TLG 0405 001 :: ANAXANDRIDES :: Fragmenta

ANAXANDRIDES Comic.
(4 B.C.)

Fragmenta

Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 135–153, 155–164.

frr. 1–73, 75–81 + tituli

Citation: Fragment — (line)

tit 1-3

ΑΓΡΟΙΚΟΙ

1

τίνα δὴ παρεσκευασμένοι πίνειν τρόπον νῦν ἐστε; λέγετε. τίνα τρόπον;
Β. ἡμεῖς τοιοῦτον οἷον ἂν καὶ σοὶ δοκῇ. Α. βούλεσθε δῆτα τὸν ἐπιδέξι’; Β. ὦ πάτερ,135
5λέγειν ἐπὶ τῷ πίνοντι τὸν ἐπιδέξια λέγειν, Ἄπολλον, ὡσπερεὶ τεθνηκότι;

2

ὡς δ’ ἐστεφανώθην, ἡ τράπεζ’ ἐσῄρετο, τοσαῦτ’ ἔχουσα βρώμαθ’, ὅσα μὰ τοὺς θεοὺς καὶ τὰς θεὰς οὐδ’ ἔνδον ὄντ’ ᾔδειν ἐγώ· οὕτως παρέζων χρηστῶς οὐκ ἔζων τότε.

3

μεγάλ’ ἴσως ποτήρια προπινόμενα καὶ μέστ’ ἀκράτου κυμβία
ἐκάρωσεν ὑμᾶς. Β. ἀνακεχαίτικεν μὲν οὖν.136

tit 4-5

ΑΓΧΙΣΗΣ

4

οὐκ ἔστι δούλων, ὦγάθ’, οὐδαμοῦ πόλις, τύχη δὲ πάντα μεταφέρει τὰ σώματα. πολλοὶ δὲ νῦν μέν εἰσιν οὐκ ἐλεύθεροι, εἰς αὔριον δὲ Σουνιεῖς, εἶτ’ εἰς τρίτην
5ἀγορᾷ κέχρηνται· τὸν γὰρ οἴακα στρέφει δαίμων ἑκάστῳ.

5

ἡμιχρύσους

tit 6

ΑΙΣΧΡΑ

6

ἀρτίως διηρτάμηκε καὶ τὰ μὲν διανεκῆ σώματος μέρη δαμάζετ’ ἐν πυρικτίτοισι γᾶς·
Τιμόθεος ἔφη ποτ’, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων.137

tit,ante 7

ΑΜΠΡΑΚΙΩΤΙΣ

tit 7

ΑΝΤΕΡΩΝ

7

περιστέρια γὰρ εἰσάγων καὶ στρουθία

tit 8

ΑΧΙΛΛΕΥΣ

8

κακομαθής

tit 9-10

ΓΕΡΟΝΤΟΜΑΝΙΑ

9

τὴν ἐκ Κορίνθου Λαΐδ’ οἶσθα; Β. πῶς γὰρ οὔ; τὴν ἡμετέρειον. Α. ἦν ἐκείνῃ τις φίλη Ἄντεια. Β. καὶ τοῦθ’ ἡμέτερον ἦν παίγνιον. Α. νὴ τὸν Δί’ ἤνθει τότε Λαγίσκιον, τότ’ ἦν
5καὶ Θεολύτη μάλ’ εὐπρόσωπος καὶ καλή,
ὑπέφαιν’ ἐσομένη δ’ Ὤκιμον λαμπρὸν πάνυ.138

10

καίτοι πολλοί γε πονοῦμεν. τὸν ἀσύμβολον εὗρε γέλοια λέγειν Ῥαδάμανθυς καὶ Παλαμήδης.

tit 11

ΔΙΔΥΜΟΙ

11

βρέτας

tit,ante 12

ΔΙΟΝΥΣΟΥ ΓΟΝΑΙ139

tit 12

ΕΛΕΝΗ

12

Α. ἄγκυρα, λέμβος, σκεῦος ὅ τι βούλει λέγε. Β. ὦ Ἡράκλεις, ἀβελτερείου τεμενικοῦ. Α. ἀλλ’ οὐδ’ ἂν εἰπεῖν τὸ μέγεθος δύναιτό τις.

t,post 12

ΕΡΕΧΘΕΥΣ

tit,ante 13

ΕΥΣΕΒΕΙΣ

tit 13-14

ΖΩΓΡΑΦΟΙ

13

πυξίον λαβὼν κάθου.140

14

κιννάβαρις

tit 15

ΗΡΑΚΛΗΣ

15

ὁ μὲν γὰρ εὐφυής τις εἶναι φαίνεται, ὡς δ’ εὐρύθμως λαβὼν τὸ μελετητήριον εἶτ’ ἐσχεδίασε δριμέως ἐν . . παπαῖ, μεστὸς γενόμενος πρὸς τὸν Ἀργᾶν βούλομαι
5κωδωνίσας πέμψαι ς’ ἀγωνιούμενον, ἵνα καὶ σὺ νικᾷς τοὺς σοφιστάς, ὦ φίλε.

