TLG 0410 001 :: ANTIPHANES :: Fragmenta

ANTIPHANES Comic.
(4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 12–20, 22–33, 35–135.

frr. 1–21, 24–29, 31–40, 42–45, 47–50, 52–56, 58–62, 64–98, 100–110, 112–115, 117–169, 171–212, 214–302, 305–324, 327–332, 334 + tituli

Citation: Fragment — (line)

tit 1-11

ΑΓΡΟΙΚΟΣ

1

καὶ πρῶτα μὲν
αἴρω ποθεινὴν μᾶζαν, ἣν φερέσβιος Δηὼ βροτοῖσι χάρμα δωρεῖται φίλον· ἔπειτα πνικτὰ τακερὰ μηκάδων μέλη,12
5χλόην καταμπέχοντα, σάρκα νεογενῆ. Β. τί λέγεις; Α. τραγῳδίαν περαίνω Σοφοκλέους.

2

ἔστιν δ’ ἑταίρα τῷ τρέφοντι συμφορά· εὐφραίνεται γὰρ κακὸν ἔχων οἴκοι μέγα.

3

ὅλην μύσας ἔκπινε. Β. μέγα τὸ φορτίον.
Α. οὐχ ὅστις αὐτῆς ἐστιν ἐμπείρως ἔχων.13

4

Ἁρμόδιος ἐπεκαλεῖτο, παιὰν ᾔδετο, μεγάλην Διὸς σωτῆρος ἄκατον ᾖρέ τις.

5

ὡς δὴ σύ τι ποιεῖν δυνάμενος ὀρτυγίου ψυχὴν ἔχων.

6

κραμβίδιον ἑφθὸν χαρίεν ἀστεῖον πάνυ.

7

ῥαγδαῖος, ἄμαχος, πρᾶγμα μεῖζον ἢ δοκεῖς.

8

ἐκ διαδοχῆς14

9

καθαρὸς δοῦλος

10

μεῖζον μεῖζον, μικρὸν μικρόν

11

ἐπίδημος

tit 12

ΑΔΕΛΦΑΙ

12

ἀνακάμψει

tit 13-15

ΑΔΩΝΙΣ

13

ἀνὰ μέσον

14

ἀκληρίαν15

15

κατάλυσιν

tit 16

ΑΘΑΜΑΣ

16

χλαμύδα καὶ λόγχην ἔχων, ἀξυνακόλουθος, ξηρός, αὐτολήκυθος.

tit 17

ΑΙΓΥΠΤΙΟΙ

17

ἀναβῆναι

tit 18-19

ΑΙΟΛΟΣ16

18

Μακαρεὺς ἔρωτι τῶν ὁμοσπόρων μιᾶς πληγείς, τέως μὲν ἐπεκράτει τῆς συμφορᾶς κατεῖχέ θ’ αὑτόν· εἶτα παραλαβών ποτε οἶνον στρατηγόν, ὃς μόνος θνητῶν ἄγει
5τὴν τόλμαν εἰς τὸ πρόσθε τῆς εὐβουλίας, νύκτωρ ἀναστὰς ἔτυχεν ὧν ἐβούλετο.

19

τοῦτον οὖν δι’ οἰνοφλυγίαν καὶ πάχος τοῦ σώματος ἀσκὸν καλοῦσι πάντες οὑπιχώριοι.

tit 20-23

ΑΚΕΣΤΡΙΑ

20

κρέας δὲ τίνος ἥδιστ’ ἂν ἐσθίοις; Β. τίνος; εἰς εὐτέλειαν. τῶν προβάτων μὲν οἷς ἔνι μήτ’ ἔρια μήτε τυρός, ἀρνός, φίλτατε. τῶν δ’ αἰγιδίων κατὰ ταὔθ’ ἃ μὴ τυρὸν ποιεῖ,
5ἐρίφου· διὰ τὴν ἐπικαρπίαν γὰρ τῶν ἁδρῶν
ταῦτ’ ἐσθίων τὰ φαῦλ’ ἀνέχομαι.17

21

τῆς οἰκίας τὸ κλισίον, ὃ πρότερον [ποτ’] ἦν τοῖς ἐξ ἀγροῦ βουσὶ σταθμὸς καὶ τοῖς ὄνοις, πεποίηκεν ἐργαστήριον.

tit 24

ΑΚΟΝΤΙΖΟΜΕΝΗ18

24

γείτων ἐστί τις κάπηλος. οὗτος εὐθύς, ὅταν ἔλθω ποτὲ διψῶσα, μόνος οἶδ’ ὥς γ’ ἐμοὶ κεράννυται, οὔθ’ ὑδαρὲς οὔτ’ ἄκρατον. Β. οἶδ’ ἐγώ ποτε
5πιοῦσα.

tit 25

ΑΛΕΙΠΤΡΙΑ

25

ἐὰν δὲ τοὐργαστήριον ποιῆτε περιβόητον, κατασκεδῶ, νὴ τὴν φίλην Δήμητρα, τὴν μεγίστην ἀρύταιναν ὑμῶν ἐκ μέσου βάψασα τοῦ λέβητος ζέοντος ὕδατος· εἰ δὲ μή, μηδέποθ’ ὕδωρ πίοιμι
5ἐλευθέριον.

tit 26-28

ΑΛΙΕΥΟΜΕΝΗ19

26

τὰς σηπίας δὸς πρῶτον. Ἡράκλεις ἄναξ, ἅπαντα τεθολώκασιν. οὐ βαλεῖς πάλιν εἰς τὴν θάλατταν καὶ πλυνεῖς; μὴ φῶσί σου, Δωριάς, ἀλούτους σηπίας εἰληφέναι.
5τὸν κάραβον δὲ τόνδε πρὸς τὰς μαινίδας ἀπόθες· παχύς γε, νὴ Δί’. ὦ Ζεῦ, τίς ποτε, ὦ Καλλιμέδων, σὲ κατέδετ’ ἄρτι τῶν φίλων; οὐδεὶς ὃς ἂν μὴ κατατιθῇ τὰς συμβολάς. ὑμᾶς δ’ ἔταξα δεῦρο πρὸς τὰ δεξιὰ
10τρίγλας, ἔδεσμα τοῦ καλοῦ Καλλισθένους· κατεσθίει γοῦν ἐπὶ μιᾷ τὴν οὐσίαν. καὶ τὸν Σινώπης γόγγρον ἤδη παχυτέρας ἔχοντ’ ἀκάνθας τουτονὶ τίς λήψεται πρῶτος προσελθών; Μισγόλας γὰρ οὐ πάνυ
15τούτων ἐδεστής. ἀλλὰ κίθαρος οὑτοσί, ὃν ἂν ἴδῃ τὰς χεῖρας οὐκ ἀφέξεται. καὶ μὴν ἀληθῶς τοῖς κιθαρῳδοῖς ὡς σφόδρα ἅπασιν οὗτος ἐπιπεφυκὼς λανθάνει. ἀνδρῶν δ’ ἄριστον κωβιὸν πηδῶντ’ ἔτι
20πρὸς Πυθιονίκην τὴν καλὴν πέμψαι με δεῖ· ἁδρὸς γάρ ἐστιν. ἀλλ’ ὅμως οὐ γεύσεται· ἐπὶ τὸ τάριχός ἐστιν ὡρμηκυῖα γάρ. ἀφύας δὲ λεπτὰς τάσδε καὶ τὴν τρυγόνα
χωρὶς Θεανοῖ δεῦρ’ ἔθηκ’ ἀντιρρόπους.20

27

δεκατώνια

28

ὁρμιάν

tit 29-30

ΑΛΚΗΣΤΙΣ

29

ἐπὶ τὸ καινουργεῖν φέρου, οὕτως, ἐκείνως, τοῦτο γιγνώσκων ὅτι ἓν καινὸν ἐγχείρημα, κἂν τολμηρὸν ᾖ,
πολλῶν παλαιῶν ἐστι χρησιμώτερον.22

tit 31

ΑΝΑΣΩΙΖΟΜΕΝΟΙ

31

διαφέρον

tit 32

ΑΝΔΡΟΜΕΔΑ

32

λείψας

tit 33

ΑΝΤΑΙΟΣ

33

ὦ ’τάν, κατανοεῖς τίς ποτ’ ἐστὶν οὑτοσὶ ὁ γέρων; Β. ἀπὸ τῆς μὲν ὄψεως Ἑλληνικός· λευκὴ χλανίς, φαιὸς χιτωνίσκος καλός, πιλίδιον ἁπαλόν, εὔρυθμος βακτηρία,
5βαιά τε πέζα· τί μακρὰ δεῖ λέγειν; ὅλως
αὐτὴν ὁρᾶν γὰρ τὴν Ἀκαδήμειαν δοκῶ.23

tit 34-36

ΑΝΤΕΙΑ

34

ἐν ταῖς σπυρίσι δὲ τί ποτ’ ἔνεστι, φίλτατε; Β. ἐν ταῖς τρισὶν μὲν χόνδρος ἀγαθὸς Μεγαρικός. Α. οὐ Θετταλικὸν τὸν χρηστὸν εἶναί φασι δέ; Β. . . . τῆς Φοινίκης . . .
5σεμίδαλις, ἐκ πολλῆς σφόδρ’ ἐξηττημένη.

35

πρὸς τῷ μυροπώλῃ γευόμενον κατελίμπανον αὐτὸν περὶ μύρον . . . μέλλει τε συνθείς σοι φέρειν
τὰ κινναμώμινα ταῦτα καὶ τὰ νάρδινα.24

36

ταῖς δ’ ἐνδύτοις στολαῖσι, τετραγῳδημέναις σκελέαις, τιάραις.

tit 37

ΑΝΤΕΡΩΣΑ

37

λαγγάζει

tit 38

ΑΠΟΚΑΡΤΕΡΩΝ

38

στρωματεῖς25

tit 39

ΑΡΓΥΡΙΟΥ ΑΦΑΝΙΣΜΟΣ

39

καὶ τότε περιπατήσεις κἀπονίψει κατὰ τρόπον τὰς χεῖρας, εὐώδη λαβὼν τὴν γῆν.

tit 40-41

ΑΡΚΑΣ

40

οὔτε γὰρ νήφοντα δεῖ οὐδαμοῦ, πάτερ, παροινεῖν, οὔθ’ ὅταν πίνειν δέῃ νοῦν ἔχειν. ὅστις δὲ μεῖζον ἢ κατ’ ἄνθρωπον φρονεῖ . . . μικρῷ πεποιθὼς ἀθλίῳ νομίσματι,
5εἰς ἄφοδον ἐλθὼν ὅμοιον πᾶσιν αὑτὸν ὄψεται, ἂν σκοπῇ τὰ τῶν ἰατρῶν τοῦ βίου τεκμήρια τὰς φλέβας θ’ ὅποι φέρονται, τὰς ἄνω καὶ τὰς κάτω τεταμένας, δι’ ὧν ὁ θνητὸς πᾶς κυβερνᾶται βίος.26

tit 42

ΑΡΠΑΖΟΜΕΝΗ

42

λαβὼν ἐπανάξω σύαγρον εἰς τὴν οἰκίαν τῆς νυκτὸς αὐτῆς καὶ λέοντα καὶ λύκον.

tit 43

ΑΡΧΕΣΤΡΑΤΗ27

43

τίς δ’ ἐγχέλειον ἂν φάγοι ἢ κρανίον σινόδοντος;

tit 44

ΑΡΧΩΝ

44

ἐν Λακεδαίμονι γέγονας; ἐκείνων τῶν νόμων μεθεκτέον ἐστίν. βάδιζ’ ἐπὶ δεῖπνον εἰς τὰ φειδίτια, ἀπόλαυε τοῦ ζωμοῦ, φόρει τοὺς βύστακας
5μὴ καταφρόνει, μηδ’ ἕτερ’ ἐπιζήτει καλά, ἐν τοῖς δ’ ἐκείνων ἔθεσιν ἴσθ’ ἀρχαιικός.

tit 45

ΑΣΚΛΗΠΙΟΣ

45

τὴν δὲ γραῦν τὴν ἀσθενοῦσαν πάνυ πάλαι, τὴν Βρυττικήν, ῥίζιον τρίψας τι μικρὸν δελεάσας τε γεννικῇ
τὸ μέγεθος κοίλῃ λεπαστῇ τοῦτ’ ἐποίης’ ἐκπιεῖν.28

tit 46

ΑΣΩΤΟΙ

tit 47

ΑΥΛΗΤΗΣ

47

ποίαν, φράσον γάρ, ᾖδε τὴν συναυλίαν; ταύτην, ἐπίσταται γάρ, ἀλλ’ ηὔλουν ἔτι μαθόντες . . ὥστε τοὺς αὐλοὺς σύ τε αυτη τελετη ψεθειθαμεν συντυγχάνεις
5αὐλῶν πέραινε. δέξεται δὲ τἄλλα σοι. ἡδύ τι κοινόν ἐστιν, οὗ χωρὶς πάλιν συννεύματ’ οὐ προβλήμαθ’ οἷς σημαίνεται
ἕκαστα.29

tit 48

ΑΥΛΗΤΡΙΣ Η ΔΙΔΥΜΑΙ

48

ὁ μὲν Μενέλεως ἐπολέμης’ ἔτη δέκα τοῖς Τρωσὶ διὰ γυναῖκα τὴν ὄψιν καλήν, Φοινικίδης δὲ Ταυρέᾳ δι’ ἔγχελυν.

