TLG 0405 002 :: ANAXANDRIDES :: Fragmenta Fragmenta Citation: Play — fragment — (line) | ||
Agrtit | ΑΓΡΟΙΚΟΙ. | |
Agr1 | Τίνα δὴ παρεσκευασμένοι πίνειν τρόπον νῦν ἐστε; λέγετε. Β. τίνα τρόπον; ἡμεῖς τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ. Α. βούλεσθε δήπου τὸν ἐπιδέξι’; Β. ὦ πάτερ, | |
5 | λέγειν ἐπὶ τῷ πίνοντι τὸν ἐπιδέξια | |
---|---|---|
λέγειν, Ἄπολλον, ὡσπερεὶ τεθνηκότι; | 161 | |
Agr2 | Μεγάλ’ ἴσως ποτήρια προπινόμενα καὶ μέστ’ ἀκράτου κυμβία ἐκάρωσεν ὑμᾶς. Β. ἀνακεχαίτικεν μὲν οὖν. | |
Agr3 | Ὡς δ’ ἐστεφανώθην, ἡ τράπεζ’ ἐπήγετο, τοσαῦτ’ ἔχουσα βρώμαθ’, ὅσα μὰ τοὺς θεούς καὶ τὰς θεὰς οὐδ’ ἔνδον ὄντ’ ᾔδειν ἐγώ, οὕτω παρέζων χρηστῶς οὐκ ἔζων τότε. | |
Agchtit | ΑΓΧΙΣΗΣ. | |
Agch1 | Οὐκ ἔστι δούλων, ὦ ’γάθ’, οὐδαμοῦ πόλις, | |
τύχη δὲ πάντα μεταφέρει τὰ σώματα. πολλοὶ δὲ νῦν μέν εἰσιν οὐκ ἐλεύθεροι, εἰς ταὔριον δὲ Σουνιεῖς, εἶτ’ εἰς τρίτην | 162 | |
5 | ἀγορᾷ κέχρηνται· τὸν γὰρ οἴακα στρέφει δαίμων ἑκάστῳ. | |
Aistit | ΑΙΣΧΡΑ. | |
Ais1 | Ἀρτίως διηρτάμηκε καὶ τὰ μὲν διανεκῆ σώματος μέρη δαμάζετ’ ἐν πυρικτίτοισι γᾶς· | |
Τιμόθεος ἔφη ποτ’, ἄνδρες. τὴν χύτραν οἶμαι λέγων. | 163 | |
Anttit | ΑΝΤΕΡΩΝ. | |
Ant1 | Περιστέρια γὰρ εἰσάγων καὶ στρουθία. | |
Achtit | ΑΧΙΛΛΕΥΣ. | |
Gertit | ΓΕΡΟΝΤΟΜΑΝΙΑ. | |
Ger1 | Τὴν ἐκ Κορίνθου Λαΐδ’ οἶσθα; Β. πῶς γὰρ οὔ; τὴν ἡμετέρειον. Α. ἦν ἐκείνῃ τις φίλη | |
Ἄντεια. Β. καὶ τοῦθ’ ἡμέτερον ἦν παίγνιον. Α. νὴ τὸν Δί’ ἤνθει τότε Λαγίσκιον, τότ’ ἦν | 164 | |
5 | καὶ Θεολύτη μάλ’ εὐπρόσωπος καὶ καλή, ὑπέφαιν’ ἐσομένη δ’ Ὤκιμον λαμπρὸν πάνυ. | |
Ger2 | Καί τοι πολύ γε πονοῦμεν. τὸν ἀσύμβολον εὗρε γελοῖα λέγειν Ῥαδάμανθυς καὶ Πα‐ | |
2 | λαμήδης. | 165 |
Didtit | ΔΙΔΥΜΟΙ. | 166 |
Heltit | ΕΛΕΝΗ. | |
Hel1 | Α. Ἄγκυρα, λέμβος, σκεῦος ὅ τι βούλει λέγε. Β. ὦ Ἡράκλεις, ἀβελτερίου τεμενικοῦ. Α. ἀλλ’ οὐδ’ ἂν εἰπεῖν τὸ μέγεθος δύναιτό τις. | |
Eustit | ΕΥΣΕΒΕΙΣ. | |
Zogtit | ΖΩΓΡΑΦΟΙ Η ΓΕΩΓΡΑΦΟΙ. | |
Zog1 | Πυξίον λαβὼν κάθου. | 167 |
Hertit | ΗΡΑΚΛΗΣ. | |
Her1 | Ὁ μὲν γὰρ εὐφυής τις εἶναι φαίνεται, ὡς δ’ εὐρύθμως λαβὼν τὸ μελετητήριον εἶτ’ ἐσχεδίασε δριμέως ἐν * * παπαῖ, μεστὸς γενόμενος πρὸς τὸν Ἀργᾶν βούλομαι | |
