TLG 0406 002 :: ANAXILAS :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Agrtit | ΑΓΡΟΙΚΟΣ. | |
Anttit | ΑΝΤΙΔΟ... | |
Aultit | ΑΥΛΗΤΗΣ. | |
Aul1-2 | Ὕδατός τε λακκαίου παρ’ ἐμοῦ τουτί γέ σοι νόμιζ’ ὑπάρχειν. | |
Ἴσως τὸ λακκαῖόν γ’ ὕδωρ ἀπόλωλε. | 341 | |
Bottit | ΒΟΤΡΥΛΙΩΝ. | |
Bot1 | Οὐκ ἄν γ’ ἐμοὶ τουτὶ γένοιτο κεράμινον. | |
Glautit | ΓΛΑΥΚΟΣ. | |
Euatit | ΕΥΑΝΔΡΙΑ. | |
Eua1 | Καὶ τὰς παλαίστρας σοι μὰ τὴν γῆν μὴ σύγε | |
δῷς, ἀλλ’ ἀπόδος. Β. καὶ δὴ φέρους’ ἐξέρχομαι. | 342 | |
Kaltit | ΚΑΛΥΨΩ. | |
Kal1 | Ῥύγχος φορῶν ὕειον ᾐσθόμην τότε. | |
Kal2 | Παραγεύσεταί σοι πρῶτον ἡ γραῦς τοῦ ποτοῦ. | |
Kirtit | ΚΙΡΚΗ. | |
Kir1 | Τοὺς μὲν ὀρειονόμους ὑμῶν ποιήσει δέλφακας ἠλιβάτους, τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους, | |
λέοντας. | 343 | |
Kir2 | Δεινὸν μὲν γὰρ ἔχονθ’ ὑός | |
ῥύγχος, ὦ φίλε Κινησία. | 344 | |
Lyrtit | ΛΥΡΟΠΟΙΟΣ. | |
Lyr1 | Ξανθοῖς τε μύροις χρῶτα λιπαίνων, χλανίδας θ’ ἕλκων, βλαύτας σύρων, βολβοὺς τρώγων, τυροὺς κάπτων, ᾠὰ κολάπτων, κήρυκας ἔχων, | |
5 | Χῖον πίνων, καὶ πρὸς τούτοις ἐν σκυταρίοις ῥαπτοῖσι φορῶν Ἐφεσήϊα γράμματα καλά. | |
---|---|---|
Lyr2 | Ἐγὼ δὲ βαρβίτους τριχόρδους, πηκτίδας, | |
κιθάρας, λύρας, σκινδαψὸν ἐξηρτυόμην. | 345 | |
Lyr3 | Πῶς ἔχεις; ὡς ἰσχνὸς εἶ; Β. ἀπόλλυμαι. τρέφω γὰρ ἐν ἀγρῷ χωρίον. | |
Lyr4 | Ἐν τοῖς βαλανείοις οὐ τίθεται λουτήρια. | |
Magtit | ΜΑΓΕΙΡΟΙ. | |
Mag1 | Τῶν Αἰσχύλου πολὺ μεῖζον εἶναί μοι δοκεῖ ἰχθύδι’ ὀπτᾶν. Β. τί σὺ λέγεις; ἰχθύδια; συσσίτιον μέλλεις νοσηλεύειν; ὅσον | |
ἀκροκώλι’ ἕψειν ῥύγχη, πόδας. | 346 | |
Montit | ΜΟΝΟΤΡΟΠΟΣ. | |
Mon1 | Τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων, ἐγὼ δ’ ἀπόλλυμαι. | |
Neotit | ΝΕΟΤΤΙΣ. | |
Neo1 | Ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε, οὗ γένος τίς ἂν δύναιτο παρανομώτερον φράσαι; τίς γὰρ ἢ δράκαιν’ ἄμικτος, ἢ Χίμαιρα πύρπνοος ἢ Χάρυβδις, ἢ τρίκρανος Σκύλλα, ποντία κύων, | |
5 | Σφίγξ, ὕδρα, λέαιν’, ἔχιδνα, πτηνά θ’ Ἁρπυιῶν γένη, εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους; οὐκ ἔνεσθ’, αὗται δ’ ἁπάντων ὑπερέχουσι τῶν κακῶν. ἔστι δὲ σκοπεῖν ἀπ’ ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα, | |
ἥτις ὥσπερ ἡ Χίμαιρα πυρπολεῖ τοὺς βαρβάρους. | 347 | |
10 | εἷς μόνος δ’ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο· πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ’ ἐκ τῆς οἰκίας. οἱ Σινώπῃ δ’ αὖ συνόντες οὐχ ὕδρᾳ σύνεισι νῦν; γραῦς μὲν αὕτη, παραπέφυκε δ’ ἡ Γνάθαινα πλησίον· ὥστ’ ἀπαλλαγεῖσι ταύτης ἐστὶ διπλάσιον κακόν. | |
15 | ἡ δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ; οὐ δύ’ ἀποπνίξας’ ἑταίρους τὸν τρίτον θηρεύεται ἔτι λαβεῖν; ἀλλ’ ἐξέπαισε πορθμὶς ἐλατίνῳ πλάτῃ. ἡ δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ, τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ’ αὐτῷ σκάφει; | |