tit 49-51

ΑΥΤΟΥ ΕΡΩΝ

49

τροφαλίδας τε λινοσάρκους, μανθάνεις; τυρὸν λέγω.30

50

ἀρυβάλλους

tit 52-54

ΑΦΡΟΔΙΣΙΟΣ

52

Α. πότερ’, ὅταν μέλλω λέγειν σοι τὴν χύτραν, χύτραν λέγω, ἢ τροχοῦ ῥύμαισι τευκτὸν κοιλοσώματον κύτος πλαστὸν ἐκ γαίας, ἐν ἄλλῃ μητρὸς ὀπτηθὲν στέγῃ, νεογενοῦς ποίμνης δ’ ἐν αὑτῇ πνικτὰ γαλατοθρέμμονα
5τακεροχρῶτ’ εἴδη κύουσαν; Β. Ἡράκλεις, ἀποκτενεῖς ἆρά μ’, εἰ μὴ γνωρίμως μοι πάνυ φράσεις κρεῶν χύτραν. Α. εὖ λέγεις. ξουθῆς μελίσσης νάμασιν δὲ συμμιγῆ μηκάδων αἰγῶν ἀπόρρουν θρόμβον, ἐγκαθήμενον εἰς πλατὺ στέγαστρον ἁγνῆς παρθένου Δηοῦς κόρης,
10λεπτοσυνθέτοις τρυφῶντα μυρίοις καλύμμασιν; ἢ σαφῶς πλακοῦντα φράζω σοι; Β. πλακοῦντα βούλομαι. Α. Βρομιάδος δ’ ἱδρῶτα πηγῆς; Β. οἶνον εἰπὲ συντεμών. Α. λιβάδα νυμφαίαν δροσώδη; Β. παραλιπὼν ὕδωρ φάθι. Α. κασιόπνουν δ’ αὔραν δι’ αἴθρας; Β. σμύρναν εἰπέ, μὴ
14μακράν,
15μηδὲ τοιοῦτ’ ἄλλο μηδέν, μηδὲ τοὔμπαλιν λέγων, ὅτι δοκεῖ τοῦτ’ ἔργον εἶναι μεῖζον, ὥς φασίν τινες,
αὐτὸ μὲν μηδέν, παρ’ αὐτὸ δ’ ἄλλα συστρέφειν πυκνά.31

53

πενθεῖν δὲ μετρίως τοὺς προσήκοντας φίλους· οὐ γὰρ τεθνᾶσιν, ἀλλὰ τὴν αὐτὴν ὁδόν, ἣν πᾶσιν ἐλθεῖν ἔστ’ ἀναγκαίως ἔχον, προεληλύθασιν. εἶτα χἠμεῖς ὕστερον
5εἰς ταὐτὸ καταγωγεῖον αὐτοῖς ἥξομεν,
κοινῇ τὸν ἄλλον συνδιατρίψοντες χρόνον.32

54

εὐειματεῖν

tit 55

ΑΦΡΟΔΙΤΗΣ ΓΟΝΑΙ

55

τονδὶ λέγω, σὺ δ’ οὐ συνιεῖς; κότταβος τὸ λυχνίον ἐστί. πρόσεχε τὸν νοῦν· ᾠὰ μὲν . . . . . . . πέντε νικητήριον. Β. περὶ τοῦ; γέλοιον. κοτταβιεῖτε τίνα τρόπον;
5Α. ἐγὼ διδάξω καθ’ ὅσον ἂν τὸν κότταβον ἀφεὶς ἐπὶ τὴν πλάστιγγα ποιήσῃ πεσεῖν— Β. πλάστιγγα; ποίαν; τοῦτο τοὐπικείμενον ἄνω τὸ μικρόν, τὸ πινακίσκιον λέγεις; Α. τοῦτ’ ἔστι πλάστιγξ—οὗτος ὁ κρατῶν γίνεται.
10Β. πῶς δ’ εἴσεταί τις τοῦτ’; Α. ἐὰν θίγῃ μόνον αὐτῆς, ἐπὶ τὸν μάνην πεσεῖται καὶ ψόφος ἔσται πάνυ πολύς. Β. πρὸς θεῶν, τῷ κοττάβῳ πρόσεστι καὶ μάνης τις ὥσπερ οἰκέτης;
13. . . . . . . . . . . . . . . Β. ᾧ δεῖ λαβὼν τὸ ποτήριον δεῖξον νόμῳ.
15Α. αὐλητικῶς δεῖ καρκινοῦν τοὺς δακτύλους, οἶνόν τε μικρὸν ἐγχέαι, καὶ μὴ πολύν· ἔπειτ’ ἀφήσεις. Β. τίνα τρόπον; Α. δεῦρο βλέπε. τοιοῦτον. Β. ὦ Πόσειδον, ὡς ὑψοῦ σφόδρα. Α. οὕτω ποιήσεις. Β. ἀλλ’ ἐγὼ μὲν σφενδόνῃ
20οὐκ ἂν ἐφικοίμην αὐτός’. Α. ἀλλὰ μάνθανε.33

tit 56

ΒΑΚΧΑΙ

56

ἐπεὶ δὲ τοῦτ’ οὐκ ἔστι, κακοδαίμων σφόδρα ὅστις γαμεῖ γυναῖκα, πλὴν ἐν τοῖς Σκύθαις· ἐκεῖ μόνον γὰρ οὐχὶ φύετ’ ἄμπελος.

tit 57

ΒΑΤΑΛΟΣ

tit 58-61

ΒΟΙΩΤΙΣ

58

[καὶ περὶ μὲν ὄψου γ’ ἠλίθιον τὸ καὶ λέγειν ὥσπερ πρὸς ἀπλήστους.] ἀλλὰ ταυτὶ λάμβανε, παρθένε, τὰ μῆλα. Β. καλά γε. Α. καλὰ δῆτ’, ὦ θεοί· νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ’ ἀφιγμένον
5εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως. Β. παρ’ Ἑσπερίδων, ᾤμην γε. Α. νὴ τὴν Φωσφόρον, φησὶν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι. Β. τρία μόνον ἐστίν. Α. ὀλίγον ἐστὶ τὸ καλὸν πανταχοῦ
καὶ τίμιον.35

59

ἐνεγκεῖν ἐξ ἀγροῦ μοι τῶν ῥοῶν τῶν σκληροκόκκων.

60

καλέσας τε παρατίθησιν ἐν παροψίδι βολβούς.

61

κάνθαρος36

tit 62-64

ΒΟΜΒΥΛΙΟΣ

62

τὰς προσφόρους ὑμῖν τροφάς, σκορόδια, τυρόν, κρόμμυα, κάππαριν . . . πάντα ταῦτ’ ἐστὶν δραχμῆς.

64

κνισολοιχός

tit 65-67

ΒΟΥΣΙΡΙΣ37

65

βότρυς, ῥόας, φοίνικας, ἕτερα νώγαλα.

66

τὸ χερνιβεῖον πρῶτον· ἡ πομπὴ σαφής.

67

δρᾶμ’ ἀκοῦσαι

tit 68

ΒΟΥΤΑΛΙΩΝ

68

Α. καὶ μὴν ἑστιάσω τήμερον ὑμᾶς ἐγώ· σὺ δ’ ἀγοράσεις ἡμῖν λαβών, Πίστ’, ἀργύριον. Π. ἄλλως γὰρ οὐκ ἐπίσταμαι χρηστῶς ἀγοράζειν. Α. φράζε δή, Φιλούμενον,
5ὄψῳ τίνι χαίρεις; Φ. πᾶσι. Α. καθ’ ἕκαστον λέγε· ἰχθὺν τίν’ ἡδέως φάγοις ἄν; Φ. εἰς ἀγρὸν ἦλθεν φέρων ποτ’ ἰχθυοπώλης μαινίδας καὶ τριγλίδας, καὶ νὴ Δί’ ἤρεσεν σφόδρα
ἡμῖν ἅπασιν. Α. εἶτα καὶ νῦν, εἰπέ μοι,38
10τούτων φάγοις ἄν; Φ. κἄν τις ἄλλος μικρὸς ᾖ· τοὺς γὰρ μεγάλους τούτους ἅπαντας νενόμικα ἀνθρωποφάγους ἰχθῦς. Α. τί φής, ὦ φίλτατε, ἀνθρωποφάγους; πῶς; Π. ὧν ἂν ἄνθρωπος φάγοι, δῆλον ὅτι. ταῦτα δ’ ἐστὶν Ἑλένης βρώματα,
15ἅ φησιν οὗτος, μαινίδας καὶ τριγλίδας.

tit 69

ΒΥΖΑΝΤΙΟΣ

69

πορφύρας ὀκτὼ κύκλοι39

tit 70-72

ΓΑΜΟΣ

70

πατάνια, σεῦτλον, σίλφιον, χύτρας, λύχνους, κορίαννα, κρόμμυ’, ἅλας, ἔλαιον, τρύβλιον.

71

κογχίον τε μικρὸν ἀλλᾶντός τε προστετμημένον

72

ἐκτεμὼν χορδῆς μεσαῖον

tit 73-74

ΓΑΝΥΜΗΔΗΣ

73

τῶν οἰκιῶν οὖν ὧν ὁρᾷς, ἐν τῇδε μὲν ὁ τῶν Φρυγῶν τύραννος οἰκῶν τυγχάνει
γέρων, ἀπ’ ἀρχῆς Λαομέδων καλούμενος.40

74

Π. οἴμοι περιπλοκὰς λίαν ἐρωτᾷς. Λ. ἀλλ’ ἐγὼ σαφῶς φράσω. τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοισθά τι, ταχέως λέγειν χρὴ πρὶν κρέμασθαι. Π. πότερά μοι
5γρῖφον προβάλλεις τοῦτον εἰπεῖν, δέσποτα, τῆς ἁρπαγῆς τοῦ παιδὸς εἰ ξύνοιδά τι, ἢ τί δύναται τὸ ῥηθέν; Λ. ἔξω τις δότω ἱμάντα ταχέως οἷον. Π. οὐκ ἔγνων ἴσως. ἔπειτα τοῦτο ζημιοῖς με; μηδαμῶς·
10ἅλμης δ’ ἐχρῆν τι περιφέρειν ποτήριον. Λ. οἶσθ’ οὖν ὅπως δεῖ τοῦτό ς’ ἐκπιεῖν; Π. ἐγώ; κομιδῆ γε. Λ. πῶς; Π. ἐνέχυρον ἀποφέροντά σου. Λ. οὐκ ἀλλ’ ὀπίσω τὼ χεῖρε ποιήσαντα δεῖ
ἕλκειν ἀπνευστί.41

tit 75

ΓΛΑΥΚΟΣ

75

καλυψάμενος τριβωνίῳ διεπαρθένευσα.

tit 76

ΓΟΡΓΥΘΟΣ

76

ἧττόν τ’ ἀποσταίην ἂν ὧν προειλόμην
ἢ Καλλιμέδων γλαύκου πρόοιτ’ ἂν κρανίον.42

tit 77-78

ΔΕΥΚΑΛΙΩΝ

77

τάριχος ἀντακαῖον εἴ τις βούλετ’ ἢ Γαδειρικόν, Βυζαντίας δὲ θυννίδος ὀσμαῖσι χαίρει.

78

σησαμίδας ἢ μελίπηκτα ἢ τοιοῦτό τι.

tit 79

ΔΗΛΙΑ

79

λάχανα κνήστ’ ἢ στέμφυλα

tit 80-84

ΔΙΔΥΜΟΙ

80

ὁ γὰρ παράσιτός ἐστιν, ἂν ὀρθῶς σκοπῇς,
κοινωνὸς ἀμφοῖν, τῆς τύχης καὶ τοῦ βίου. οὐδεὶς παράσιτος εὔχετ’ ἀτυχεῖν τοὺς φίλους, τοὐναντίον δὲ πάντας εὐτυχεῖν ἀεί.43
5ἔστιν πολυτελὴς τῷ βίῳ τις, οὐ φθονεῖ, μετέχειν δὲ τούτων εὔχετ’ αὐτῷ συμπαρών. κἄστιν φίλος γενναῖος ἀσφαλής θ’ ἅμα, οὐ μάχιμος, οὐ πάροξυς, οὐχὶ βάσκανος, ὀργὴν ἐνεγκεῖν ἀγαθός· ἂν σκώπτῃς, γελᾷ·
10ἐρωτικός, γέλοιος, ἱλαρὸς τῷ τρόπῳ, πάλιν στρατιώτης ἀγαθὸς εἰς ὑπερβολήν, ἂν ᾖ τὸ σιτάρχημα δεῖπνον εὐτρεπές.

81

τὸ ποτήριόν μοι τὸ μέγα προσφέρει λαβών. ἐνεχεάμην ἄκρατον οὐχὶ παιδιᾷ, κυάθους θεῶν τε καὶ θεαινῶν μυρίους· ἔπειτ’ ἐπὶ τούτοις πᾶσι τῆς σεμνῆς θεᾶς,
5καὶ τοῦ γλυκυτάτου βασιλέως διμοιρίαν.44

82

ἀπέλαυσα πολλῶν καὶ καλῶν ἐδεσμάτων, πιών τε προπόσεις τρεῖς ἴσως ἢ τέτταρας ἐστρηνίων πως, καταβεβρωκὼς σιτία ἴσως ἐλεφάντων τεττάρων.