5 | κωδωνίσας πέμψαι ς’ ἀγωνιούμενον, | |
ἵνα καὶ σὺ νικᾷς τοὺς σοφιστάς, ὦ φίλε. | 168 | |
Thettit | ΘΕΤΤΑΛΟΙ. | |
Thesautit | ΘΗΣΑΥΡΟΣ. | |
Thesau1 | Ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν, τὸ μὲν ὑγιαίνειν πρῶτον ὡς ἄριστον ἦν, ὠνόμασεν ὀρθῶς, δεύτερον δ’ εἶναι καλόν· τρίτον δὲ πλουτεῖν, τοῦθ’, ὁρᾷς, ἐμαίνετο· | |
5 | μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει· | |
καλὸς δὲ πεινῶν ἐστιν αἰσχρὸν θηρίον. | 169 | |
Thesau2 | Ἀναλαβὼν μόναυλον ηὔλουν τὸν ὑμέναιον. | |
Theseutit | ΘΗΣΕΥΣ. | |
Theseu1 | Ὅτε τὰς μορίας ἔτρωγεν, ὡσπερεὶ Πλάτων. | |
Theseu2 | Παρθένοι παίζουσι πρὸς ἐλάφρ’ ἐξαλλάγματα. | 170 |
Kantit | ΚΑΝΗΦΟΡΟΣ. | |
Kan1 | Ἅπαντές ἐσμεν πρὸς τὰ θεῖ’ ἀβέλτεροι κοὐκ ἴσμεν οὐδέν. | |
Kertit | ΚΕΡΚΙΟΣ. | |
Ker1 | Ἐρυθρότερον καρῖδος ὀπτῆς ς’ ἀποφανῶ. | |
Kithtit | ΚΙΘΑΡΙΣΤΡΙΑ. | |
Kyntit | ΚΥΝΗΓΕΤΑΙ. | |
Kyn1 | Υἱὸς γὰρ οἰκόσιτος ἡδὺ γίγνεται. | |
Komtit | ΚΩΜΩΙΔΟΤΡΑΓΩΙΔΙΑ. | 171 |
Loktit | ΛΟΚΡΙΔΕΣ. | |
Lyktit | ΛΥΚΟΥΡΓΟΣ. | |
Lyk1 | Καὶ συμπαίζει καριδαρίοις μετὰ περκιδίων καὶ θρᾳττιδίων, καὶ ψητταρίοις μετὰ κωθαρίων, | |
καὶ σκινδαρίοις μετὰ κωβιδίων. | 172 | |
Meltit | ΜΕΛΙΛΩΤΟΣ. | |
Mel1 | Οὐ μανικόν ἐστ’ ἐν οἰκίᾳ τρέφειν ταὧς, | |
ἐξὸν τοσουτουὶ δύ’ ἀγάλματ’ ἀγοράσαι; | 173 | |
Nereutit | ΝΗΡΕΥΣ. | |
Nereu1 | Ὁ πρῶτος εὑρὼν πολυτελὲς τμητὸν μέγα γλαύκου πρόσωπον, τοῦ τ’ ἀμύμονος δέμας θύννου τά τ’ ἄλλα βρώματ’ ἐξ ὑγρᾶς ἁλός, Νηρεὺς κατοικεῖ τόνδε πάντα τὸν τόπον. | |
Nereitit | ΝΗΡΗΙΔΕΣ. | |
Nerei1 | Δὸς δὴ τὸν χόα αὐτῷ σύ, Κῶμε, καὶ τὸ κυμβίον φέρων. | |
Β. Εὐριπίδης τις τήμερον γενήσεται. | 174 | |
Odytit | ΟΔΥΣΣΕΥΣ. | |
Ody1 | Τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία ἐν τοῖς πίναξι κρεμαμένη θαυμάζεται. αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται, ἀπὸ τοῦ ταγήνου τ’ εὐθέως ἀφανίζεται. | |
5 | ἐπὶ τίνα δ’ ὧδ’ ἄλλην τέχνην, ὦ χρηστὲ σύ, τὰ στόματα τῶν νεωτέρων κατακάετ’, ἤ ὠθισμός ἐστι δακτύλων τοιουτοσί ἢ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν; ἀλλ’ οὐ μόνη γὰρ τὰς συνουσίας ποιεῖ | |