tit 16

ΘΕΤΤΑΛΟΙ

16

λιθάζειν141

tit 17-18

ΘΗΣΑΥΡΟΣ

17

ὁ τὸ σκόλιον εὑρὼν ἐκεῖνος, ὅστις ἦν, τὸ μὲν ὑγιαίνειν πρῶτον ὡς ἄριστον ὂν ὠνόμασεν ὀρθῶς, δεύτερον δ’ εἶναι καλόν, τρίτον δὲ πλουτεῖν, τοῦθ’, ὁρᾷς, ἐμαίνετο·
5μετὰ τὴν ὑγίειαν γὰρ τὸ πλουτεῖν διαφέρει· καλὸς δὲ πεινῶν ἐστιν αἰσχρὸν θηρίον.

18

ἀναλαβὼν μόναυλον ηὔλουν τὸν ὑμέναιον.

tit 19-20

ΘΗΣΕΥΣ

19

ὅτε τὰς μορίας ἔτρωγεν, ὥσπερ καὶ Πλάτων.142

20

παρθένοι παίζουσι πρὸς ἐλάφρ’ ἐξαλλάγματα.

tit,ante 21

ΙΩ

tit 21

ΚΑΝΗΦΟΡΟΣ

21

ἅπαντές ἐσμεν πρὸς τὰ θεῖ’ ἀβέλτεροι, κοὐκ ἴσμεν οὐδέν.

tit 22

ΚΕΡΚΙΟΣ

22

ἐρυθρότερον καρῖδος ὀπτῆς ς’ ἀποφανῶ.

tit 23

ΚΙΘΑΡΙΣΤΡΙΑ

23

βύστρα143

tit 24

ΚΥΝΗΓΕΤΑΙ

24

υἱὸς γὰρ οἰκόσιτος ἡδὺ γίνεται.

tit 25

ΚΩΜΩΙΔΟΤΡΑΓΩΙΔΙΑ

25

γελασίνην

tit 26

ΛΟΚΡΙΔΕΣ

26

λῆμμα καὶ ἀνάλωμα

tit 27

ΛΥΚΟΥΡΓΟΣ

27

καὶ συμπαίζει καριδαρίοις μετὰ περκιδίων καὶ θρᾳττιδίων, καὶ ψητταρίοις μετὰ κωθαρίων,
καὶ σκινδαρίοις μετὰ κωβιδίων.144

tit,ante 28

ΜΑΙ[ΝΟΜΕΝΟΣ]

tit 28-29

ΜΕΛΙΛΩΤΟΣ(Ν)

28

οὐ μανικόν ἐστ’ ἐν οἰκίᾳ τρέφειν ταὧς, ἐξὸν τοσουτουὶ δύ’ ἀγάλματ’ ἀγοράσαι;

29

τὸ κυλικεῖον

tit 30-31

ΝΗΡΕΥΣ

30

ὁ πρῶτος εὑρὼν πολυτελὲς τμητὸν μέγα
γλαύκου πρόσωπον, τοῦ τ’ ἀμύμονος δέμας θύννου τά τ’ ἄλλα βρώματ’ ἐξ ὑγρᾶς ἁλός, Νηρεὺς κατοικεῖ τόνδε πάντα τὸν τόπον.145

31

γογγυσμός

tit 32

ΝΗΡΗΙΔΕΣ

32

δὸς δὴ τὸν χόα αὐτῷ σύ, Κῶμε, καὶ τὸ κυμβίον φέρων. Εὐριπίδης τις τήμερον γενήσεται.

tit 33-34

ΟΔΥΣΣΕΥΣ

33

τῶν ζωγράφων μὲν ἡ καλὴ χειρουργία ἐν τοῖς πίναξι κρεμαμένη θαυμάζεται, αὕτη δὲ σεμνῶς ἐκ λοπάδος ἁρπάζεται ἀπὸ τοῦ ταγήνου τ’ εὐθέως ἀφανίζεται.
5ἐπὶ τίνα δ’ ὧδ’ ἄλλην τέχνην, ὦ χρηστὲ σύ, τὰ στόματα τῶν νεωτέρων κατακάετ’, ἢ
ὠθισμός ἐστι δακτύλων τοιουτοσὶ ἢ πνιγμός, ἂν μὴ ταχὺ δύνηται καταπιεῖν; ἀλλ’ οὐ μόνη γὰρ τὰς συνουσίας ποιεῖ146
10εὔοψος ἀγορά; τίς δὲ συνδειπνεῖ βροτῶν φρυκτοὺς καταλαβὼν ἢ κορακίνους ὠνίους ἢ μαινίδ’; ὡραῖον δὲ μειρακύλλιον ποίαις ἐπῳδαῖς ἢ λόγοις ἁλίσκεται τίσιν, φράσον γάρ, ἄν τις ἀφέλῃ τὴν τέχνην
15τὴν τῶν ἁλιέων; ἥδε γὰρ δαμάζεται, ἑφθοῖς προσώποις ἰχθύων χειρουμένη, ἄγους’ ὑπ’ αὐτὰ σώματ’ ἀρίστου πύλας
ἀσύμβολον κλίνειν τ’ ἀναγκάζει φύσιν.147