83

οἰνογευστεῖ, περιπατεῖ ἐν τοῖς στεφάνοις.

84

συμπάσχειν

tit 85-86

ΔΙΠΛΑΣΙΟΙ

85

Α. τί οὖν ἐνέσται τοῖς θεοῖσιν; Β. οὐδὲ ἕν, ἂν μὴ κεράσῃ τις. Α. ἴσχε, τὸν ᾠδὸν λάμβανε. ἔπειτα μηδὲν τῶν ἀπηρχαιωμένων τούτων περάνῃς, τὸν Τελαμῶνα, μηδὲ τὸν
5Παιῶνα, μηδ’ Ἁρμόδιον.45

86

οὐδεὶς πώποτε, ὦ δέσποτ’, ἀπέθαν’ ἀποθανεῖν πρόθυμος ὤν, τοὺς γλιχομένους δὲ ζῆν κατασπᾷ τοῦ σκέλους ἄκοντας ὁ Χάρων ἐπὶ τὸ πορθμεῖόν τ’ ἄγει
5σιτιζομένους καὶ πάντ’ ἔχοντας ἀφθόνως. ὁ δὲ λιμός ἐστιν ἀθανασίας φάρμακον.

tit 87

ΔΡΑΠΕΤΑΓΩΓΟΣ

87

κοσμίως ποιῶν τὴν ἔνθεσιν μικρὰν μὲν ἐκ τοῦ πρόσθε, μεστὴν δ’ ἔνδοθεν τὴν χεῖρα, καθάπερ αἱ γυναῖκες, κατέφαγεν πάμπολλα καὶ ταχύτατα.

tit 88

ΔΥΣΕΡΩΤΕΣ

88

ἐκεῖσε δ’ οὐ πλέω
ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν, καυλῷ, κέλησι, μαστοῖς, πυρετοῖς, ὀποῖς.46

tit 89-90

ΔΥΣΠΡΑΤΟΣ

89

ὁρᾶν τε κείμενα ἄμητας ἡμιβρῶτας ὀρνίθειά τε, ὧν οὐδὲ λειφθέντων θέμις δούλῳ φαγεῖν, ὥς φασιν αἱ γυναῖκες. ὃ δὲ χολᾶν ποιεῖ,
5γάστριν καλοῦσι καὶ λαμυρὸν ὃς ἂν φάγῃ
ἡμῶν τι τούτων.47

90

Σικελῶν τε τέχναις ἡδυνθεῖσαι δαιτὸς διαθρυμματίδες.

tit 91

ΔΩΔΩΝΙΣ

91

πόθεν οἰκήτωρ, ἤ τις Ἰώνων τρυφεραμπεχόνων ἁβρὸς ἡδυπαθὴς ὄχλος ὥρμηται;

tit 92-93

ΕΠΙΔΑΥΡΙΟΣ

92

ἐπαίζομεν μὲν ἀρτίως τοῖς ἀστρίχοις.48

93

ἠκρόασο

tit 94

ΕΠΙΚΛΗΡΟΣ

94

ὦ γῆρας, ὡς ἅπασιν ἀνθρώποισιν εἶ ποθεινόν, ὡς εὔδαιμον, εἶθ’ ὅταν παρῇς ἀχθηρόν, ὡς μοχθηρόν, εὖ λέγει τέ σε οὐδείς, κακῶς δὲ πᾶς τις ὃς σοφῶς λέγει.

tit 95-97

ΕΥΘΥΔΙΚΟΣ

95

ἔπειτα πουλύπους τετμημένος
ἐν βατανίοισιν ἑφθός.49

96

ἐγὼ ξενιτευόμενος ἐστρατευόμην.

97

πάνυ συχνὴ σφύραινα. Β. κέστραν ἀττικιστὶ δεῖ λέγειν.

tit 98-99

ΕΥΠΛΟΙΑ

98

λύπη γὰρ ἀνθρώποισι καὶ τὸ ζῆν κακῶς ὥσπερ πονηρὼ ζωγράφω τὰ χρώματα
πρώτιστον ἀφανίζουσιν ἐκ τοῦ σώματος.50

tit 100-101

ΕΦΕΣΙΑ

100

δύστηνος ὅστις ζῇ θαλάττιον βίον· τῶν γὰρ πλεόντων ζητεῖν. στάδια ἑκατὸν ἐλθεῖν που δὴ κρεῖττον ἢ πλεῦσαι πλέθρον. πλεῖς τὴν θάλατταν σχοινίων πωλουμένων;

101

ἐν γῇ πένεσθαι μᾶλλον ἢ πλουτοῦντα πλεῖν.

tit 102

ΖΑΚΥΝΘΙΟΣ

102

εἶτ’ οὐ δικαίως εἰμὶ φιλογύνης ἐγὼ καὶ τὰς ἑταίρας ἡδέως πάσας ἔχω; τουτὶ γὰρ αὐτὸ πρῶτον ὃ σὺ ποιεῖς παθεῖν, μαλακαῖς καλαῖς τε χερσὶ τριφθῆναι πόδας,
5πῶς οὐχὶ σεμνόν ἐστιν;51

tit 103

ΖΩΓΡΑΦΟΣ

103

ἄγαλμα καὶ γραφὴν καὶ ἀνδριάντα

tit 104

ΗΝΙΟΧΟΣ

104

ἀνδρὸς διαφέρει τοῦτ’ ἀνήρ· ὁ μὲν κακῶς πράττων τὸ λυποῦν ἤγαγ’ εἰς παράστασιν, ὁ δ’ ἐμφρόνως δεξάμενος ἤνεγκεν καλῶς.

tit 105

ΘΑΜΥΡΑΣ

105

καὶ σοῦ γ’ ἐπώνυμός τις ἐν φήμαις βροτῶν Θρῄκης κατάρδων ποταμὸς ὠνομασμένος,
Στρυμών, μεγίστας ἐγχέλεις κεκτημένος.52

tit,ante 106

[ΘΕΟΓΟΝΙΑ]

tit 106

ΘΟΡΙΚΙΟΙ Η ΔΙΟΡΥΤΤΩΝ

106

λοῦται δ’ ἀληθῶς; ἀλλὰ τί; ἐκ χρυσοκολλήτου γε κάλπιδος μύρῳ Αἰγυπτίῳ μὲν τοὺς πόδας καὶ τὰ σκέλη, φοινικίνῳ δὲ τὰς γνάθους καὶ τιτθία,
5σισυμβρίνῳ δὲ τὸν ἕτερον βραχίονα, ἀμαρακίνῳ δὲ τὰς ὀφρῦς καὶ τὴν κόμην, ἑρπυλλίνῳ δὲ τὸ γόνυ καὶ τὸν αὐχένα.

tit,ante 107

ΙΑΣΩΝ53

tit 107-108

ΙΑΤΡΟΣ

107

ἅπαν τὸ λυποῦν ἐστιν ἀνθρώπῳ νόσος ὀνόματ’ ἔχουσα πολλά.

108

τῶν γίγγρων αὐλῶν

tit 109-111

ΙΠΠΕΙΣ

109

πῶς οὖν διαιτώμεσθα; Β. τὸ μὲν ἐφίππιον στρῶμ’ ἐστὶν ἡμῖν, ὁ δὲ καλὸς πῖλος κάδος, ψυκτήρ· τί βούλει; πάντ’, Ἀμαλθείας κέρας.

110

τῶν δ’ ἀκοντίων
συνδοῦντες ὀρθὰ τρία λυχνείῳ χρώμεθα.54

tit 112

ΚΑΙΝΕΥΣ

112

ειτ’ ηδηλος φιάλην τὸ ὅπλον Ἄρεως, κατὰ Τιμόθεον, ξυστόν τε βέλος.

tit 113

ΚΑΡΕΣ

113

οὐχ ὁρᾷς ὀρχούμενον ταῖς χερσὶ τὸν βάκηλον; οὐδ’ αἰσχύνεται ὁ τὸν Ἡράκλειτον πᾶσιν ἐξηγούμενος, ὁ τὴν Θεοδέκτου μόνος ἀνευρηκὼς τέχνην,
5ὁ τὰ κεφάλαια συγγράφων Εὐριπίδῃ.55

tit 114-115

ΚΑΡΙΝΗ

114

τρίποδα καὶ κάδον παραθέμενος ψυκτῆρά τ’ οἴνου . . . μεθύσκεται.

115

πότος ἔσται . . . σφοδρότερος· οὐκοῦν, εἰ φράσαι τις, οὐκ ἔτι ἔξεστι κυαθίζειν γάρ . . . . . τὸν δὲ κάδον ἔξω καὶ τὸ ποτήριον λαβὼν
5ἀπόφερε τἄλλα πάντα.56

tit 116

ΚΗΠΟΥΡΟΣ

tit 117

ΚΙΘΑΡΙΣΤΗΣ

117

οὐκ ἐφύσων οἱ Λάκωνες ὡς ἀπόρθητοί ποτε;
νῦν δ’ ὁμηρεύους’ ἔχοντες πορφυροῦς κεκρυφάλους.57

tit 118-121

ΚΙΘΑΡΩΙΔΟΣ

118

οὐ ψεῦδος οὐδέν φησιν

119

ὀφθαλμὸν ὤρυττέν τις ὥσπερ ἰχθύος Μάτων προσελθών.

120

εἰσδυόμενος εἰς πόρκον, ὅθεν ἔξω πάλιν οὐ ῥᾳδίως ἔξειμι τὴν αὐτὴν ὁδόν.

121

στειλεὰν ῥαφανῖδα, σικύους τέτταρας.

tit 122

ΚΛΕΟΦΑΝΗΣ

122

τὸ δὲ τυραννεῖν ἐστιν ἢ τί ποτε τὸ σπουδαῖον; ἀκολουθεῖν ἔρις
ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία, λεπτῶν ἀσίτων συκίνων, λέγονθ’ ὅτι58
5τὸ πρᾶγμα τοῦτ’ οὐκ ἔστιν εἴπερ γίνεται· οὐδ’ ἔστι γάρ πω γινόμενον ὃ γίνεται, οὔτ’ εἰ πρότερον ἦν, ἔστιν ὅ γε νῦν γίνεται· ἔστιν γὰρ οὐκ ὂν οὐδέν· ὃ δὲ μὴ γέγονέ πω, οὐκ ἔσθ’ ἕωσπερ γέγονεν, ὅ γε μὴ γέγονέ πω·
10ἐκ τοῦ γὰρ εἶναι γέγονεν· εἰ δ’ οὐκ ἦν ὅθεν, πῶς ἐγένετ’ ἐξ οὐκ ὄντος; οὐχ οἷόν τε γάρ. εἰ δ’ αὐτόθεν ποι γέγονεν, οὐκ ἔσται κηποι δέποτις εἴη, ποθεν γενήσεται τοὐκ ὂν εἰς οὐκ ὄν· εἰς οὐκ ὂν γὰρ οὐ δυνήσεται.
15ταυτὶ δ’ ὅ τι ἐστὶν οὐδ’ ἂν ἁπόλλων μάθοι.

tit 123

ΚΝΑΦΕΥΣ

123

ὅστις τέχνην πρῶτος κατέδειξε τῶν θεῶν,
οὗτος μέγιστον εὗρεν ἀνθρώποις κακόν. ὅταν γὰρ ἀπορῆταί τις, ἂν μὲν ἀργὸς ᾖ, ἐλθὼν ἀπεκινδύνευσεν ἡμέραν μίαν,59
5ὥστ’ ἢ γεγονέναι λαμπρὸς ἢ τεθνηκέναι. ἡμεῖς δ’ ἔχοντες ἀρραβῶνα τὴν τέχνην τοῦ ζῆν, ἀεὶ πεινῶμεν ἐπὶ ταῖς ἐλπίσιν, ἐξόν τε μικρὸν διαπορηθῆναι χρόνον, τὸν βίον ἅπαντα τοῦτο δρᾶν αἱρούμεθα.

tit 124-125

ΚΝΟΙΘΙΔΕΥΣ Η ΓΑΣΤΡΩΝ

124

ἐγὼ πρότερον μὲν τοὺς κελεύοντας λέγειν γρίφους παρὰ πότον ᾠόμην ληρεῖν σαφῶς λέγοντας οὐδέν, ὁπότε προστάξαι τέ τις εἰπεῖν ἐφεξῆς ὅ τι φέρων τις μὴ φέρει,
5ἐγέλων νομίζων λῆρον, οὐκ ἂν γενόμενον οὐδέποτέ γ’ οἶμαι πρᾶγμα παντελῶς λέγειν, ἐνέδρας δ’ ἕνεκα. νυνὶ δὲ τοῦτ’ ἔγνωχ’ ὅτι ἀληθὲς ἦν· φέρομεν γὰρ ἄνθρωποι δέκα ἔρανόν τιν’, οὐ φέρει δὲ τούτων τὴν φορὰν
10οὐδείς. σαφῶς οὖν ὅ τι φέρων τις μὴ φέρει, τοῦτ’ ἔστιν, ἦν θ’ ὁ γρῖφος ἐνταῦθα ῥέπων. καὶ τοῦτο μὲν δὴ κἄστι συγγνώμην ἔχον· ἀλλ’ οἷα λογοποιοῦσιν ἐν τῷ πράγματι οἱ τἀργύριον μὴ κατατιθέντες, ὡς σφόδρα
15Φίλιππος. ἆρ’ ἦν εὐτυχής τις νὴ Δία.60

125

ἄτοπά γε κηρύττουσιν ἐν τοῖς ἰχθύσιν κηρύγμαθ’, οὗ καὶ νῦν τις ἐκεκράγει μέγα μέλιτος γλυκυτέρας μεμβράδας φάσκων ἔχειν. εἰ τοῦτο τοιοῦτ’ ἐστίν, οὐδὲν κωλύει
5τοὺς μελιτοπώλας αὖ λέγειν βοᾶν θ’ ὅτι πωλοῦσι τὸ μέλι σαπρότερον τῶν μεμβράδων.

tit 126

ΚΟΡΙΝΘΙΑ

126

ἔπειτα κἀκροκώλιον ὕειον Ἀφροδίτῃ; γέλοιον. Β. ἀγνοεῖς; ἐν τῇ Κύπρῳ δ’ οὕτω φιληδεῖ ταῖς ὑσίν, ὦ δέσποθ’, ὥστε σκατοφαγεῖν ἀπεῖρξε
5τὸ ζῷον . . τοὺς δὲ βοῦς ἠνάγκασεν.61

tit 127

ΚΟΡΟΠΛΑΘΟΣ

127

γύναι, πρὸς αὐλὸν ἦλθες. ὀρχήσει πάλιν τὴν ἴγδιν . . τὴν θυΐαν ἀγνοεῖς; τοῦτ’ ἔστιν ἴγδις.

tit 128-129

ΚΟΥΡΙΣ62

128

ἐλθών τε πρὸς τὸν τεμαχοπώλην περίμενε, παρ’ οὗ φέρειν εἴωθα· κἂν οὕτω τύχῃ, Εὔθυνος . . ἀπολοπίζων αὐτόθι χρηστόν τι περίμεινον κέλευσον μὴ τεμεῖν.