10 | εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν, φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους ἢ μαινίδ’; ὡραῖον δὲ μειρακύλλιον ποίαις ἐπῳδαῖς, ἢ λόγοις ἁλίσκεται τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην | |
15 | τὴν τῶν ἁλιέων; ἥδε γὰρ δαμάζεται, | |
ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη, ἄγους’ ὑπ’ αὐτὰ τὰ σώματ’ ἀρίστου πύλας, | 175 | |
ἀσύμβολον κλίνειν τ’ ἀναγκάζει φύσιν. | 176 | |
Ody2 | Ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετ’, οἶδ’ ἀκριβῶς· ἂν μὲν γὰρ ᾖ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε· ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμόν. λαμπρός τις ἐξελήλυθ’, * * ὄλολυς οὗτός ἐστι· | |
5 | λιπαρὸς περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται. χαίρει τις αὐχμῶν ἢ ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν. ὄπισθεν ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται· τὰ πόλλ’ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις. εἰς τοὺς καλοὺς δ’ ἄν τις βλέπῃ, καινὸς θεατροποιός· | |
10 | ὑφείλετ’ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη· | |
ἐὰν δὲ κριόν, Φρίξος· ἂν δὲ κωδάριον, Ἰάσων. | 177 | |
Hoptit | ΟΠΛΟΜΑΧΟΣ. | |
Hop1 | Μάγαδιν λαλήσω μικρὸν ἅμα σοι καὶ μέγαν. | |
Pantit | ΠΑΝΔΑΡΟΣ. | |
Pan1 | Οὐκ ἐπικεκυφὼς ὀρθός, ὦ βέλτιστ’, ἔσει· αὕτη δὲ καριδοῖ τὸ σῶμα καμπύλη | |
ἄγκυρά τ’ ἐστὶν ἄντικρυς τοῦ σώματος. | 179 | |
Poltit | ΠΟΛΕΙΣ. | |
Pol1 | Οὐκ ἂν δυναίμην συμμαχεῖν ὑμῖν ἐγώ· οὔθ’ οἱ τρόποι γὰρ ὁμονοοῦς’ οὔθ’ οἱ νόμοι ἡμῶν, ἀπ’ ἀλλήλων δὲ διέχουσιν πολύ. βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς· | |
5 | τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα, ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολύ. οὐκ ἐσθίεις ὕει’, ἐγὼ δέ γ’ ἥδομαι μάλιστα τούτοις· κύνα σέβεις, τύπτω δ’ ἐγώ, τοὔψον κατεσθίουσαν ἡνίκ’ ἂν λάβω. | |
10 | τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος εἶναι, παρ’ ὑμῖν δ’, ὡς ἔοικεν, ἀπηργμένους. τὸν αἰέλουρον κακὸν ἔχοντ’ ἐὰν ἴδῃς, κλάεις, ἐγὼ δ’ ἥδιστ’ ἀποκτείνας δέρω. | |
δύναται παρ’ ὑμῖν μυγαλῆ, παρ’ ἐμοὶ δέ γ’ οὔ. | 180 | |
