TLG 0406 001 :: ANAXILAS :: Fragmenta

ANAXILAS Comic.
(4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 264–275.

frr. 1–5, 7–13, 15–25, 27–44 + titulus

Citation: Fragment — (line)

tit 1

ΑΓΡΟΙΚΟΣ

1

ἐπιτριτῶσαι

tit 2

ΑΝΤΙΔΟ...

2

κροταλίζειν

tit 3-4

ΑΥΛΗΤΗΣ

3-4

ὕδατός τε λακκαίου. Β. παρ’ ἐμοῦ τουτί γέ σοι νόμιζ’ ὑπάρχειν.
2. . . . . . . . . . . . .
ἴσως τὸ λακκαῖόν γ’ ὕδωρ ἀπόλωλεν.264

tit 5-7

ΒΟΤΡΥΛΙΩΝ

5

οὐκ ἄν γ’ ἐμοὶ τουτὶ γένηται κεράμινον.

7

συνήλικα

tit 8

ΓΛΑΥΚΟΣ

8

δεκατῶναι

tit 9

ΕΥΑΝΔΡΙΑ

9

καὶ τὰς παλαίστρας σοι μὰ τὴν γῆν μὴ σύ γε
δῷς, ἀλλ’ ἀπόδος. Β. καὶ δὴ φέρους’ ἐξέρχομαι.265

tit,ante 10

ΙΩ

tit 10-11

ΚΑΛΥΨΩ

10

παραγεύσεταί σοι πρῶτον ἡ γραῦς τοῦ ποτοῦ.

11

ῥύγχος φορῶν ὕειον ᾐσθόμην τότε.

tit 12-14

ΚΙΡΚΗ

12

τοὺς μὲν ὀρειονόμους ὑμῶν ποιήσει δέλφακας ἠλιβάτους, τοὺς δὲ πάνθηρας, ἄλλους ἀγρώστας λύκους,
λέοντας.266

13

δεινὸν μὲν γὰρ ἔχονθ’ ὑὸς ῥύγχος, ὦ φίλε Κινησία.

tit 15-18

ΛΥΡΟΠΟΙΟΣ

15

ἐγὼ δὲ βαρβίτους, τριχόρδους, πηκτίδας, κιθάρας, λύρας, σκινδαψὸν ἐξηρτυόμαν.

16

πῶς ἔχεις; ὡς ἰσχνὸς εἶ.
Β. ἀπόλλυμαι. τρέφω γὰρ ἐν ἀγρῷ χωρίον.267

17

ἐν τοῖς βαλανείοις οὐ τίθεται λουτήρια.

18

ξανθοῖς τε μύροις χρῶτα λιπαίνων, χλανίδας θ’ ἕλκων, βλαύτας σύρων, βολβοὺς τρώγων, τυροὺς κάπτων, ᾠὰ κολάπτων, κήρυκας ἔχων,
5Χῖον πίνων, καὶ πρὸς τούτοις ἐν σκυταρίοις ῥαπτοῖσι φορῶν
Ἐφεσήια γράμματα καλά.268

tit 19

ΜΑΓΕΙΡΟΙ

19

τῶν Αἰσχύλου πολὺ μᾶλλον εἶναί μοι δοκεῖ ἰχθύδι’ ὀπτᾶν. Β. τί σὺ λέγεις; ἰχθύδια; συσσίτιον μέλλεις νοσηλεύειν; ὅσον ἀκροκώλι’ ἕψειν . . . ῥύγχη, πόδας.

tit 20

ΜΟΝΟΤΡΟΠΟΣ

20

τοῦ κεστρέως κατεδήδοκεν τὸ κρανίον ἀναρπάσας Μάτων, ἐγὼ δ’ ἀπόλλυμαι.

tit 21-22

ΝΕΟΤΤΙΣ

21

ἐὰν δέ τις μέτρια λέγουσα . . . τοῖς δεομένοις τινῶν ὑπουργῇ πρὸς χάριν, ἐκ τῆς ἑταιρίας ἑταίρα τοὔνομα προσηγορεύθη· καὶ σὺ νῦν οὐχ ὡς λέγεις
5πόρνης, ἑταίρας δ’ εἰς ἔρωτα τυγχάνεις ἐληλυθώς· ἆρ’ ὡς ἀληθῶς ἐστι γοῦν
ἁπλῆ τις; Β. ἀστεία μὲν οὖν, νὴ τὸν Δία.269