129

Α. ὁ μὲν ἀγρῷ τρεφόμενος θαλάττιον μὲν οὗτος οὐδὲν ἐσθίει, πλὴν τῶν παρὰ γῆν, γόγγρον τιν’ ἢ νάρκην τιν’ ἢ θύννης τὰ πρὸς τῆς ποια τὰ κάτωθεν λέγω.
5Β. τούτους φάγοις ἄν; Γ. τοὺς γὰρ ἄλλους νενόμικα ἀνθρωποφάγους ἰχθῦς. Β. τὸ δεῖνα δ’ ἐσθίεις; τουτι κακόνωτα πλοῖα Γ. Κωπᾷδας λέγεις; ἀγρίως γε. Β. παρὰ λίμνην γὰρ γεωργῶν τυγχάνω· τὰ δ’ ἐγχέλεια γράψομαι λιποταξίου.
10κομιδῆ γὰρ οὐκ ἦν οὐδαμοῦ.63

tit 130

ΚΥΒΕΥΤΑΙ

130

ῥίσκος ἦν ὃν εἶπεν

tit 131-133

ΚΥΚΛΩΨ64

131

κέρμα γάρ τι τυγχάνω

132

ἔστω δ’ ἡμῖν κεστρεὺς τμητός, νάρκη πνικτή, πέρκη σχιστή, τευθὶς σακτή, συνόδων ὀπτός, γλαύκου προτομή, γόγγρου κεφαλή,
5βατράχου γαστήρ, θύννου λαγόνες, βατίδος νῶτον, κέστρας ὀσφύς, ψήττας κίσχος, μαινίς, καρίς, τρίγλη, φυκίς· τῶν τοιούτων μηδὲν ἀπέστω.

133

τῶν χερσαίων δ’ ὑμῖν ἥξει παρ’ ἐμοῦ ταυτί· βοῦς ἀγελαῖος, τράγος ἠλιβάτας, αἲξ οὐρανία, κριὸς τομίας,
5κάπρος ἐκτομίας, ὗς οὐ τομίας, δέλφαξ, δασύπους, ἔριφοι, . . τυρὸς χλωρός, τυρὸς ξηρός, τυρὸς κοπτός, τυρὸς ξυστός,
τυρὸς τμητός, τυρὸς πηκτός.65

tit 134-136

ΚΩΡΥΚΟΣ

134

τῶν θαλαττίων δ’ ἀεὶ ὄψων ἓν ἔχομεν, διὰ τέλους δὲ τοῦθ’, ἅλας. . . . . . ἐπὶ δὲ τούτοις πίνομεν οἰνάριον εἶδος, νὴ Δί’, οἰκίας τρόπον
5πόσειδος οἷον τοῖς παροῦσι συμφέρει
ἁπαξάπασιν ὀξυβάφῳ ποτηρίῳ.66

135

πρῶτον μὲν ὥσπερ πυθαγορίζων ἐσθίει ἔμψυχον οὐδέν, τῆς δὲ πλείστης τοὐβολοῦ μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει.

136

ἐν ὅσῳ δ’ ἀκροῶμαί σου, κέλευσόν μοί τινα φέρειν ἀπονίψασθαι. Β. δότω τις δεῦρ’ ὕδωρ καὶ σμῆμα.

tit 137

ΛΑΜΠΑΣ67

137

τράπεζα φυστημινεις ἀλλὰ μὴν δαίμονος ἀγαθοῦ μετάνιπτρον, ἐντραγεῖν, σπονδή, κρότος.

tit 138-139

ΛΑΜΠΩΝ

138

κεστρεῖς ἔχων, ἀλλ’ οὐ στρατιώτας, τυγχάνεις νήστεις.

139

ὁ δεῖν’ Ἰᾶπυξ, κέρασον εὐζωρέστερον.

tit 140

ΛΕΠΤΙΝΙΣΚΟΣ

140

οἶνον Θάσιον πίνοις ἄν; Β. εἴ τις ἐγχέαι.
Α. πρὸς ἀμυγδάλας δὲ πῶς ἔχεις; Β. εἰρηνικῶς. μαλακὰς σφόδρα, δι’ ἃς μέλιτι προσπαίζειν βία. Α. μελίπηκτα δ’ εἴ σοι προσφέροι; Β. τρώγοιμι καὶ68
5ᾠὸν δὲ καταπίνοιμ’ ἄν. Α. ἄλλου δεῖ τινος;

tit 141-142

ΛΕΥΚΑΔΙΟΣ

141

ἐνταῦθ’ ἀναρίστητος εὐθὺς κιθαριεῖ.

142

ἀσταφίδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου, σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου, βοτανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης,
καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ.69

tit 143

ΛΕΩΝΙΔΗΣ

143

ἀλλὰ πρὶν δεδειπνάναι ἡμᾶς παρέσται.

tit 144-145

ΛΗΜΝΙΑΙ

144

εἶτ’ ἔστιν ἢ γένοιτ’ ἂν ἡδίων τέχνη ἢ πρόσοδος ἄλλη τοῦ κολακεύειν εὐφυῶς; ὁ ζωγράφος πονεῖ τι καὶ πικραίνεται, ὁ γεωργὸς ἐν ὅσοις ἐστὶ κινδύνοις πάλιν.
5πρόσεστι πᾶσιν ἐπιμέλεια καὶ πόνος. ἡμῖν δὲ μετὰ γέλωτος ὁ βίος καὶ τρυφῆς· οὗ γὰρ τὸ μέγιστον ἔργον ἐστὶ παιδιά, ἁδρὸν γελάσαι, σκῶψαί τιν’, ἐκπιεῖν πολύν, οὐχ ἡδύ; ἐμοὶ μὲν μετὰ τὸ πλουτεῖν δεύτερον.

145

παρετέθη τρίπους πλακοῦντα χρηστόν, ὦ πολυτίμητοι θεοί, ἔχων ἐν ἀργυρῷ τε τρυβλίῳ μέλι.

tit 146

ΛΥΔΟΣ

146

Κολχὶς ἄνθρωπος πάροινος70

tit 147

ΛΥΚΩΝ

147

τά τ’ ἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους εἶναι τὸ νομίσαι τ’ ἰσόθεον τὴν ἔγχελυν· πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα. τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθ’ ἡμῖν τυχεῖν,
5τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα ἢ πλέον ἀναλώσασιν ὀσφρέσθαι μόνον. οὕτως ἐσθ’ ἅγιον παντελῶς τὸ θηρίον.

tit 148

ΜΑΛΘΑΚΗ

148

ἔρχεται, μετέρχετ’ αὖ, προσέρχετ’ αὖ, μετέρχεται, ἥκει, πάρεστι, ῥύπτεται, προσέρχεται, σμῆται, κτενίζετ’, ἐκβέβηκ’, ἐντρίβεται,
5λοῦται, σκοπεῖται, στέλλεται, μυρίζεται,
κοσμεῖτ’, ἀλείφετ’· ἂν δ’ ἔχῃ τι ἀπάγχεται.71

tit 149

ΜΕΛΑΝΙΩΝ

149

τοῦτον ἐγὼ κρίνω μετανιπτρίδα τῆς Ὑγιείας πίνειν ζωροτέρῳ χρώμενον οἰνοχόῳ.

tit 150

ΜΕΛΕΑΓΡΟΣ

150

ἀσκοπυτίνην τινὰ
δίψους ἀρωγόν72

tit 151

ΜΕΛΙΤΤΑ

151

ἐπὶ χρήμασιν δ’ ὢν ἔμπορος φρονεῖ μέγα, ὧν ἐστι πάντων ἐνίοτ’ ἄνεμος κύριος.

tit 152

ΜΕΤΟΙΚΟΣ

152

προσέλαβον ἐλθὼν τουτονὶ τραπεζοποιόν, ὃς πλυνεῖ σκεύη, λύχνους ἑτοιμάσει, σπονδὰς ποιήσει, τἄλλ’ ὅσα τούτῳ προσήκει.

tit 153

ΜΗΔΕΙΑ

153

ἦν χιτὼν ἀμόργινος,
ἕτερος δὲ περιηγητός ἐστιν οὑτοσί.73

tit 154-155

ΜΗΤΡΑΓΥΡΤΗΣ

154

τήν τε παῖδ’ ἀλείμματα παρὰ τῆς θεοῦ λαβοῦσαν εἶτα τοὺς πόδας ἐκέλευ’ ἀλείφειν πρῶτον, εἶτα τὰ γόνατα. ὡς θᾶττον ἡ παῖς δ’ ἥψατ’ αὐτοῦ τῶν ποδῶν
5ἔτριψέ τ’, ἀνεπήδησεν.

155

δεδιῳκημένα

tit 156

ΜΗΤΡΟΦΩΝ

156

διδοῦσιν74

tit 157

ΜΙΔΩΝ

157

ἀργυροθήκην

tit 158

ΜΙΝΩΣ

158

τρώγοντες μολόχης ῥίζαν

tit 159

ΜΙΣΟΠΟΝΗΡΟΣ

159

εἶτ’ οὐ σοφοὶ δῆτ’ εἰσὶν οἱ Σκύθαι σφόδρα, οἳ γενομένοισιν εὐθέως τοῖς παιδίοις διδόασιν ἵππων καὶ βοῶν πίνειν γάλα; κοὐ μὰ Δία τίτθας εἰσάγουσι βασκάνους,
5καὶ παιδαγωγοὺς αὖθις, ὧν μεῖζον (κακὸν οὐκ ἔστιν οὐδέν, μετά) γε μαίας νὴ Δία· αὗται δ’ ὑπερβάλλουσι, μετά γε νὴ Δία τοὺς μητραγυρτοῦντάς γε· πολὺ γὰρ αὖ γένος μιαρώτατον τοῦτ’ ἔστιν, εἰ μὴ νὴ Δία
10τοὺς ἰχθυοπώλας βούλεταί τις λέγειν, . . . μετά γε τοὺς τραπεζίτας· ἔθνος
τούτου γὰρ οὐδέν ἐστιν ἐξωλέστερον.75

tit 160

ΜΝΗΜΑΤΑ

160

τῶν Πυθαγοριστῶν δ’ ἔτυχον ἄθλιοί τινες ἐν τῇ χαράδρᾳ τρώγοντες ἅλιμα καὶ κακὰ τοιαῦτα συλλέγοντες ἐν τῷ κωρύκῳ.

tit 161

ΜΟΙΧΟΙ

161

οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων ἀτυχέστερον· τῷ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι
5τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις σήπονθ’, ἕωλοι κείμενοι δύ’ ἡμέρας ἢ τρεῖς· μόλις δ’ ἐάν ποτ’ ὠνητὴν τυφλὸν
λάβωσιν, ἔδοσαν τῶν νεκρῶν ἀναίρεσιν τούτῳ· κομίσας δ’ ἐξέβαλεν . . οἴκαδε76
10τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀσμῆς λαβών.

tit 162

ΜΥΛΩΝ

162

βυβλιδίου κόλλημα

tit 163-165

ΜΥΣΤΙΣ

163

σὺ δ’ ἀλλὰ πῖθι. Β. τοῦτο μέν σοι πείσομαι· καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους τοῦ τῆς ἑορτῆς. οὗ μὲν ἦμεν ἄρτι γὰρ
5ἐξ ὀξυβαφίων κεραμεῶν ἐπίνομεν· τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ’ οἱ θεοὶ τῷ δημιουργῷ δοῖεν, ὃς ἐποίησέ σε,
τῆς συμμετρίας καὶ τῆς ἀφελείας εἵνεκα.77

164

ταῖς εὐτελείαις οἱ θεοὶ χαίρουσι γάρ· τεκμήριον δ’· ὅταν γὰρ ἑκατόμβας τινὲς θύωσιν, ἐπὶ τούτοις ἅπασιν ὕστατος . . . πάντων καὶ λιβανωτὸς ἐπετέθη,
5ὡς τἄλλα μὲν τὰ πολλὰ παραναλούμενα δαπάνην ματαίαν οὖσαν αὐτῶν εἵνεκα, τὸ δὲ μικρὸν αὐτὸ τοῦτ’ ἀρεστὸν τοῖς θεοῖς.