Protit | ΠΡΩΤΕΣΙΛΑΟΣ. | |
Pro1 | Κἂν ταῦτα ποιῇς ὥσπερ φράζω, | |
λαμπροῖς δείπνοις δεξόμεθ’ ὑμᾶς, οὐδὲν ὁμοίοις τοῖς Ἰφικράτους τοῖς ἐν Θρᾴκῃ· καί τοι φασίν | 181 | |
5 | βυβακάλους αὐτὰ γενέσθαι. κατὰ τὴν ἀγορὰν μὲν ὑπεστρῶσθαι στρώμαθ’ ἁλουργῆ μέχρι τῆς ἄρκτου· δειπνεῖν δ’ ἄνδρας βουτυροφάγας, αὐχμηροκόμας μυριοπληθεῖς· | |
10 | τοὺς δὲ λέβητας χαλκοῦς εἶναι μείζους λάκκων δωδεκακλίνων· αὐτὸν δὲ Κότυν περιεζῶσθαι ζωμόν τε φέρειν ἐν χοῒ χρυσῇ, καὶ γευόμενον τῶν κρατήρων | |
15 | πρότερον μεθύειν τῶν πινόντων. αὐλεῖν δ’ αὐτοῖς Ἀντιγενίδαν, Ἀργᾶν δ’ ᾄδειν καὶ κιθαρίζειν Κηφισόδοτον τὸν Ἀχαρνῆθεν, μέλπειν δ’ ᾠδαῖς | |
20 | τοτὲ μὲν Σπάρτην τὴν εὐρύχορον, τοτὲ δ’ αὖ Θήβας τὰς ἑπταπύλους τὰς ἁρμονίας μεταβάλλειν. φέρνας τε λαβεῖν δύο μὲν ξανθῶν ἵππων ἀγέλας, αἰγῶν τ’ ἀγέλην, | |
25 | χρυσοῦν τε σάκος * * * φιάλην τε λεπαστήν, χιόνος τε πρόχουν, κέρχνων τε χύτραν, βολβῶν τε σιρὸν δωδεκάπηχυν, καὶ πουλυπόδων ἑκατόμβην. | |
30 | ταῦτα μὲν οὕτως φασὶ ποιῆσαι Κότυν ἐν Θρᾴκῃ, γάμον Ἰφικράτει. | |
τούτων δ’ ἔσται πολὺ σεμνότερον καὶ λαμπρότερον παρὰ δεσποσύνοις τοῖς ἡμετέροις. τί γὰρ ἐκλείπει | 182 | |
35 | δόμος ἡμέτερος ποίων ἀγαθῶν; οὐ σμύρνης καὶ Συρίας ὀδμαί λιβάνου τε πνοαί; τερενοχρῶτες μαζῶν ὄψεις, ἄρτων, ἀμύλων, πουλυποδείων, χολίκων, δημοῦ, | |
40 | φυσκῶν, ζωμοῦ, τεύτλων, θρίων, λεκίθου, σκορόδων, ἀφύης, σκόμβρων, ἐνθρυμματίδων, πτισάνης, ἀθάρης, κυάμων, λαθύρων, ὤχρων, δολίχων, μέλιτος, τυροῦ, χορίων, πυρῶν, | |
45 | καρύων, χόνδρου. κάραβοι ὀπτοί, τευθίδες ὀπταί, κεστρεὺς ἑφθός, σηπίαι ἑφθαί, μύραιν’ ἑφθή, κωβιοὶ ἑφθοί, θυννίδες ὀπταί, φυκίδες ἑφθαί, βάτραχοι, πέρκαι, | |
Pro1(50) | συνόδοντες, ὄνοι, βατίδες, ψῆτται, γαλεός, κόκκυξ, θρίσσαι, νάρκαι, ῥίνης τεμάχη, σχαδόνες, βότρυες, σῦκα, πλακοῦντες, μῆλα, κράνειαι, ῥόαι, ἕρπυλλος, μήκων, ἀχράδες, | |
55 | κνῆκος, ἐλᾶαι, στέμφυλ’, ἄμητες, πράσα, γήτειον, κρόμμυα, φύστη, βολβοί, καυλοί, σίλφιον, ὄξος, μάραθ’, ᾠά, φακή, τέττιγες, ὀποί, κάρδαμα, σήσαμα, κήρυκες, ἅλες, | |
60 | πίνναι, λεπάδες, μύες, ὄστρεια, κτένες, ὄρκυνες· καὶ πρὸς τούτοις | |
