφρονῇ, ᾧ μὴ σύνοιδε πρότερον ἐπιωρκηκότι, οὗτος καταφρονεῖν τῶν θεῶν ἐμοὶ δοκεῖ καὶ πρότερον ὀμόσας αὐτὸς ἐπιωρκηκέναι. | |
IFF44 | Ὁ διδοὺς τὸν ὅρκον τῷ πονηρῷ μαίνεται· τοὐναντίον γὰρ νῦν ποιοῦσιν οἱ θεοί. ἐὰν ἐπιορκήσῃ τις, αὐτὸς εὐθέως ὁ διδοὺς τὸν ὅρκον, ἐγένετ’ ἐμβρόντητος, ὡς | |
5 | οἶμαι δικαίως, ὅτι πεπίστευκέν τινι. | |
IFF45 | Τῆς ἐπιμελείας δοῦλα πάντα γίγνεται. | |
IFF46 | Οὐκ ἔστιν οὐδὲν λεγόμενον μακρῶς, ὅτε | |
ὁ λέγων ὑποτάττει τοῖς λόγοις τὰ πράγματα. | 149 | |
IFF47 | Τρόπος δίκαιος κτῆμα τιμιώτατον. | |
IFF48 | Ἐπεὶ γὰρ ἀποθνήσκειν ἀνάγκη γίγνεται, τὸ προῖκ’ ἀποθανεῖν ἔστι φανερὰ ζημία. | |
IFF49 | Τίς δ’ οὐχὶ θανάτου μισθοφόρος, ὦ φιλτάτη, ὃς ἕνεκα τοῦ ζῆν ἔρχετ’ ἀποθανούμενος. | |
IFF50 | Δούλῳ γὰρ οἶμαι πατρίδος ἐστερημένῳ χρηστὸς γενόμενός ἐστι δεσπότης πατρίς. | |
IFF51 | Εἴ τίς φησι τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν, ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος. εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς, | |
καταλείπετ’ οὐδὲν ἕτερον ἢ τεθνηκέναι. | 150 | |
IFF52 | Ὡς ἔστι τὸ γαμεῖν ἔσχατον τοῦ δυστυχεῖν. | |
IFF53 | Οὐκ ἔστιν οὐδὲν βαρύτερον τῶν φορτίων ὄντως γυναικὸς προῖκα πολλὴν φερομένης. | |
IFF54 | Ἐγὼ γυναικὶ δ’ ἕν τι πιστεύω μόνον, ἐπὰν ἀποθάνῃ μὴ βιώσεσθαι πάλιν, τὰ δ’ ἄλλ’ ἀπιστῶ πάνθ’ ἕως ἂν ἀποθάνῃ. | |
IFF55 | Ὀφθαλμιῶν ἄνθρωπος ἰσχυρῶς, κακά πάμπολλα πάσχων, ἓν ἀγαθὸν πάσχει μόνον, ὅτι οὐχ ὁρᾷ γυναῖκα τοῦτον τὸν χρόνον. | |
IFF56 | Μὴ χρώμασιν τὸ σῶμα λαμπρύνειν θέλε, ἔργοις δὲ καθαροῖς καὶ τρόποις τὴν καρδίαν. | |
IFF57 | Τί φῄς; λαθεῖν ζητῶν τι πρὸς γυναῖκ’ ἄρα ἐρεῖς τὸ πρᾶγμα; καὶ τί τοῦτο διαφέρει | |
ἢ πᾶσι τοῖς κήρυξιν ἐν ἀγορᾷ φράσαι; | 151 | |
IFF58abc | Ὅστις δ’ ἐρυθριᾷ τηλικοῦτος ὢν ἔτι πρὸς τοὺς ἑαυτοῦ γονέας, οὐκ ἔστιν κακός. Ὅστις γὰρ ὁμόλογόν τι μὴ ποιεῖ πατρί, πάντων ἂν οὗτος κατεφρόνησε τῶν θεῶν. | |
5 | Τοῦ γὰρ πατρὸς κρατεῖν μὲν αἰσχύνην φέρει, ἡσσημένῳ δὲ δόξα νικητήριος. | |