165

βούλει καὶ σύ, φιλτάτη, πιεῖν; Β. καλῶς ἔχει μοι. Α. τοιγαροῦν φέρε . . .
μέχρι γὰρ τριῶν δεῖν φασι τιμᾶν τοὺς θεούς.78

tit 166-167

ΝΕΑΝΙΣΚΟΙ

166

ἐγὼ τέως μὲν ᾠόμην τὰς Γοργόνας εἶναί τι λογοποίημα, πρὸς ἀγορὰν δ’ ὅταν ἔλθω, πεπίστευκ’· ἐμβλέπων γὰρ αὐτόθι τοῖς ἰχθυοπώλαις, λίθινος εὐθὺς γίνομαι,
5ὥστ’ ἐξ ἀνάγκης ἔστ’ ἀποστραφέντι μοι λαλεῖν πρὸς αὐτούς· ἂν ἴδω γὰρ ἡλίκον ἰχθὺν ὅσου τιμῶσι, πήγνυμαι σαφῶς.

167

ὁ πλοῦτός ἐστι παρακάλυμμα τῶν κακῶν, ὦ μῆτερ, ἡ πενία δὲ περιφανές τε καὶ ταπεινόν.

tit 168-170

ΝΕΟΤΤΙΣ

168

παῖς ὢν μετ’ ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου, Σύρος τὸ γένος ὤν· περιτυχὼν δ’ ἡμῖν ὁδὶ κηρυττομένοις ὀβολοστάτης ὢν ἐπρίατο,
5ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν, τοιοῦτος οἷος μηδὲν εἰς τὴν οἰκίαν μηδ’ ὧν ὁ Πυθαγόρας ἐκεῖνος ἤσθιεν,
ὁ τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου.79

169

ὁ δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς ἀπέλαβεν ὥσπερ ἔλαβεν. Β. ἠγάπησεν ἂν τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης.

tit 171

ΟΒΡΙΜΟΣ

171

ἂν κελεύῃ με σταθμοῦχος— Β. ὁ σταθμοῦχος δ’ ἐστὶ τίς; ἀποπνίξεις δέ με καινὴν πρός με διάλεκτον λαλῶν.
Α. εἰ ’πιτάττοι μοι στέγαρχος—80

tit 172

ΟΙΝΟΜΑΟΣ Η ΠΕΛΟΨ

172

τί δ’ ἂν Ἕλληνες μικροτράπεζοι φυλλοτρῶγες δράσειαν; ὅπου τέτταρα λήψει κρέα μίκρ’ ὀβολοῦ. παρὰ δ’ ἡμετέροις προγόνοισιν ὅλους
5ὀπτῶσιν βοῦς, ἐλάφους, ἄρνας· τὸ τελευταῖον δ’ ὁ μάγειρος ὅλον τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ
θερμὴν παρέθηκε κάμηλον.81

tit,ante 173

ΟΙΩΝΙΣΤΗΣ

tit 173-174

ΟΜΟΙΟΙ

173

εὖ δ’ ἐγίνεθ’ ὅτι φακῆν ἕψειν μ’ ἐδίδασκε τῶν ἐπιχωρίων τις εἷς.

174

εἶτ’ ἐπεισῆγεν χορείαν ἢ τράπεζαν δευτέραν, καὶ παρέθηκε γέμουσαν πέμμασι παντοδαποῖς. ὡς δ’ ἐδείπνησαν, συνάψαι βούλομαι γὰρ τἀν μέσῳ, καὶ Διὸς σωτῆρος ἦλθε θηρίκλειον ὄργανον,
5τῆς τρυφερᾶς ἀπὸ Λέσβου σεμνοπότου σταγόνος
πλῆρες, ἀφρίζον, ἕκαστος δεξιτερᾷ δ’ ἔλαβεν.82

tit 175

ΟΜΟΠΑΤΡΙΟΙ

175

ἐν Ἡλίου μέν φασι γίνεσθαι πόλει φοίνικας, ἐν Ἀθήναις δὲ γλαῦκας. ἡ Κύπρος ἔχει πελείας διαφόρους, ἡ δ’ ἐν Σάμῳ Ἥρα τὸ χρυσοῦν, φασίν, ὀρνίθων γένος,
5τοὺς καλλιμόρφους καὶ περιβλέπτους ταὧς.

tit 176-178

ΟΜΦΑΛΗ

176

πῶς γὰρ ἄν τις εὐγενὴς γεγὼς δύναιτ’ ἂν ἐξελθεῖν ποτ’ ἐκ τῆσδε στέγης; ὁρῶν μὲν ἄρτους τούσδε λευκοσωμάτους ἰπνὸν κατέχοντας ἐν πυκναῖς διεξόδοις,
5ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους, μίμημα χειρὸς Ἀττικῆς, οὓς δημόταις
Θεαρίων ἔδειξεν.83

177

ἐν χύτρᾳ δέ μοι ὅπως ὕδωρ ἕψοντα μηδέν’ ὄψομαι· οὐ γὰρ κακὸν ἔχω μηδ’ ἔχοιμ’· ἐὰν δ’ ἄρα στρέφῃ με περὶ τὴν γαστέρ’ ἢ τὸν ὀμφαλόν,
5παρὰ Φερτάτου δακτύλιος ἔστι μοι δραχμῆς.

178

οὐ φιλοτάριχος οὐδαμῶς εἰμ’, ὦ κόρη.

tit 179

ΟΜΩΝΥΜΟΙ

179

οἷα δ’ ἡ χώρα φέρει διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης, τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. Β. σῦκα μὲν νὴ τὸν Δία πάνυ φέρει. Α. βοσκήματ’, ἔρια, μύρτα, θύμα, πυρούς, ὕδωρ,
5ὥστε καὶ γνοίην ἂν εὐθὺς Ἀττικὸν πίνων ὕδωρ.84

tit 180

ΟΡΦΕΥΣ

180

βύστραν τιν’ ἐκ φύλλων τινῶν.

tit 181

ΠΑΙΔΕΡΑΣΤΗΣ

181

τῆς τε βελτίστης μεσαῖον θυννάδος Βυζαντίας τέμαχος ἐν τεύτλου λακιστοῖς κρύπτεται στεγάσμασιν.

tit 182-186

ΠΑΡΑΣΙΤΟΣ

182

ἄλλος ἐπὶ τούτῳ μέγας ἥξει τις ἰσοτράπεζος εὐγενής— Β. τίνα λέγεις; Α. Καρύστου θρέμμα, γηγενής, ζέων— Β. εἶτ’ οὐκ ἂν εἴποις; ὕπαγε. Α. κάκκαβον λέγω.
5σὺ δ’ ἴσως ἂν εἴποις λοπάδ’. Β. ἐμοὶ δὲ τοὔνομα οἴει διαφέρειν, εἴτε κάκκαβόν τινες χαίρουσιν ὀνομάζοντες εἴτε σίττυβον;
πλὴν ὅτι λέγεις ἀγγεῖον οἶδα.85

183

οἷα δ’ ἐστὶν οἶσθα σύ, γύναι· σκόροδα, τυρός, πλακοῦντες, πράγματα ἐλευθέρι’, οὐ τάριχος, οὐδ’ ἡδύσμασιν ἀρνεῖα καταπεπλησμέν’, οὐδὲ θρυμματὶς
5τεταραγμένη καὶ λοπάδες, ἀνθρώπων φθοραί. καὶ μὴν ῥαφάνους γ’ ἕψουσι λιπαράς, ὦ θεοί,
ἔτνος θ’ ἅμ’ αὐτοῖς πίσινον.86

184

ἐγὼ περὶ τὴν ὀψωνίαν μὲν οὐ πάνυ ἐσπούδακ’, οὐδ’ αὖ συνέτεμον λίαν πάνυ, ὡς ἄν τις ἄλλως ἐξενεχθεῖσιν ὅπου τοῦ διαλάβοι κραιπάλην ἑλληνικῶς.

185

χοιρίων σκέλη καπύρ’. Β. ἀστεῖόν γε νὴ τὴν Ἑστίαν ἄριστον. Α. ἑφθὸς τυρὸς ἐπεδόνει πολύς.

186

τάριχος ἀντακαῖον ἐν μέσῳ πῖον, ὁλόλευκον, θερμόν.

tit 187

ΠΑΡΕΚΔΙΔΟΜΕΝΗ87

187

ὄμνυμι δ’ ὑμῖν, ἄνδρες, αὐτὸν τὸν θεόν, ἐξ οὗ τὸ μεθύειν πᾶσιν ἡμῖν γίνεται, ἦ μὴν ἑλέσθαι τοῦτον ἂν ζῆν τὸν βίον ἢ τὴν Σελεύκου τοῦ βασιλέως ὑπεροχήν.
5ῥοφεῖν φακῆν ἐσθ’ ἡδὺ μὴ δεδοικότα, μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα.

tit 188-189

ΠΑΡΟΙΜΙΑΙ

188

ἐγὼ γὰρ ἄν τι τῶν ὑμετέρων φάγοιμι, μύκητας ὠμοὺς ἂν φαγεῖν ἐμοὶ δοκῶ καὶ στρυφνὰ μῆλα κεἴ τι πνίγει βρῶμά τι.

189

στίμμιν, κάτοπτρα, κρωβύλους, κεκρυφάλους.88

tit 190

ΠΛΟΥΣΙΟΙ

190

Εὔθυνος δ’ ἔχων σανδάλια καὶ σφραγῖδα καὶ μεμυρισμένος ἐλογίζετο τῶν πραγμάτων οὐκ οἶδ’ ὅ τι· Φοινικίδης δὲ Ταυρέας θ’ ὁ φίλτατος,
5ἄνδρες πάλαι ὀψοφάγοι τοιοῦτοί τινες, οἷοι καταβροχθίζειν ἐν ἀγορᾷ τὰ τεμάχη, ὁρῶντες ἐξέθνῃσκον ἐπὶ τῷ πράγματι, ἔφερόν τε δεινῶς τὴν ἀνοψίαν πάνυ. κύκλους δὲ συναγείροντες ἔλεγον ἂν τάδε,
10ὡς οὐ βιωτόν ἐστιν οὐδ’ ἀνασχετὸν τῆς μὲν θαλάττης ἀντιποιεῖσθαί τινας ὑμῶν ἀναλίσκειν τε πολλὰ χρήματα, ὄψου δὲ μηδὲν . . εἰσπλεῖν μηδὲ γρῦ. τί οὖν ὄφελος τῶν νησιαρχῶν ἐστι; δεῖ
15νόμῳ κατακλῇσαι τοῦτο, παραπομπὴν ποιεῖν τῶν ἰχθύων. νυνδὶ Μάτων συνήρπακεν τοὺς ἁλιέας, καὶ Διογείτων νὴ Δία ἅπαντας ἀναπέπεικεν ὡς αὑτὸν φέρειν, κοὐ δημοτικόν γε τοῦτο δρᾷ τοσαῦτα φλῶν.
20γάμοι δ’ ἐκείνοις καὶ πότοι νεανικοὶ
ἦσαν.89

tit 191

ΠΟΙΗΣΙΣ

191

μακάριόν ἐστιν ἡ τραγῳδία ποίημα κατὰ πάντ’, εἴ γε πρῶτον οἱ λόγοι ὑπὸ τῶν θεατῶν εἰσιν ἐγνωρισμένοι, πρὶν καί τιν’ εἰπεῖν· ὥσθ’ ὑπομνῆσαι μόνον
5δεῖ τὸν ποιητήν· Οἰδίπουν γὰρ ἂν μόνον φῶ, τἄλλα πάντ’ ἴσασιν· ὁ πατὴρ Λάιος, μήτηρ Ἰοκάστη, θυγατέρες, παῖδες τίνες, τί πείσεθ’ οὗτος, τί πεποίηκεν. ἂν πάλιν εἴπῃ τις Ἀλκμέωνα, καὶ τὰ παιδία
10πάντ’ εὐθὺς εἴρηχ’, ὅτι μανεὶς ἀπέκτονεν τὴν μητέρ’, ἀγανακτῶν δ’ Ἄδραστος εὐθέως ἥξει πάλιν τ’ ἄπεισι . . . . . ἔπειθ’ ὅταν μηδὲν δύνωντ’ εἰπεῖν ἔτι, κομιδῇ δ’ ἀπειρήκωσιν ἐν τοῖς δράμασιν,
15αἴρουσιν ὥσπερ δάκτυλον τὴν μηχανήν, καὶ τοῖς θεωμένοισιν ἀποχρώντως ἔχει.
ἡμῖν δὲ ταῦτ’ οὐκ ἔστιν, ἀλλὰ πάντα δεῖ εὑρεῖν, ὀνόματα καινά, τὰ διῳκημένα πρότερον, τὰ νῦν παρόντα, τὴν καταστροφήν,90
20τὴν εἰσβολήν. ἂν ἕν τι τούτων παραλίπῃ Χρέμης τις ἢ Φείδων τις, ἐκσυρίττεται· Πηλεῖ δὲ ταῦτ’ ἔξεστι καὶ Τεύκρῳ ποιεῖν.