34

ὑμεῖς γὰρ ἀλλήλους ἀεὶ χλευάζετ’, οἶδ’ ἀκριβῶς· ἂν μὲν γὰρ ᾖ τις εὐπρεπής, ἱερὸν γάμον καλεῖτε· ἐὰν δὲ μικρὸν παντελῶς ἀνθρώπιον, σταλαγμόν. λαμπρός τις ἐξελήλυθ’, . . ὄλολυς οὗτός ἐστι·
5λιπαρὸς περιπατεῖ Δημοκλῆς, ζωμὸς κατωνόμασται· χαίρει τις αὐχμῶν ἢ ῥυπῶν, κονιορτὸς ἀναπέφηνεν· ὄπισθεν ἀκολουθεῖ κόλαξ τῳ, λέμβος ἐπικέκληται· τὰ πόλλ’ ἄδειπνος περιπατεῖ, κεστρῖνός ἐστι νῆστις. εἰς τοὺς καλοὺς δ’ ἄν τις βλέπῃ, καινὸς θεατροποιός·
10ὑφείλετ’ ἄρνα ποιμένος παίζων, Ἀτρεὺς ἐκλήθη·
ἐὰν δὲ κριόν, Φρίξος· ἂν δὲ κωδάριον, Ἰάσων.148

tit 35-36

ΟΠΛΟΜΑΧΟΣ

35

μάγαδιν λαλήσω μικρὸν ἅμα σοι καὶ μέγαν.

36

λεπτοτέρως

tit 37-38

ΠΑΝΔΑΡΟΣ

37

οὐκ ἐπικεκυφὼς ὀρθός, ὦ βέλτιστ’, ἔσει· αὕτη δὲ καριδοῖ τὸ σῶμα καμπύλη,
ἄγκυρά τ’ ἐστὶν ἄντικρυς τοῦ σώματος.149

38

Ἄρεος παιδίον

tit 39

ΠΟΛΕΙΣ

39

οὐκ ἂν δυναίμην συμμαχεῖν ὑμῖν ἐγώ· οὔθ’ οἱ τρόποι γὰρ ὁμονοοῦς’ οὔθ’ οἱ νόμοι ἡμῶν, ἀπ’ ἀλλήλων δὲ διέχουσιν πολύ. βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς·
5τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα, ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολύ. οὐκ ἐσθίεις ὕει’, ἐγὼ δέ γ’ ἥδομαι μάλιστα τούτοις· κύνα σέβεις, τύπτω δ’ ἐγώ, τοὔψον κατεσθίουσαν ἡνίκ’ ἂν λάβω.
10τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος εἶναι, παρ’ ὑμῖν δ’, ὡς ἔοικ’, ἀπηργμένους. τὸν αἰέλουρον κακὸν ἔχοντ’ ἐὰν ἴδῃς, κλάεις, ἐγὼ δ’ ἥδιστ’ ἀποκτείνας δέρω. δύναται παρ’ ὑμῖν μυγαλῆ, παρ’ ἐμοὶ δέ γ’ οὔ.

tit 40-41

ΠΡΩΤΕΣΙΛΑΟΣ150

40

μύρῳ δὲ παρὰ Πέρωνος, οὗπερ ἀπέδοτο ἐχθὲς Μελανώπῳ πολυτελοῦς Αἰγυπτίου, ᾧ νῦν ἀλείφει τοὺς πόδας Καλλιστράτου.

