TLG 0407 001 :: ANAXIPPUS :: Fragmenta

ANAXIPPUS Comic.
(4–3 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 296–301.

frr. 1–8

Citation: Fragment — (line)

tit 1

ΕΓΚΑΛΥΠΤΟΜΕΝΟΣ

1

Σόφων Ἀκαρνὰν καὶ Ῥόδιος Δαμόξενος ἐγένονθ’ ἑαυτῶν συμμαθηταὶ τῆς τέχνης· ἐδίδασκε δ’ αὐτοὺς Σικελιώτης Λάβδακος. οὗτοι τὰ μὲν παλαιὰ καὶ θρυλούμενα
5ἀρτύματ’ ἐξήλειψαν ἐκ τῶν βυβλίων, καὶ τὴν θυΐαν ἠφάνισαν ἐκ τοῦ μέσου, οἷον λέγω κύμινον, ὄξος, σίλφιον, τυρόν, κορίαννον, οἷς ὁ Κρόνος ἀρτύμασιν ἐχρῆτο, πάντ’ ἀφεῖλον εἶναί θ’ ὑπέλαβον
10τὸν τοῖς τοιούτοις παντοπώλην χρώμενον. αὐτοὶ δ’ ἔλαιον καὶ λοπάδα καινήν, πάτερ, πῦρ τ’ ὀξὺ καὶ μὴ πολλάκις φυσώμενον ἐπόθουν· ἀπὸ τούτου πᾶν τὸ δεῖπνον εὐτρεπές. οὗτοί τε πρῶτοι δάκρυα καὶ πταρμὸν πολὺν
15ἀπὸ τῆς τραπέζης καὶ σίαλον ἀπήγαγον, τῶν τ’ ἐσθιόντων ἀνεκάθηραν τοὺς πόρους. ὁ μὲν οὖν Ῥόδιος πιών τιν’ ἅλμην ἀπέθανεν· παρὰ τὴν φύσιν γὰρ τὸ ποτὸν ἦν· μάλ’ εἰκότως. ὁ Σόφων δὲ πᾶσαν τὴν Ἰωνίαν ἔχει,
20ἐμὸς γενόμενος, ὦ πάτερ, διδάσκαλος. καὐτὸς φιλοσοφῶ καταλιπεῖν συγγράμματα σπεύδων ἐμαυτοῦ καινὰ τῆς τέχνης. Β. παπαῖ, ἐμὲ κατακόψεις, οὐχ ὃ θύειν μέλλομεν. Α. τὸν ὄρθρον ἐν ταῖς χερσί μ’ ὄψει βυβλία
25ἔχοντα καὶ ζητοῦντα τὰ κατὰ τὴν τέχνην. οὐδὲν Διοδώρου διαφέρω τἀσπενδίου. γεύσω δ’, ἐὰν βούλῃ, σὲ τῶν εὑρημένων.
οὐ ταὐτὰ προσάγω πᾶσιν ἀεί· βρώματα τεταγμέν’ εὐθύς ἐστί μοι πρὸς τὸν βίον·296
30ἕτερ’ ἐστὶ τοῖς ἐρῶσι καὶ τοῖς φιλοσόφοις καὶ τοῖς τελώναις. μειράκιον ἐρωμένην ἔχον πατρῴαν οὐσίαν κατεσθίει· τούτῳ παρέθηκα σηπίας καὶ τευθίδας καὶ τῶν πετραίων ἰχθύων τῶν ποικίλων,
35ἐμβαμματίοις γλαφυροῖσι κεχορηγημένα· ὁ γὰρ τοιοῦτός ἐστιν οὐ δειπνητικός, πρὸς τῷ φιλεῖν δὲ τὴν διάνοιάν ἐστ’ ἔχων. τῷ φιλοσόφῳ παρέθηκα κωλῆν ἢ πόδας· ἀδηφάγον τὸ ζῷον εἰς ὑπερβολὴν
40ἔστιν. τελώνῃ γλαῦκον, ἔγχελυν, σπάρον· ὅταν ἐγγὺς ᾖ τῳ δ’ ἡ σορός, ἀρτύω φακῆν καὶ τὸ περίδειπνον τοῦ βίου λαμπρὸν ποιῶ. τὰ τῶν γερόντων στόματα διαφορὰν ἔχει, νωθρότερα πολλῷ δ’ ἐστὶν ἢ τὰ τῶν νέων.
45σίναπι παρατίθημι τούτοις, καὶ ποιῶ χυλοὺς ἐχομένους δριμύτητος, τὴν φύσιν ἵνα διεγείρας πνευματῶ τὸν ἀέρα. ἰδὼν τὸ πρόσωπον γνώσομ’ οὗ ζητεῖ φαγεῖν
ἕκαστος ὑμῶν.297

tit 2

ΕΠΙΔΙΚΑΖΟΜΕΝΟΣ298

2

ἐάν με κινῇς καὶ ποιήσῃς τὴν χολὴν ἅπασαν ὥσπερ καλλιωνύμου ζέσαι, ὄψει διαφέροντ’ οὐδὲ ἓν ξιφίου κυνός.

tit 3-5

ΚΕΡΑΥΝΟΣ

3

ὁρῶ γὰρ ἐκ παλαίστρας τῶν φίλων προσιόντα μοι Δάμιππον. Β. ἦ τοῦτον λέγεις, τὸν πέτρινον; τοῦτον οἱ φίλοι καλοῦσί σοι νυνὶ δι’ ἀνδρείαν Κεραυνόν. Α. εἰκότως.
5ἀβάτους ποιεῖν γὰρ τὰς τραπέζας οἴομαι αὐτόν, κατασκήπτοντά γ’ αὐταῖς τῇ γνάθῳ.

4

οἴμοι, φιλοσοφεῖς. ἀλλὰ τούς γε φιλοσόφους ἐν τοῖς λόγοις φρονοῦντας εὑρίσκω μόνον,
ἐν τοῖσι δ’ ἔργοις ὄντας ἀνοήτους ὁρῶ.299

5

ἀποτετύχηται

tit 6-7

ΚΙΘΑΡΩΙΔΟΣ

6

ζωμήρυσιν φέροις· ὀβελίσκους δώδεκα· κρεάγραν· θυΐαν· τυρόκνηστιν παιδικήν· στελεόν· σκαφίδας τρεῖς· δορίδα· κοπίδας τέτταρας· οὐ μὴ πρότερον οἴσεις, θεοῖσιν ἐχθρὲ σύ,
5τὸ λεβήτιον· τἀκ τοῦ νίτρου· πάλιν ὑστερεῖς;
καὶ τὴν κύβηλιν τὴν ἀγωνιστηρίαν.300

7

μυιοσόβην λαβὼν παράστηθ’ ἐνθάδε.

tit 8

ΦΡΕΑΡ

8

σὺ δὲ τὴν μέλην, Συρίσκε, ταυτηνὶ λαβὼν ἔνεγκον ἐπὶ τὸ μνῆμ’ ἐκείνῃ, μανθάνεις;
καὶ κατάχεον.301