tit 192

ΠΟΝΤΙΚΟΣ91

192

ὅστις ὠψώνηκ’ ἴσως τούτους μεγαλείως ταῖς κάκιστ’ ἀπολουμέναις ὑπογάστρι’ ἐλθών, ὅσα Ποσειδῶν ἀπολέσαι. τάττειν τε γεννικῶς παρασκευάζεται
5πλευρὰν μετ’ αὐτῶν.

tit 193

ΠΡΟΒΑΤΕΥΣ

193

Βοιώτιαι μὲν ἐγχέλεις, μῦς Ποντικοί, θύννοι Μεγαρικοί, μαινίδες Καρύστιαι, φάγροι δ’ Ἐρετρικοί, Σκύριοι δὲ κάραβοι.

tit 194

ΠΡΟΒΛΗΜΑ

194

Α. ἰχθύσιν ἀμφίβληστρον ἀνὴρ πολλοῖς περιβάλλειν
οἰηθείς, μεγάλῃ δαπάνῃ μίαν εἵλκυσε πέρκην· καὶ ταύτην ψευσθεὶς ἄλλην κεστρεὺς ἴσον αὐτὴν ἦγεν. βουλομένη δ’ ἕπεται πέρκη μελανούρῳ.92
5Β. κεστρεύς, ἀνήρ, μελάνουρος, οὐκ οἶδ’ ὅτι λέγεις· οὐδὲν λέγεις γάρ. Α. ἀλλ’ ἐγὼ σαφῶς φράσω. ἔστι τις ὃς τὰ μὲν ὄντα διδοὺς οὐκ οἶδε δεδωκὼς οἷσι δέδωκ’, οὐδ’ αὐτὸς ἔχων ὧν οὐδὲν ἐδεῖτο. Β. διδούς τις οὐκ ἔδωκεν οὐδ’ ἔχων ἔχει;
10οὐκ οἶδα τούτων οὐδέν. Α. οὐκοῦν ταῦτα καὶ ὁ γρῖφος ἔλεγεν· ὅσα γὰρ οἶσθ’ οὐκ οἶσθα νῦν, οὐδ’ ὅσα δέδωκας, οὐδ’ ὅς’ ἀντ’ αὐτῶν ἔχεις. τοιοῦτο τοῦτ’ ἦν. Β. τοιγαροῦν κἀγώ τινα εἰπεῖν πρὸς ὑμᾶς βούλομαι γρῖφον. Α. λέγε.
15Β. πίννη καὶ τρίγλη φωνὰς ἰχθῦ δύ’ ἔχουσαι πόλλ’ ἐλάλουν, περὶ ὧν δὲ πρὸς ὅν τ’ ᾤοντο λέγειν τι οὐκ ἐλάλουν· οὐδὲν γὰρ ἐμάνθανεν, ὥστε πρὸς ὃν μὲν ἦν αὐταῖς ὁ λόγος, πρὸς δ’ αὑτὰς πολλὰ λαλούσας
αὐτὰς ἀμφοτέρας ἡ Δημήτηρ ἐπιτρέψει.93

tit 195

ΠΡΟΓΟΝΟΙ

195

τὸν τρόπον μὲν οἶσθά μου ὅτι τῦφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις τοιουτοσί τίς εἰμι, τύπτεσθαι μύδρος, τύπτειν κεραυνός, ἐκτυφλοῦν τιν’ ἀστραπή,
5φέρειν τιν’ ἄρας ἄνεμος, ἀποπνῖξαι βρόχος, θύρας μοχλεύειν σεισμός, εἰσπηδᾶν ἀκρίς, δειπνεῖν ἄκλητος μυῖα, μὴ ’ξελθεῖν φρέαρ, ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅς’ ἂν μόνον τύχῃ τις εἰπών, ταῦτ’ ἀπροσκέπτως ποιεῖν
10ἅπαντα. καὶ καλοῦσί μ’ οἱ νεώτεροι διὰ ταῦτα πάντα σκηπτόν· ἀλλ’ οὐδὲν μέλει τῶν σκωμμάτων μοι· τῶν φίλων γὰρ ὢν φίλος ἔργοισι χρηστὸς οὐ λόγοις ἔφυν μόνον.

tit,ante 196

[ΠΥΡΑΥΝΟΣ]

tit 196-197

ΣΑΠΦΩ94

196

Σ. ἔστι φύσις θήλεια βρέφη σῴζους’ ὑπὸ κόλποις αὑτῆς, ὄντα δ’ ἄφωνα βοὴν ἵστησι γεγωνὸν καὶ διὰ πόντιον οἶδμα καὶ ἠπείρου διὰ πάσης οἷς ἐθέλει θνητῶν, τοῖς δ’ οὐδὲ παροῦσιν ἀκούειν
5ἔξεστιν, κωφὴν δ’ ἀκοῆς αἴσθησιν ἔχουσιν . . . . Β. ἡ μὲν φύσις γὰρ ἣν λέγεις ἐστὶν πόλις, βρέφη δ’ ἐν αὑτῇ διατρέφει τοὺς ῥήτορας. οὗτοι κεκραγότες δὲ τὰ διαπόντια τἀκ τῆς Ἀσίας καὶ τἀπὸ Θρᾴκης λήμματα
10ἕλκουσι δεῦρο, νεμομένων δὲ πλησίον αὐτῶν κάθηται λοιδορουμένων τ’ ἀεὶ ὁ δῆμος οὐδὲν οὔτ’ ἀκούων οὔθ’ ὁρῶν. Σ. πῶς γὰρ γένοιτ’ ἄν, ὦ πάτερ, . . . . ῥήτωρ ἄφωνος, ἢν μὴ ἁλῷ τρὶς παρανόμων;
15Β. καὶ μὴν ἀκριβῶς ᾠόμην ἐγνωκέναι τὸ ῥηθέν . . . . ἀλλὰ δὴ λέγε. Σ. θήλεια μέν νύν ἐστι φύσις ἐπιστολή, βρέφη δ’ ἐν αὑτῇ περιφέρει τὰ γράμματα· ἄφωνα δ’ ὄντα ταῦτα τοῖς πόρρω λαλεῖ
20οἷς βούλεθ’, ἕτερος δ’ ἂν τύχῃ τις πλησίον
ἑστὼς ἀναγινώσκοντος, οὐκ ἀκούεται.95

197

βυβλιογράφος

tit 198

ΣΚΛΗΡΙΑΙ

198

ἔστιν παρ’ αὐτὴν τὴν δίφορον συκῆν κάτω

tit 199-201

ΣΚΥΘΑΙ Η ΤΑΥΡΟΙ

199

ἐπὶ κῶμον δοκεῖ ἴωμεν ὥσπερ ἔχομεν. Β. οὐκοῦν δᾷδα καὶ στεφάνους λαβόντες. Χαιρεφῶν οὕτως . .
μεμάθηκε κωμάζειν ἄδειπνος.96

200

ταχὺ γὰρ γίνεται κἀκκλησιαστὴς οἰκόσιτος.

201

σαράβαρα καὶ χιτῶνας πάντες ἐνδεδυκότες.

tit 202-205

ΣΤΡΑΤΙΩΤΗΣ Η ΤΥΧΩΝ

202

. . ἐν Κύπρῳ φής, εἰπέ μοι, διήγετε
πολὺν χρόνον; Β. τὸν πάνθ’ ἕως ἦν ὁ πόλεμος. Α. ἐν τίνι τόπῳ μάλιστα; λέγε γάρ. Β. ἐν Πάφῳ. οὗ πρᾶγμα τρυφερὸν διαφερόντως ἦν ἰδεῖν97
5ἄλλως τ’ ἄπιστον. Α. ποῖον; Β. ἐρριπίζετο ὑπὸ τῶν περιστερῶν, ὑπ’ ἄλλου δ’ οὐδενός, δειπνῶν ὁ βασιλεύς. Α. πῶς; ἐάσας τἄλλα γὰρ ἐρήσομαί σε τοῦθ’. Β. ὅπως; ἠλείφετο ἐκ τῆς Συρίας ἥκοντι τοιούτου μύρῳ
10καρποῦ σύχν’ οἷόν φασι τὰς περιστερὰς τρώγειν. διὰ τὴν ὀσμὴν δὲ τούτου πετόμεναι παρῆσαν, οἷαί τ’ ἦσαν ἐπικαθιζάνειν ἐπὶ τὴν κεφαλήν· παῖδες δὲ παρακαθήμενοι ἐσόβουν. ἀπαίρουσαι δὲ μικρόν, οὐ πολύ,
15τοῦ μήτ’ ἐκεῖσε μήτε δεῦρο παντελῶς, οὕτως ἀνερρίπιζον, ὥστε σύμμετρον αὐτῷ τὸ πνεῦμα, μὴ περίσκληρον, ποιεῖν.

203

ἐκ τῶν μαγειρείων βαδίζων ἐμβαλὼν εἰς τοὔψον.

204

ὅστις ἄνθρωπος δὲ φὺς ἀσφαλές τι κτῆμ’ ὑπάρχειν τῷ βίῳ λογίζεται,
πλεῖστον ἡμάρτηκεν· ἢ γὰρ εἰσφορά τις ἥρπακεν τἄνδοθεν πάντ’, ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο,98
5ἢ στρατηγήσας προσῶφλεν, ἢ χορηγὸς αἱρεθεὶς ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ, ἢ τριηραρχῶν ἀπήγξατ’, ἢ πλέων ἥλωκέ ποι, ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ’ ὑπ’ οἰκετῶν. οὐ βέβαιον οὐδέν ἐστι, πλὴν ὅς’ ἂν καθ’ ἡμέραν
10εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ. οὐδὲ ταῦτα σφόδρα τι· καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι κειμένην ἄν τις προσελθών· ἀλλ’ ὅταν τὴν ἔνθεσιν ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς, τοῦτ’ ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον.

205

τῶν ταὧν μὲν ὡς ἅπαξ τις ζεῦγος ἤγαγεν μόνον, σπάνιον ὂν τὸ χρῆμα, πλείους εἰσὶ νῦν τῶν ὀρτύγων· χρηστὸν ἄνθρωπον δ’ ἐάν τις ἕνα μόνον ζητῶν ἴδῃ,
ὄψετ’ ἐκ τούτου πονηροὺς πέντε παῖδας γεγονότας.99

tit 206

ΤΙΜΩΝ

206

ἥκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους, λιβανωτὸν ὀβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖς πάσαισι, τοῖς δ’ ἥρωσι τὰ ψαίστ’ ἀπονέμων. ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβιούς.
5ὡς προσβαλεῖν δ’ ἐκέλευσα τὸν τοιχωρύχον, τὸν ἰχθυοπώλην, ‘προστίθημι‘, φησί, ‘σοὶ τὸν δῆμον αὐτῶν· εἰσὶ γὰρ Φαληρικοί.‘
ἄλλοι δ’ ἐπώλουν, ὡς ἔοικ’, Ὀτρυνικούς.100

tit 207-208

ΤΡΑΥΜΑΤΙΑΣ

207

μὴ μεστὰς ἀεὶ ἕλκωμεν, ἀλλὰ καὶ λογισμὸς εἰς μέσον παταξάτω τις, καί τι καὶ μελίσκιον, στροφὴ λόγων παρελθέτω τις. ἡδύ τοι
5ἐστὶν μεταβολὴ παντὸς ἔργου πλὴν ἑνός . . . . . παραδίδου δ’ ἑξῆς ἐμοὶ τὸν ἀρκεσίγυιον, ὡς ἔφασκ’ Εὐριπίδης. Α. Εὐριπίδης γὰρ τοῦτ’ ἔφασκεν; Β. ἀλλὰ τίς; Α. Φιλόξενος δήπουθεν. Β. οὐδὲν διαφέρει,
10ὦ ’τάν· ἐλέγχεις μ’ ἕνεκα συλλαβῆς μιᾶς.

208

κατεσκευασμένος λαμπρότατον ἰατρεῖον εὐχάλκοις πάνυ λουτηρίοισιν, ἐξαλείπτροις, κυλιχνίσιν,
σικύαισιν, ὑποθέτοισιν.101

tit 209

ΤΡΙΤΑΓΩΝΙΣΤΗΣ

209

πολύ γ’ ἐστὶ πάντων τῶν ποιητῶν διάφορος ὁ Φιλόξενος. πρώτιστα μὲν γὰρ ὀνόμασιν ἰδίοισι καὶ καινοῖσι χρῆται πανταχοῦ· ἔπειτα τὰ μέλη μεταβολαῖς καὶ χρώμασιν
5ὡς εὖ κέκραται. θεὸς ἐν ἀνθρώποισιν ἦν ἐκεῖνος, εἰδὼς τὴν ἀληθῶς μουσικήν· οἱ νῦν δὲ κισσόπλεκτα καὶ κρηναῖα καὶ ἀνθεσιπότατα μέλεα μελέοις ὀνόμασιν ποιοῦσιν ἐμπλέκοντες ἀλλότρια μέλη.

tit 210-211

ΤΥΡΡΗΝΟΣ102

210

ἀρετὴ τὸ προῖκα τοῖς φίλοις ὑπηρετεῖν. Β. λέγεις ἔσεσθαι τὸν Τιθύμαλλον πλούσιον· εἰ πράξεται γὰρ μισθὸν ἐκ τοῦ σοῦ λόγου παρ’ οἷς ἐδείπνει προῖκα, συλλέξει συχνά.