ὀρνιθαρίων ἀφάτων πλῆθος, νηττῶν, φαττῶν· χῆνες, στρουθοί, κίχλαι, κόρυδοι, κίτται, κύκνοι, | 183 | |
65 | πελεκάν, κίγκλοι, γέρανος—τουδί τοῦ χάσκοντος διατειναμένη διὰ τοῦ πρωκτοῦ καὶ τῶν πλευρῶν διακόψειεν τὸ μέτωπον. οἶνοι δέ σοι λευκὸς * * * | |
70 | γλυκὺς αὐθιγενὴς ἡδὺς καπνίας. | 184 |
Pro2 | Μύρῳ δὲ παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο ἐχθὲς Μελανώπῳ πολυτελοῦς Αἰγυπτίου, | |
ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου. | 185 | |
Samtit | ΣΑΜΙΑ. | |
Sam1 | Τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειν ὄνομ’ ἔχει. | |
Sattit | ΣΑΤΥΡΙΑΣ. | |
Sostit | ΣΩΣΙΠΠΟΣ. | |
Tertit | ΤΗΡΕΥΣ. | |
Ter1 | Ὄρνις κεκλήσει. Β. διὰ τί, πρὸς τῆς Ἑστίας; | |
πότερον καταφαγὼν τὴν πατρῴαν οὐσίαν ὥσπερ Πολύευκτος ὁ καλός; Α. οὐ δῆτ’, ἀλλ’ ὅτι ἄρρην ὑπὸ θηλειῶν κατεκόπης. | 190 | |
Ter2 | Ὀχευομένους δὲ τοὺς κάπρους καὶ τὰς ἀλεκτρυόνας θεωροῦς’ ἄσμενοι. | |
Ter3 | Ἀλλ’ οἷα νύμφη βασιλὶς ὠνομασμένη | |
μύροις Μεγαλλίοισι σῶμ’ ἀλείφεται. | 191 | |
Hybtit | ΥΒΡΙΣ. | |
Hyb1 | Οὔκουν λαβὼν τὸν φανὸν ἅψεις μοι λύχνον; | |
Phatit | ΦΑΡΜΑΚΟΜΑΝΤΙΣ. | |
Pha1 | Ὅτι εἴμ’ ἀλαζών, τοῦτ’ ἐπιτιμᾷς; ἀλλὰ τί; νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολύ μετὰ τὴν κολακείαν. ἥδε μὲν γὰρ διαφέρει. | |
Pha2 | Ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δή | |
σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ. | 192 | |
Phitit | ΦΙΑΛΗΦΟΡΟΣ. | |
Phi1 | Τὸν ἐμὸν μόναυλον ποῖ τέτροφας; οὗτος Σύρε. | |
Β. ποῖον μόναυλον; Α. τὸν κάλαμον. | 193 | |
IFFtit | INCERTARUM FABULARUM FRAGMENTA. | |
IFF1 | Ὅστις γαμεῖν βουλεύετ’, οὐ βουλεύεται ὀρθῶς, διότι βουλεύεται χοὕτω γαμεῖ. πολλῶν κακῶν γάρ ἐστιν ἀρχὴ τῷ βίῳ. ἢ γὰρ πένης ὢν τὴν γυναῖκα χρήματα | |
5 | λαβὼν ἔχει δέσποιναν, οὐ γυναῖκ’ ἔτι, ἧς ἐστι δοῦλος καὶ πένης. ἢν δ’ αὖ λάβῃ μηδὲν φερομένην, δοῦλος αὐτὸς γίγνεται· δεῖ γὰρ τὸ λοιπὸν ἀνθ’ ἑνὸς τρέφειν δύο. ἀλλ’ ἔλαβεν αἰσχράν· οὐ βιωτόν ἐστ’ ἔτι, | |
10 | οὐδ’ εἴσοδος τὸ παράπαν εἰς τὴν οἰκίαν. ἀλλ’ ἔλαβεν ὡραίαν τις· οὐδὲν γίγνεται μᾶλλόν τι τοῦ γήμαντος ἢ τῶν γειτόνων· ὥστ’ οὐδαμῶς κακοῦ γ’ ἁμαρτεῖν γίγνεται. | |