22

ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε, οὗ γένος τίς ἂν δύναιτο παρανομώτερον φράσαι; τίς γὰρ ἢ δράκαιν’ ἄμικτος, ἢ Χίμαιρα πύρπνοος, ἢ Χάρυβδις, ἢ τρίκρανος Σκύλλα, ποντία κύων,
5Σφίγξ, ὕδρα, λέαιν’, ἔχιδνα, πτηνά θ’ Ἁρπυιῶν γένη, εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους; οὐκ ἔνεσθ’, αὗται δ’ ἁπάντων ὑπερέχουσι τῶν κακῶν. ἔστι δὲ σκοπεῖν ἀπ’ ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα, ἥτις ὥσπερ ἡ Χίμαιρα πυρπολεῖ τοὺς βαρβάρους.
10εἷς μόνος δ’ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο· πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ’ ἐκ τῆς οἰκίας. οἱ Σινώπῃ δ’ αὖ συνόντες οὐχ ὕδρᾳ σύνεισι νῦν; γραῦς μὲν αὕτη, παραπέφυκε δ’ ἡ Γνάθαινα πλησίον· ὥστ’ ἀπαλλαγεῖσιν αὐτῆς ἔστι διπλάσιον κακόν.
15ἡ δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ; οὐ δύ’ ἀποπνίξας’ ἑταίρους τὸν τρίτον θηρεύεται ἔτι λαβεῖν; ἀλλ’ ἐξέπεσε πορθμὶς ἐλατίνῳ πλάτῃ. ἡ δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ, τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ’ αὐτῷ σκάφει;
20ἡ Θεανὼ δ’ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη; βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου. Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν, αἳ λαλοῦς’ ἁπλῶς μὲν οὐδέν, ἀλλ’ ἐν αἰνιγμοῖς τισιν, ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως.
25εἶτα τετράπους μοι γένοιτο, φησί, τήνπρος ἢ θρόνος· εἶτα δὴ τρίπους τις, εἶτα, φησί, παιδίσκη δίπους. εἶθ’ ὁ μὲν γνοὺς ταῦτ’ ἀπῆλθεν εὐθὺς ὥσπερ Οἰδίπους, οὐδ’ ἰδεῖν δόξας ἐκείνην, σῴζεται δ’ ἄκων μόνος. οἱ δ’ ἐρᾶσθαι προσδοκῶντες εὐθύς εἰσιν ἠρμένοι,
30καὶ φέρονθ’ ὑψοῦ πρὸς αἴθραν. συντεμόντι δ’ οὐδὲ ἕν
ἐσθ’ ἑταίρας ὅσα περ ἔστι θηρί’ ἐξωλέστερον.270

tit 23

ΝΗΡΕΥΣ

23

καί τοι πολύ γ’ ἔσθ’ ἥδιον· οὐ γὰρ ἄν ποτε
ἔπινον ἂν τρὶς ὕδατος, οἴνου δ’ ἓν μόνον.271

tit 24

ΟΡΝΙΘΟΚΟΜΟΙ

24

καὶ πρὸς ἐπὶ τούτοις τιθασὸς οἰμώζων ταὧς

tit 25-26

ΠΛΟΥΣΙΟΙ

25

διαρραγήτω χἄτερος δειπνῶν τις εὖ, μὴ Κτησίας μόνος. Β. τί γὰρ σὲ κωλύει; Α. δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί, ἀρχήν, τελευτὴν δ’ ἔμαθεν οὐδεπώποτε.

tit 27-29

ΥΑΚΙΝΘΟΣ ΠΟΡΝΟΒΟΣΚΟΣ

27

ἡ μουσικὴ δ’ ὥσπερ Λιβύη πρὸς τῶν θεῶν ἀεί τι καινὸν κατ’ ἐνιαυτὸν θηρίον
τίκτει.272

28-29

ἐγὼ δ’ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω.
1. . . . . . . . . . σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν.

tit 30

ΧΑΡΙΤΕΣ

30

οὐκ ἐτὸς ἐρωτῶσίν με προσιόντες τινές· ὄντως ὁ Κραναὸς Κτησίου κατεσθίει ἔλαττον, ἢ δειπνοῦσιν ἀμφότεροι συχνά;

tit 31

ΧΡΥΣΟΧΟΟΣ

31

ἤδη σχεδόν τι πάντα σοι, πλὴν Κτησίου· δείπνου γὰρ οὗτος, ὡς λέγουσιν οἱ σοφοί, ἀρχήν, τελευτὴν δ’ οὐκ ἐπίσταται μόνος.

tit 32

ΩΡΑΙ

32

μᾶλλον μᾶλλον273

tit 33-44

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

33

οἱ κόλακές εἰσι τῶν ἐχόντων οὐσίας σκώληκες. εἰς οὖν ἄκακον ἀνθρώπου τρόπον εἰσδὺς ἕκαστος ἐσθίει καθήμενος, ἕως ἂν ὥσπερ πυρὸν ἀποδείξῃ κενόν.
5ἔπειθ’ ὁ μὲν λέμμ’ ἐστίν, ὁ δ’ ἕτερον δάκνει.

34

ἀπιστότερος εἶ τῶν κοχλιῶν πολλῷ πάνυ, οἳ περιφέρους’ ὑπ’ ἀπιστίας τὰς οἰκίας.

35

καὶ πῶς γυνή, ὥσπερ θάλαττα, νῆσον ἀμφιέννυται;

36

τὰ δὲ σφύρ’ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων.

37

φέρ’ αὔτ’ ἀνύσας. Β. ἀλλ’ ἔστι πενθηρὸν πάνυ.274

38

τὴν Ἑκτόρειον, τὴν ἐφίμερον κόμην

39

ἡμεῖς δέ γ’ ἐκτενίζομεν Τελέσιππον οἰκόσιτον.

40

καὶ πίνειν ἐξ ἀργυρίδων χρυσῶν

41

ἀντίκρισις

42

ἐβοστρύχιζον

43

φιλοδεσποτεύομαι

44

ψηλαφίζει275