IFF59 | Υἱῷ γὰρ ἀγαπητῷ τι πράττων πρὸς χάριν ἔρανον ἐμαυτῷ τοῦτον οἴομαι φέρειν. | |
IFF60 | Ἆρ’ ἐστὶ λῆρος πάντα πρὸς τὸ χρυσίον· μόνου γὰρ αὐτοῦ διαμένειν εἴωθ’ ἀεί τὸ χρῶμα ταὐτό· τῶν φίλων δὲ τοὺς τρόπους | |
οὐδέποθ’ ὁμοίως ζωγραφοῦσιν αἱ τύχαι. | 152 | |
5 | πλοῦτος δὲ βάσανός ἐστιν ἀνθρώπου τρόπων. ὅταν εὐπορῶν γὰρ αἰσχρὰ πράττῃ πράγματα, τί τοῦτον ἀπορήσαντ’ ἂν οὐκ οἴει ποιεῖν; | |
IFF61ab | Οὐπώποτ’ ἐζήλωσα πλουτοῦντα σφόδρα ἄνθρωπον, ἀπολαύοντα μηδὲν ὧν ἔχει. Ὁ δὲ πλοῦτος ἡμᾶς, καθάπερ ἰατρὸς κακός, | |
πάντας βλέποντας παραλαβὼν τυφλοὺς ποιεῖ. | 153 | |
IFF62 | Καλῶς πένεσθαι μᾶλλον ἢ πλουτεῖν κακῶς· τὸ μὲν γὰρ ἔλεον τὸ δ’ ἐπιτίμησιν φέρει. | |
IFF63 | Ψυχὴν ἔχειν δεῖ πλουσίαν· τὰ δὲ χρήματα ταῦτ’ ἔστιν ὄψις, παραπέτασμα τοῦ βίου. | |
IFF64 | Λύπη μανίας ὁμότοιχος εἶναί μοι δοκεῖ. | |
IFF65 | Οἴ μοι τάλας, ὡς ἄδικον ὅταν ἡ μὲν τύχη | |
λίπῃ τινὸς τὴν τάξιν, ὁ δὲ τρόπος μένῃ. | 154 | |
IFF66-67 | Τὰ τύχης φέρειν δεῖ γνησίως τὸν εὐγενῆ. Τὸ μὲν ἀτυχῆσαι παντὸς εἶναί μοι δοκεῖ, ἀνδρὸς δ’ ἐνεγκεῖν ἀτυχίαν ὀρθῷ τρόπῳ. | |
IFF68 | Σφόδρ’ ἐστὶν ἡμῶν ὁ βίος οἴνῳ προσφερής· ὅταν ᾖ τὸ λαιπὸν μικρόν, ὄξος γίγνεται. πρὸς γὰρ τὸ γῆρας ὥσπερ ἐργαστήριον ἅπαντα τἀνθρώπεια προσφοιτᾷ κακά. | |
IFF69 | Τὸ γῆρας ὥσπερ βωμός ἐστι τῶν κακῶν· πάντ’ ἔστ’ ἰδεῖν εἰς τοῦτο καταπεφευγότα. | |
IFF70 | Ὦ γῆρας, ὡς ἅπασι τοῖς ζητοῦσί σε | |
ψέγειν ἀφορμὰς παραδίδως τοῦ πράγματος. | 155 | |
IFF71 | Οὐδεὶς τὰ πατρῷά πω γέρων κατεδήδοκεν, ἀλλ’ οὐδὲ κατεμώρανεν, οὐδ’ ἐλύσατο πορνίδιον, οὐδὲ θυροκοπῶν ὦφλεν δίκην. οὕτω τὸ γῆρας σωφρονοῦν οὐκ εὐτυχεῖ. | |
IFF72 | Μάλιστα δ’ ἐκπλήττει με τῶν συνειδότων ὁ χρόνος, ὃν ἀεὶ λανθάνειν ἀμηχανῶ. | |
IFF73 | Τὸ γὰρ πεπαιδεῦσθαι, μόνον ἄν τις τοῦτ’ ἔχῃ, ἀληθές ἐστι καὶ τὸ τῶν ἀδικημάτων μὴ λαμβάνειν τὰς ἀξίας τιμωρίας, ἑλεῖν δὲ πάντως. | |
IFF74 | Ἐχθὲς μετὰ πέντ’ ἔπινον, ἡμέραν τρίτην μεθ’ ἑπτά. | |
IFF75 | Μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα. | 156 |
IFF76 | Περίνησα καὶ περίλευκα καὶ πεντέκτενα. | 157 |