IFF2 | Οὔτοι τὸ γῆράς ἐστιν, ὡς οἴει, πάτερ, | |
τῶν φορτίων μέγιστον, ἀλλ’ ὃς ἂν φέρῃ ἀγνωμόνως αὔθ’, οὗτός ἐστιν αἴτιος· ἂν δ’ εὐκόλως, ἐνίοτε κοιμίζειν ποιεῖ, | 194 | |
5 | μεταλαμβάνων ἐπιδέξι’ αὐτοῦ τὸν τρόπον, λύπην τ’ ἀφαιρῶν ἡδονήν τε προστιθείς· λύπην δὲ ποιῶν, εἴτι δυσκόλως ἔχει. | |
IFF3 | Ἡδονὴν ἔχει, ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι, δηλοῦν ἅπασιν· οἱ δ’ ἑαυτοῖσιν σοφοί πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κριτήν, | |
5 | εἶτα φθονοῦνται· χρὴ γὰρ εἰς ὄχλον φέρειν | |
ἅπανθ’ ὅς’ ἄν τις καινότητ’ ἔχειν δοκῇ. | 195 | |
IFF4 | Ὅστις λόγους παρακαταθήκην γὰρ λαβών ἐξεῖπεν, ἄδικός ἐστιν ἢ ἀκρατὴς ἄγαν· ὁ μὲν διὰ κέρδος, ἄδικος· ὁ δὲ τούτου δίχα, ἀκρατής· ἴσον δέ γ’ εἰσὶν ἀμφότεροι κακοί. | |
IFF5 | Χαλεπή, λέγω σοι, καὶ προσάντης, ὦ τέκνον, ὁδός ἐστιν, ὡς τὸν πατέρ’ ἀπελθεῖν οἴκαδε παρ’ ἀνδρός, ἥ τις ἐστὶ κοσμία γυνή. ὁ γὰρ δίαυλός ἐστιν αἰσχύνην ἔχων. | |
IFF6 | Ἐὰν λούσησθε νῦν ῥάφανόν τε πολλὴν ἐντράγητε, παύσετε τὸ βάρος, διασκεδᾶτε τὸ προσὸν νῦν νέφος | |
ἐπὶ τοῦ προσώπου. | 196 | |
IFF7 | Τὸ νέκταρ ἐσθίω πάνυ μάττων διαπίνω τ’ ἀμβροσίαν, καὶ τῷ Διί διακονῶ, καὶ σεμνός εἰμ’ ἑκάστοτε Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος. | |
IFF8 | Ὦ πονηρὰ καρδία, ἐπιχαιρέκακον ὡς εἶ μόνον τοῦ σώματος· | |
ὀρχεῖ γὰρ εὐθύς, ἂν ἴδῃς δεδοικότα. | 197 | |
IFF9 | Μηδέποτε δοῦλον ἡδονῆς σαυτὸν ποίει· λάγνης γυναικός ἐστιν οὐκ ἀνδρὸς τόδε. | |
IFF10 | Ἔρως σοφιστοῦ γίγνεται διδάσκαλος σκαιοῦ πολὺ κρείττων πρὸς τὸν ἀνθρώπων βίον. | |
IFF11 | Ὑπὲρ σεαυτοῦ πρᾶτθ’ ὁτιοῦν ἄν σοι δοκῇ, ἐγὼ δ’ ὑπὲρ ἐμοῦ. | |
IFF12 | Τὸ συνεχὲς ἔργου παντὸς εὑρίσκει τέλος. | 198 |
IFF13 | Κόρης ἀπαλλαττόμεθα ταμιείου πικροῦ. | |
IFF14 | Ἀρκτῆ λεοντῆ παρδαλῆ μοσχῆ κυνῆ. | |
IFF15 | Οὐχὶ παρὰ πολλοῖς ἡ χάρις τίκτει χάριν. | |
IFF16 | Ἡ πόλις ἐβούλεθ’, ᾗ νόμων οὐδὲν μέλει. | |
IFF17 | Ὑπερήμεροί μοι τῶν γάμων αἱ παρθένοι. | |
IFF18 | Καλόν γ’ ἀποθανεῖν πρὶν θανάτου δρᾶν ἄξιον. | 199 |
IFF19 | Τρίκλινον δ’ εὐθέως συνήγετο | |
καὶ συναυλίαι γέροντι. | 200 | |
IFF26 | Ὡς δὴ παχεῖαν τὴν περιζώστραν ἔχει. | 201 |