211

δήμου δ’ Ἁλαιεύς ἐστιν. Β. ἓν γὰρ τοῦτό μοι τὸ λοιπόν ἐστι, καὶ κακῶς ἀκούσομαι. Α. τί δῆτα τοῦτο; Β. θρᾷτταν ἢ ψῆττάν τιν’ ἢ μύραιναν ἢ κακόν τί μοι δώσει μέγα
5θαλάττιον.

tit 212-213

ΥΔΡΙΑ

212

οὗτος δ’ ὃν λέγω
ἐν γειτόνων αὐτῷ κατοικούσης τινὸς ἰδὼν ἑταίρας εἰς ἔρωτ’ ἀφίκετο, ἀστῆς, ἐρήμου δ’ ἐπιτρόπου καὶ συγγενῶν,103
5ἦθός τι χρυσοῦν πρὸς ἀρετὴν κεκτημένης, ὄντως ἑταίρας· αἱ μὲν ἄλλαι τοὔνομα βλάπτουσι τοῖς τρόποις γὰρ ὄντως ὂν καλόν.

tit,ante 214

ΥΠΝΟΣ

tit 214

ΦΑΩΝ

214

στρώματα, κλίνας, τύλας.

tit 215

ΦΙΛΕΤΑΙΡΟΣ

215

κομψός γε μικρὸς κρωμακίσκος οὑτοσὶ
γαλαθηνός.104

tit 216

ΦΙΛΙΣΚΟΣ

216

σκεῦός (τι) ὁλοσίδηρον

tit 217-218

ΦΙΛΟΘΗΒΑΙΟΣ

217

πάντ’ ἔστιν ἡμῖν· ἥ τε γὰρ συνώνυμος τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία τμηθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης χλιαίνετ’, αἴρεθ’, ἕψεται, παφλάζεται,
5προσκάεθ’· ὥστε μηδ’ ἂν εἰ χαλκοῦς ἔχων μυκτῆρας εἰσέλθοι τις, ἐξελθεῖν πάλιν εἰκῆ· τοσαύτην ἐξακοντίζει πνοήν. Β. λέγεις μάγειρον ζῶντα; Α. πλησίον δέ γε ταύτης ἄσιτος ἡμέραν καὶ νύχθ’ ὅλην
10κεστρεύς, λοπισθείς . . . πασθείς, στραφείς,
χρωσθείς, ὁμοῦ τι πρὸς τέλος δρόμου περῶν, σίζει κεκραγώς, παῖς δ’ ἐφέστηκε ῥανῶν ὄξει, Λίβυς τε καυλὸς ἐξηρασμένος ἀκτῖσι θείαις σιλφίου παραστατεῖ.105
15Β. εἶτ’ οὐκ ἐπῳδούς φασιν ἰσχύειν τινές; ἐγὼ γὰρ ἤδη τρεῖς ὁρῶ μασωμένους, σοῦ ταῦτα συστρέφοντος. Α. ἥ τε σύννομος τῆς κυφονώτου σῶμ’ ἔχουσα σηπίας, ξιφηφόροισι χερσὶν ἐξωπλισμένη
20τευθὶς μεταλλάξασα λευκαυγῆ φύσιν σαρκὸς πυρωτοῖς ἀνθράκων ῥαπίσμασιν, ξανθαῖσιν αὔραις σῶμα πᾶν ἀγάλλεται, δείπνου προφήτην λιμὸν ἐκκαλουμένη. . . . . . ὥστε γ’ εἴσιθι·
25μὴ μέλλε, χώρει· δεῖ γὰρ ἠριστηκότας
πάσχειν, ἐάν τι καὶ παθεῖν ἡμᾶς δέῃ.106

218

οὐ δεινόν ἐστι προσφάτους μὲν ἂν τύχῃ πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς τοῦτον σκυθρωπάζοντά θ’ ἡμῖν προσλαλεῖν, ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν;
5τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν· τὸν μὲν γελᾶν, τὸν δ’ ἕτερον οἰμώζειν μακρά.

tit 219

ΦΙΛΟΚΤΗΤΗΣ

219

σοφόν γέ τοί τι πρὸς τὸ βουλεύειν ἔχει
τὸ γῆρας, ὡς δὴ πόλλ’ ἰδόν τε καὶ παθόν.107

tit 220

ΦΙΛΟΜΗΤΩΡ

220

ἔμμητρον ἂν ᾖ τὸ ξύλον, βλάστην ἔχει. μητρόπολίς ἐστιν οὐχὶ πατρόπολις πόλις. μήτραν τινὲς πωλοῦσιν ἥδιστον κρέας. Μητρᾶς ὁ Χῖός ἐστι τῷ δήμῳ φίλος.

tit 221

ΦΙΛΟΠΑΤΩΡ

221

γεγάμηκε δήπου. Β. τί σὺ λέγεις; ἀληθινῶς γεγάμηκεν, ὃν ἐγὼ ζῶντα περιπατοῦντά τε
κατέλιπον;108

tit 222

ΦΙΛΩΤΙΣ

222

οὐκοῦν τὸ μὲν γλαυκίδιον ὥσπερ ἄλλοτε ἕψειν ἐν ἅλμῃ φημί. Α. τὸ δὲ λαβράκιον; Β. ὀπτᾶν ὅλον. Α. τὸν γαλεόν; Β. ἐν ὑποτρίμματι ζέσαι. Α. τὸ δ’ ἐγχέλειον; Β. ἅλες, ὀρίγανον,
5ὕδωρ. Α. ὁ γόγγρος; Β. ταὐτόν. Α. ἡ βατίς; Β. χλόη. Α. πρόσεστι θύννου τέμαχος. Β. ὀπτήσεις. Α. κρέας ἐρίφειον; Β. ὀπτόν. Α. θάτερον; Β. τἀναντία. Α. ὁ σπλήν; Β. σεσάχθω. Α. νῆστις; Β. ἀπολεῖ μ’ οὑτοσί—

tit 223

ΦΡΕΑΡΡΙΟΣ109

223

στακτὴ δυοῖν μναῖν οὐκ ἀρέσκει μ’ οὐδαμῶς.

tit 224-225

ΧΡΥΣΙΣ

224

τῷ σατραποπλούτῳ δ’, ὡς λέγουσι, νυμφίῳ, κεκτημένῳ τάλαντα, παῖδας, ἐπιτρόπους, ζεύγη, καμήλους, στρώματ’, ἀργυρώματα, φιάλας, τριήρεις, τραγελάφους, καρχήσια,
5γαυλοὺς ὁλοχρύσους— Β. πλοῖα; Α. τοὺς κάδους μὲν οὖν καλοῦσι γαυλοὺς πάντες οἱ προγάστορες.

225

τέτταρες δ’ αὐλητρίδες ἔχουσι μισθὸν καὶ μάγειροι δώδεκα,
καὶ δημιουργοὶ μέλιτος αἰτοῦσαι σκάφας.110

tit 226-323

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

226-227

τὸ δεῖπνόν ἐστι μᾶζα κεχαρακωμένη ἀχύροις, πρὸς εὐτέλειαν ἐξωπλισμένη, καὶ βολβὸς εἷς τις καὶ παροψίδες τινές, σόγχος τις ἢ μύκης τις ἢ τοιαῦθ’ ἃ δὴ
5δίδωσιν ἡμῖν ὁ τόπος ἄθλι’ ἀθλίοις. τοιοῦτος ὁ βίος, ἀπύρετος, φλέγμ’ οὐκ ἔχων. Β. οὐδεὶς κρέως παρόντος ἐσθίει θύμον, οὐδ’ οἱ δοκοῦντες πυθαγορίζειν
8. . . . . . . . . . . . . . τίς γὰρ οἶδ’ ἡμῶν τὸ μέλλον ὅ τι παθεῖν
10πέπρωθ’ ἑκάστῳ τῶν φίλων; ταχὺ δὴ λαβὼν ὄπτα μύκητας πρινίνους τουσδὶ δύο.

228

τοῦ δ’ ἄν τις ἄλλου πρὸς θεῶν, τίνος εἵνεκα εὔξαιτο πλουτεῖν εὐπορεῖν τε χρημάτων, ἢ τοῦ δύνασθαι παραβοηθεῖν τοῖς φίλοις, σπείρειν τε καρπὸν Χάριτος ἡδίστης θεῶν;
5τοῦ μὲν πιεῖν γὰρ καὶ φαγεῖν τὰς ἡδονὰς ἔχομεν ὁμοίας· οὐχὶ τοῖς λαμπροῖσι δὲ
δείπνοις τὸ πεινῆν παύεται.111

229-230

οὗτοι δὲ τὰ δεῖπνα τῶν ἐν τῇ πόλει ἀφορῶσι . . καὶ πέτονται δεξιῶς ἐπὶ ταῦτ’ ἄκλητοι . . .
οὓς . . ἐκ κοινοῦ . .
5ἔδει τρέφειν τὸν δῆμον, ἀεί θ’ ὥσπερ Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ.

231

τὸ δὲ
ζῆν εἰπέ μοι τί ἐστι; τὸ πίνειν φήμ’ ἐγώ. ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν112
5βρέχεται μέγεθος καὶ κάλλος οἷα γίνεται, τὰ δ’ ἀντιτείνονθ’ οἱονεὶ δίψαν τινὰ ἢ ξηρασίαν σχόντ’ αὐτόπρεμν’ ἀπόλλυται.

232

ἆρ’ ἔστι λῆρος πάντα πρὸς τὸ χρυσίον· μόνου γὰρ αὐτοῦ διαμένειν εἴωθ’ ἀεὶ τὸ χρῶμα ταὐτό· τῶν φίλων δὲ τοὺς τρόπους οὐδέποθ’ ὁμοίως ζωγραφοῦσιν αἱ τύχαι.
5πλοῦτος δὲ βάσανός ἐστιν ἀνθρώπου τρόπων. ὅταν εὐπορῶν γὰρ αἰσχρὰ πράττῃ πράγματα, τί τοῦτον ἀπορήσαντ’ ἂν οὐκ οἴει ποιεῖν;

233

ὁ διδοὺς τὸν ὅρκον τῷ πονηρῷ μαίνεται·
τοὐναντίον γὰρ νῦν ποιοῦσιν οἱ θεοί. ἐὰν ἐπιορκήσῃ τις αὐτούς, εὐθέως ὁ διδοὺς τὸν ὅρκον ἐγένετ’ ἐμβρόντητος, ὡς113
5οἶμαι δικαίως, ὅτι πεπίστευκέν τινι.

234

σφαῖραν λαβὼν τῷ μὲν διδοὺς ἔχαιρε, τὸν δ’ ἔφευγ’ ἅμα, τοῦ δ’ ἐξέκρουσε, τὸν δ’ ἀνέστησεν πάλιν, κλαγκταῖσι φωναῖς . . . . . . .
5ἔξω, μακράν, παρ’ αὐτόν, ὑπὲρ αὐτόν, κάτω, ἄνω, βραχεῖαν ἀπόδοσιν ἐγκαταστρέφει.

235

κρύψαι, Φειδία, ἅπαντα τἄλλα τις δύναιτ’ ἂν πλὴν δυοῖν, οἶνόν τε πίνων εἰς ἔρωτά τ’ ἐμπεσών. ἀμφότερα μηνύει γὰρ ἀπὸ τῶν βλεμμάτων
5καὶ τῶν λόγων ταῦθ’· ὥστε τοὺς ἀρνουμένους
μάλιστα τούτους καταφανεῖς ποιεῖ.114

236

ἐξ Ἤλιδος μάγειρος, ἐξ Ἄργους λέβης, Φλειάσιος οἶνος, ἐκ Κορίνθου στρώματα, ἰχθῦς Σικυῶνος, Αἰγίου δ’ αὐλητρίδες, τυρὸς Σικελικός,
5μύρον ἐξ Ἀθηνῶν, ἐγχέλεις Βοιώτιαι.

237

ἄλλοι δὲ καὶ δὴ βακχίου παλαιγενοῦς ἀφρῷ σκιασθὲν χρυσοκόλλητον δέπας μεστόν, κύκλῳ χορεῦον, ἕλκουσι γνάθοις ὁλκοῖς ἀπαύστοις, παντελῶς ἐστραμμένον
5τἄνω κάτω δεικνύντες.

238

ὠνείδισάς μοι γῆρας ὡς κακὸν μέγα,
οὗ μὴ τυχόντι θάνατός ἐσθ’ ἡ ζημία, οὗ πάντες ἐπιθυμοῦμεν, ἂν δ’ ἔλθῃ ποτέ, ἀνιώμεθ’· οὕτως ἐσμὲν ἀχάριστοι φύσει.115
5[τοῦ ζῆν γὰρ οὐδεὶς ὡς ὁ γηράσκων ἐρᾷ.]

