TLG 0407 002 :: ANAXIPPUS :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Egktit | ΕΓΚΑΛΥΠΤΟΜΕΝΟΣ. | |
Egk1 | Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος ἐγένονθ’ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης· ἐδίδασκε δ’ αὐτοὺς Σικελιώτης Λάβδακος. οὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλούμενα | |
5 | ἀρτύματ’ ἐξήλειψαν ἐκ τῶν βιβλίων, καὶ τὴν θυΐαν ἠφάνισαν ἐκ τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς ὁ Κρόνος ἀρτύμασιν ἐχρᾶτο, πάντ’ ἀφεῖλον εἶναί θ’ ὑπέλαβον | |
---|---|---|
10 | τὸν τοῖς τοιούτοις παντοπώλην χρώμενον. αὐτοὶ δ’ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τ’ ὀξὺ καὶ μὴ πολλάκις φυσώμενον ἐποίουν· ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπές. οὗτοί τε πρῶτον δάκρυα καὶ πταρμὸν πολύν | |
15 | ἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τ’ ἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους. ὁ μὲν οὖν Ῥόδιος πιών τιν’ ἅλμην ἀπέθανεν. παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν. μάλ’ εἰκότως. | |
ὁ Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει, | 459 | |
20 | ἐμὸς γενόμενος, ὦ πάτερ, διδάσκαλος. καὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. Β. παπαῖ, ἐμὲ κατακόψεις, οὐχ ὃ θύειν μέλλομεν. Α. τὸν ὄρθρον ἐν ταῖς χερσὶν ὄψει βιβλία | |
25 | ἔχοντα καὶ ζητοῦντα τὰ κατὰ τὴν τέχνην. οὐδὲν χονδρεύουσι διαφέρω τ’ Ἀσπενδίου. γεύσω δ’, ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων. οὐ ταὐτὰ προσάγω πᾶσιν ἀεὶ βρώματα. τεταγμέν’ εὐθύς ἐστι μοι πρὸς τὸν βίον· | |
30 | ἕτερ’ ἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς φιλοσόφοις καὶ τοῖς τελώναις. μειράκιον ἐρωμένην ἔχον πατρῴαν οὐσίαν κατεσθίει· τούτῳ παρέθηκα σηπίας καὶ τευθίδας καὶ τῶν πετραίων ἰχθύων τῶν ποικίλων, | |
35 | ἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα· ὁ γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός, πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιάν ἐστ’ ἔχων. τῷ φιλοσόφῳ παρέθηκα κωλέαν, πόδας· ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολήν | |
40 | ἔστιν. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον· ὅταν ἐγγὺς ᾖ δ’ ὅδ’ ὕστερος, ἀρτύω φακῆν, καὶ τὸ περίδειπνον τοῦ βίου λαμπρὸν ποιῶ. τὰ τῶν γερόντων στόματα διαφορὰν ἔχει, νωθρότερα πολλῷ δ’ ἐστὶν ἢ τὰ τῶν νέων. | |
45 | σίναπι παρατίθημι τούτοις, καὶ ποιῶ χυλοὺς ἐχομένους δριμύτητος, τὴν φύσιν ἵνα διεγείρας πνευματῶ τὸν ἀέρα. ἰδὼν τὸ πρόσωπον γνώσομ’ οὗ ζητεῖ φαγεῖν | |
ἕκαστος ὑμῶν. | 460 | |
Epitit | ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ. | |
Epi1 | Ἐάν με κινῇς καὶ ποιήσῃς τὴν χολήν ἅπασαν ὥσπερ καλλιωνύμου ζέσαι, | |
ὄψει διαφέροντ’ οὐδὲ ἓν ξιφίου κυνός. | 463 | |
Kertit | ΚΕΡΑΥΝΟΣ. | |
Ker1 | Ὁρῶ γὰρ ἐκ παλαίστρας τῶν φίλων προσιόντα μοι Δάμιππον. Β. ἦ τοῦτον λέγεις, τὸν πέτρινον; . . . . . . . . . τοῦτον οἱ φίλοι καλοῦσί σοι | |
5 | νυνὶ δι’ ἀνδρείαν Κεραυνόν. Α. εἰκότως. ἀβάτους ποιεῖν γὰρ τὰς τραπέζας οἴομαι | |
αὐτόν, κατασκήπτοντά γ’ αὐταῖς τῇ γνάθῳ. | 464 | |
Ker2 | Οἴμοι, φιλοσοφεῖς. ἀλλὰ τούς γε φιλοσόφους ἐν τοῖς λόγοις φρονοῦντας εὑρίσκω μόνον, ἐν τοῖσι δ’ ἔργοις ὄντας ἀνοήτους ὁρῶ. | |
Kithtit | ΚΙΘΑΡΩΙΔΟΣ. | |
Kith1 | Ζωμήρυσιν φέρ’· οἶς’ ὀβελίσκους δώδεκα· κρεάγραν· θυΐαν· τυρόκνηστιν παιδικήν· στελεόν· σκαφίδας τρεῖς· δορίδα· κοπίδας τέτταρας· οὐ μὴ πρότερον οἴσεις, θεοῖσιν ἐχθρὲ σύ, | |
5 | τὸ λεβήτιον· τἀκ τοῦ νίτρου· πάλιν ὑστερεῖς; | |
καὶ τὴν κύβηλιν τὴν ἀγωνιστηρίαν. | 465 | |
Phr1 | ΦΡΕΑΡ. | |
1 | Σὺ δὲ τὴν μέλην, Συρίσκε, ταυτηνὶ λαβών ἔνεγκον ἐπὶ τὸ μνῆμ’ ἐκείνῃ, μανθάνεις; | |
καὶ κατάχεον. | 466 |