20 | ἡ Θεανὼ δ’ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη; βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου. Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν, αἳ λαλοῦς’ ἁπλῶς μὲν οὐδέν, ἀλλ’ ἐν αἰνιγμοῖς τισιν, ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως. | |
25 | εἶτα τετράπους μοι γένοιτο, φησί, τήνπρος ἢ θρόνος· εἶτα δὴ τρίπους τις, εἶτα, φησί, παιδίσκη δίπους. εἶθ’ ὁ μὲν γνοὺς ταῦτ’ ἀπῆλθεν εὐθὺς ὥσπερ Οἰδίπους, οὐδ’ ἰδεῖν δόξας ἐκείνην, σώζεται δ’ ἄκων μόνος. οἱ δ’ ἐρᾶσθαι προσδοκῶντες εὐθύς εἰσιν ἠρμένοι, | |
30 | καὶ φέρονθ’ ὑψοῦ πρὸς αἴθραν. συντεμόντι δ’ οὐδὲ ἕν | |
ἔσθ’ ἑταίρας ὅσα περ ἔστι θηρί’ ἐξωλέστερον. | 348 | |
Neo2 | Ἐὰν δέ τις μέτρια λέγουσα * * * τοῖς δεομένοις τινῶν ὑπουργῇ πρὸς χάριν, ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα προσηγορεύθη· καὶ σὺ νῦν οὐχ ὡς λέγεις | |
5 | πόρνης, ἑταίρας δ’ εἰς ἔρωτα τυγχάνεις ἐληλυθώς· ἆρ’ ὡς ἀληθῶς ἐστι γοῦν | |
ἁπλῆ τις; Β. ἀστεία μὲν οὖν, νὴ τὸν Δία. | 350 | |
Nertit | ΝΗΡΕΥΣ. | |
Ner1 | Καί τοι πολύ γ’ ἔσθ’ ἥδιον· οὐ γὰρ ἄν ποτε ἔπινον ἂν τρὶς ὕδατος, οἴνου δ’ ἓν μόνον. | |
Orntit | ΟΡΝΙΘΟΚΟΜΟΙ. | |
Orn1 | Καὶ πρὸς ἐπὶ τούτοις τιθασὸς οἰμώζων ταὧς. | |
Ploutit | ΠΛΟΥΣΙΟΙ. | |
Plou1 | Διαρραγήτω χἅτερος δειπνῶν τις εὖ, μὴ Κτησίας μόνος. Β. τί γάρ σε κωλύει; Α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί, | |
ἀρχήν, τελευτὴν δ’ ἔμαθεν οὐδεπώποτε. | 351 | |
Hyatit | ΥΑΚΙΝΘΟΣ ΠΟΡΝΟΒΟΣΚΟΣ. | |
Hya1 | Ἡ μουσικὴ δ’ ὥσπερ Λιβύη πρὸς τῶν θεῶν ἀεί τι καινὸν κατ’ ἐνιαυτὸν θηρίον τίκτει. | |
Hya2-3 | Ἐγὼ δ’ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω. | |
Σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν. | 352 | |
Chatit | ΧΑΡΙΤΕΣ. | |
Cha1 | Οὐκ ἐτὸς ἐρωτῶσίν με προσιόντες τινές, ὄντως ὁ Κραναὸς Κτησίου κατεσθίει ἔλαττον, ἢ δειπνοῦσιν ἀμφότεροι συχνά; | |
Chrtit | ΧΡΥΣΟΧΟΟΣ. | |
Chr1 | Ἤδη σχεδόν τι πάντα σοι πλὴν Κτησίου· δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί, ἀρχήν, τελευτὴν δ’ οὐκ ἐπίσταται μόνος. | |
Hortit | ΩΡΑΙ. | |
IFFtit | INCERTARUM FABULARUM FRAGMENTA. | |
IFF1 | Οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος, ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν. | |
5 | ἔπειθ’ ὁ μὲν λέμμ’ ἐστίν, ὁ δ’ ἕτερον δάκνει. | 353 |
IFF2 | Ἀπιστότερος εἶ τῶν κοχλιῶν πολλῷ πάνυ, οἳ περιφέρους’ ὑπ’ ἀπιστίας τὰς οἰκίας. | |
IFF3 | Τὰ δὲ σφύρ’ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων. | |
IFF4 | Καὶ πῶς γυνή | |
ὥσπερ θάλαττα νῆσον ἀμφιέννυται; | 354 | |
IFF5 | Φέρ’ αὔτ’ ἀνύσας. Β. ἀλλ’ ἐστὶ πενθηρὸν πάνυ. | |
IFF6 | Τὴν Ἑκτόρειον τὴν ἐφίμερον κόμην. | |
IFF7 | Ἡμεῖς δέ γε κτενίζομεν Τελέσιππον οἰκόσιτον. | 355 |