239

οὐδεὶς τὰ πατρῷά πω γέρων κατεδήδοκεν, ἀλλ’ οὐδὲ κατεμώρανεν, οὐδ’ ἐλύσατο πορνίδιον, οὐδὲ θυροκοπῶν ὦφλεν δίκην. οὕτω τὸ γῆρας σωφρονοῦν οὐκ εὐτυχεῖ.

240ab

σφόδρ’ ἐστὶν ἡμῶν ὁ βίος οἴνῳ ὅταν ᾖ τὸ λοιπὸν μικρόν, ὄξος γίνεται. πρὸς γὰρ τὸ γῆρας ὥσπερ ἐργαστήριον
ἅπαντα τἀνθρώπεια προσφοιτᾷ κακά.116

241

δέσποιν’, ὅταν τις ὀμνύοντος καταφρονῇ, ᾧ μὴ σύνοιδε πρότερον ἐπιωρκηκότι, οὗτος καταφρονεῖν τῶν θεῶν ἐμοὶ δοκεῖ καὶ πρότερον ὀμόσας αὐτὸς ἐπιωρκηκέναι.

242

πάρεστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ, οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα· ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν δὲ τοῖς κακῶς πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς.

243-244

βίος θεῶν γάρ ἐστιν ὅταν ἔχῃς ποθὲν τἀλλότρια δειπνεῖν μὴ προσέχων λογίσμασιν. Β. μακάριος ὁ βίος· δεῖ μ’ ἀεὶ καινὸν πόρον
εὑρεῖν ὅπως μάσημα ταῖς γνάθοις ἔχω.117

245

ἐς μακαρίαν τὸ λουτρόν, ὡς διέθηκέ με. ἑφθὸν κομιδῆ πεποίηκεν, ἀποκναίσειεν ἂν κἂν ὁστισοῦν μου λαβόμενος τοῦ δέρματος. οὕτω στερεόν τι πρᾶγμα θερμόν ἐσθ’ ὕδωρ.

246

μεταλλάξαι διάφορα βρώματα ἔσθ’ ἡδύ, καὶ τῶν πολλάκις θρυλουμένων διάμεστον ὄντα τὸ παραγεύσασθαί τινος καινοῦ, παρέσχε διπλασίαν τὴν ἡδονήν.

247

τὸ γὰρ πεπαιδεῦσθαι, μόνον ἄν τις τοῦτ’ ἔχῃ, ἀληθές ἐστι καὶ τὸ τῶν ἀδικημάτων μὴ λαμβάνειν τὰς ἀξίας τιμωρίας,
ἐλεεῖν δὲ πάντως.118

248

τί φής; . . . ἐνθάδ’ οἴσεις τι καταφαγεῖν ἐπὶ τὴν θύραν, εἶθ’ ὥσπερ οἱ πτωχοὶ χαμαὶ ἐνθάδ’ ἔδομαι . . . καί τις ὄψεται;

249

εὐτρεπίζετε ψυκτῆρα, λεκάνην, τριπόδιον, ποτήριον, χύτραν, θυΐαν, κάκκαβον, ζωμήρυσιν.

250

ὡς δυστυχεῖς, ὅσοισι τοῦ κέρδους χάριν ἐπίπροσθε τᾀσχρὰ φαίνετ’ εἶναι τῶν καλῶν. ἐπισκοτεῖ γὰρ τῷ φρονεῖν τὸ λαμβάνειν.

251

ἐγὼ γυναικὶ δ’ ἕν τι πιστεύω μόνον, ἐπὰν ἀποθάνῃ μὴ βιώσεσθαι πάλιν, τὰ δ’ ἄλλ’ ἀπιστῶ πάνθ’ ἕως ἂν ἀποθάνῃ.

252

ὀφθαλμιῶν ἄνθρωπος ἰσχυρῶς, κακὰ πάμπολλα πάσχων, ἓν ἀγαθὸν πάσχει μόνον,
ὅτι οὐχ ὁρᾷ γυναῖκα τοῦτον τὸν χρόνον.119

253

τί φής; λαθεῖν ζητῶν τι πρὸς γυναῖκ’ ἐρεῖς τὸ πρᾶγμα; καὶ τί τοῦτο διαφέρειν οἴει ἢ πᾶσι τοῖς κήρυξιν ἐν ἀγορᾷ φράσαι;

254

μάλιστα δ’ ἐκπλήττει με τῶν συνειδότων ὁ χρόνος, ὃν ἀεὶ λανθάνειν ἀμηχανῶ.

255

τὸ γῆρας ὥσπερ βωμός ἐστι τῶν κακῶν· πάντ’ ἔστ’ ἰδεῖν εἰς τοῦτο καταπεφευγότα.

256

ὦ γῆρας, ὡς ἅπασι τοῖς ζητοῦσί σε ψέγειν ἀφορμὰς παραδίδως τοῦ πράγματος.

257

οἴμοι τάλας, ὡς ἄδικον ὅταν ἡ μὲν τύχη λίπῃ τινὸς τὴν τάξιν, ὁ δὲ τρόπος μένῃ.

258

καλῶς πένεσθαι μᾶλλον ἢ πλουτεῖν κακῶς·
τὸ μὲν γὰρ ἔλεον, τὸ δ’ ἐπιτίμησιν φέρει.120

259

ὁ δὲ πλοῦτος ἡμᾶς, καθάπερ ἰατρὸς κακός, πάντας βλέποντας παραλαβὼν τυφλοὺς ποιεῖ.

260

υἱῷ γὰρ ἀγαπητῷ τι πράττων πρὸς χάριν ἔρανον ἐμαυτῷ τοῦτον οἴομαι φέρειν.

261

ὅστις δ’ ἐρυθριᾷ τηλικοῦτος ὢν ἔτι πρὸς τοὺς ἑαυτοῦ γονέας, οὐκ ἔστιν κακός.

262

ὅστις γὰρ ὁμόλογόν τι μὴ ποιεῖ πατρί, πάντων ἂν οὗτος κατεφρόνησε τῶν θεῶν.

263

τοῦ γὰρ πατρὸς κρατεῖν μὲν αἰσχύνην φέρει,
ἡττημένῳ δὲ δόξα νικητήριος.121

264

μὴ ὄμμασιν τὸ σῶμα λαμπρύνειν θέλε, ἔργοις δὲ καθαροῖς καὶ τρόποις τὴν καρδίαν.

265

δούλῳ γὰρ οἶμαι πατρίδος ἐστερημένῳ χρηστὸς γενόμενός ἐστι δεσπότης πατρίς.

266

τίς δ’ οὐχὶ θανάτου μισθοφόρος, ὦ φιλτάτη, ὃς ἕνεκα τοῦ ζῆν ἔρχετ’ ἀποθανούμενος;

267

ἐπεὶ γὰρ ἀποθνήσκειν ἀνάγκῃ γίνεται,
τὸ προῖκ’ ἀποθανεῖν ἐστι φανερὰ ζημία.122

268

οὐκ ἔστιν οὐδὲν λεγόμενον μακρῶς, ὅτε ὁ λέγων ὑποτάττει τοῖς λόγοις τὰ πράγματα.

269

τὸ μὴ συνειδέναι γὰρ αὑτοῦ τῷ βίῳ ἀδίκημα μηδὲν ἡδονὴν πολλὴν ἔχει.

270

τὰ πονηρὰ κέρδη τὰς μὲν ἡδονὰς ἔχει μικράς, ἔπειτα δ’ ὕστερον λύπας μακράς.

271

συνεχῶς γὰρ ἐμπιμπλάμενος ἀμελὴς γίνεται ἄνθρωπος, ὑποπίνων δὲ πάνυ φροντιστικός.

272

στεφάνους ἐνεγκεῖν δεῦρο τῶν χρηστῶν δύο,
καὶ δᾷδα χρηστὴν ἡμμένην χρηστῷ πυρί.123

273

οὐδ’ ἧψεν κρέα οὐδ’ ἐγκέφαλον, ὤπτα δὲ καὶ τὰς κοιλίας· οὕτω σφόδρ’ ἦν ἀρχαῖος.

274

ἀεὶ δὲ πρὸς Μούσαισι καὶ λόγοις πάρει, ὅπου τε σοφίας ἔργον ἐξετάζεται.

275

νήττας, σχαδόνας, κάρυ’ ἐντραγεῖν, ᾤ’, ἐγκρίδας, ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.

276

ἓν νόσημα τοῦτ’ ἔχει· ἀεὶ γὰρ ὀξύπεινός ἐστι. Β. Θετταλὸν
λέγεις κομιδῆ τὸν ἄνδρα.124

277

ἐὰν μὲν ἄρα πέπερι φέρῃ τις πριάμενος, στρεβλοῦν γράφουσι τοῦτον ὡς κατάσκοπον.

278

τὸ μὲν ἀτυχῆσαι παντὸς εἶναί μοι δοκεῖ, ἀνδρὸς δ’ ἐνεγκεῖν ἀτυχίαν ὀρθοῦ τρόπου.

279

νῦν δεῖ περιόντα πέπερι καὶ καρπὸν βλίτου ζητεῖν.

280

ἐχθὲς μετὰ πέντ’ ἔπινον, ἡμέραν τρίτην μεθ’ ἑπτά.

281

τὰ τύχης φέρειν δεῖ γνησίως τὸν εὐγενῆ.

282

οἴμοι κακοδαίμων, τὸν τράχηλον ὡς ἔχω.125

283

φαινίνδα παίζων ᾔεις ἐν Φαινεστίου.

284-285

ἄριστον ἐν ὅσῳ . . ὁ μάγειρος ποιεῖ. συνακρατίσασθαι πῶς ἔχεις μετ’ ἐμοῦ;

286

δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν.126

287

ἐπεὶ δ’ ὁ τρίπους ἤρθη, κατὰ χειρῶν τ’ εἴχομεν—

288

ὁ μηδὲν ἀδικῶν οὐδενὸς δεῖται νόμου.

289

εἰ θνητὸς εἶ, βέλτιστε, θνητὰ καὶ φρόνει.

290

τῆς ἐπιμελείας δοῦλα πάντα γίνεται.

291

τρόπος δίκαιος κτῆμα τιμιώτατον.

292

ὡς ἔστι τὸ γαμεῖν ἔσχατον τοῦ δυστυχεῖν.

293-294

ἅπανθ’ ὁ λιμὸς γλυκέα πλὴν αὑτοῦ ποιεῖ.
1. . . . . . . . . . . . .
πενία γάρ ἐστιν ἡ τρόπων διδάσκαλος.127

295

λύπη μανίας ὁμότοιχος εἶναί μοι δοκεῖ.

296

μὰ γῆν, μὰ κρήνας, μὰ ποταμούς, μὰ νάματα

297

περίνησα καὶ περίλευκα καὶ πεντέκτενα

298

μονοφαγεῖς ἤδη τι καὶ βλάπτεις ἐμέ.128

299

συναγαγὼν τρεῖς ὄντας εἰς τρίκλινον ὑμᾶς

300

οἴνῳ . . τὸν οἶνον ἐξελαύνειν, σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα, κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην, αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ,
5στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην,
πόνῳ πόνον, δίκῃ δίκην, γυναικὶ τὴν γυναῖκα.129

301

ἀσπάραγος ἐπηγλαΐζετ’, ὦχρος ἐξήνθηκέ τις.

302

[μέλι,] πέρδικες, φάτται, νῆτται, χῆνες, ψᾶρες, κίττα, κολοιός, κόψιχος, ὄρτυξ, ὄρνις θήλεια

305

ἄμητες, ἄμυλοι130

306

ἐπίτοκος ἡ γυνή

307

συνέλκειν τὰς ὀφρῦς

308

τρίτῳ καὶ τετάρτῳ ἔτει

309

ὑπέρχολος γενόμενος

310

ἁλουργιαῖον

311

ἀμαρτυρήτους

312

ἀνώγεων

313

ἀποδικεῖν131

314

ἀρδεύειν

315

αὐχένιοι

316

ἐπιστάτης

317

εὐκλήρημα

318

ἤθη

319

κάθεμα

320

κασωρῖτιν132

321

κύδαροι

322

πτωχεύειν

323

χρήσασθαι

tit 324-334

ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ

324

εἴ φησι τοὺς ἐρῶντας οὐχὶ νοῦν ἔχειν, ἦ πού τίς ἐστι τοὺς τρόπους ἀβέλτερος. εἰ γὰρ ἀφέλοι τις τοῦ βίου τὰς ἡδονάς,
καταλείπετ’ οὐδὲν ἕτερον ἢ τεθνηκέναι.133

327

ψυχὴν ἔχειν δεῖ πλουσίαν· τὰ δὲ χρήματα ταῦτ’ ἐστὶν ὄψις, παραπέτασμα τοῦ βίου.

328

οὐπώποτ’ ἐζήλωσα πλουτοῦντα σφόδρα ἄνθρωπον, ἀπολαύοντα μηδὲν ὧν ἔχει.

329

οὐκ ἔστιν οὐδὲν βαρύτερον τῶν φορτίων ὄντως γυναικὸς προῖκα πολλὴν φερομένης.

330

βέβαιον ἕξεις τὸν βίον δίκαιος ὤν, χωρίς τε θορύβου καὶ φόβου ζήσεις καλῶς.

331

οὑτοσὶ δέ σοι τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ
ἔστιν μετρητής.134

332

γερόντειαι παλαῖστραι

334

χολᾶν135