41

κἂν ταῦτα ποιῆθ’ ὥσπερ φράζω, λαμπροῖς δείπνοις δεξόμεθ’ ὑμᾶς, οὐδὲν ὁμοίοις τοῖς Ἰφικράτους τοῖς ἐν Θρᾴκῃ· καίτοι φασὶν
5βουβαυκαλόσαυλα γενέσθαι. κατὰ τὴν ἀγορὰν μὲν ὑπεστρῶσθαι στρώμαθ’ ἁλουργῆ μέχρι τῆς ἄρκτου· δειπνεῖν δ’ ἄνδρας βουτυροφάγας, αὐχμηροκόμας μυριοπληθεῖς·
10τοὺς δὲ λέβητας χαλκοῦς εἶναι, μείζους λάκκων δωδεκακλίνων·
αὐτὸν δὲ Κότυν περιεζῶσθαι ζωμόν τε φέρειν ἐν χοῒ χρυσῇ, καὶ γευόμενον τῶν κρατήρων151
15πρότερον μεθύειν τῶν πινόντων. αὐλεῖν δ’ αὐτοῖς Ἀντιγενείδαν, Ἀργᾶν δ’ ᾄδειν καὶ κιθαρίζειν Κηφισόδοτον τὸν Ἀχαρνῆθεν, μέλπειν δ’ ᾠδαῖς
20τοτὲ μὲν Σπάρτην τὴν εὐρύχορον, τοτὲ δ’ αὖ Θήβας τὰς ἑπταπύλους τὰς ἁρμονίας μεταβάλλειν. φερνάς τε λαβεῖν δύο μὲν ξανθῶν ἵππων ἀγέλας, αἰγῶν τ’ ἀγέλην,
25χρυσοῦν τε σάκος . . . φιάλην τε λεπαστήν, Χίου τε πρόχουν, κέρχνων τε χύτραν, βολβῶν τε σιρὸν δωδεκάπηχυν καὶ πουλυπόδων ἑκατόμβην.
30ταῦτα μὲν οὕτως φασὶ ποιῆσαι Κότυν ἐν Θρᾴκῃ, γάμον Ἰφικράτει. τούτων δ’ ἔσται πολὺ σεμνότερον καὶ λαμπρότερον παρὰ δεσποσύνοις τοῖς ἡμετέροις. τί γὰρ ἐκλείπει
35δόμος ἡμέτερος ποίων ἀγαθῶν; οὐ σμύρνης καὶ Συρίας ὀδμαὶ λιβάνου τε πνοαί; τερενοχρῶτες μαζῶν ὄψεις, ἄρτων, ἀμύλων, πουλυποδείων, χολίκων, δημοῦ,
40φυσκῶν, ζωμοῦ, τεύτλων, θρίων, λεκίθου, σκορόδων, ἀφύης, σκόμβρων, ἐνθρυμματίδων, πτισάνης, ἀθάρης, κυάμων, λαθύρων, ὤχρων, δολίχων, μέλιτος, τυροῦ, χορίων, πυρῶν,
45καρύων, χόνδρου. κάραβοι ὀπτοί, τευθίδες ὀπταί, κεστρεὺς ἑφθός, σηπίαι ἑφθαί, μύραιν’ ἑφθή, κωβιοὶ ἑφθοί, θυννίδες ὀπταί, φυκίδες ἑφθαί,

41

(50)

βάτραχοι, πέρκαι, συνόδοντες, ὄνοι, βατίδες, ψῆτται, γαλεός, κόκκυξ, θρίτται, νάρκαι, ῥίνης τεμάχη, σχαδόνες, βότρυες, σῦκα, πλακοῦντες, μῆλα, κράνειαι,152
55ῥόαι, ἕρπυλλος, μήκων, ἀχράδες, κνῆκος, ἐλᾶαι, στέμφυλ’, ἄμητες, πράσα, γήτειον, κρόμμυα, φυστή, βολβοί, καυλοί, σίλφιον, ὄξος, μάραθ’, ᾠά, φακή, τέττιγες, ὀποί,
60κάρδαμα, σήσαμα, κήρυκες, ἅλες, πίνναι, λεπάδες, μύες, ὄστρεια, κτένες, ὄρκυνες· καὶ πρὸς τούτοις ὀρνιθαρίων ἀφάτων πλῆθος, νηττῶν, φαττῶν· χῆνες, στρουθοί,
65κίχλαι, κόρυδοι, κίτται, κύκνοι, πελεκάν, κίγκλοι, γέρανος— Β. τουδὶ τοῦ χάσκοντος διατειναμένη διὰ τοῦ πρωκτοῦ καὶ τῶν πλευρῶν διακόψειεν τὸ μέτωπον.
70οἶνοι δέ σοι λευκὸς . . .
γλυκὺς αὐθιγενὴς ἡδὺς καπνίας.153

tit 42

ΣΑΜΙΑ

42

τὸ γὰρ κολακεύειν νῦν ἀρέσκειν ὄνομ’ ἔχει.

tit 43

ΣΑΤΥΡΙΑΣ

43

ὠτάρια

tit 44

ΣΩΣΙΠΠΟΣ

44

πτόλιν155

tit 45-47

ΤΗΡΕΥΣ

45

ὄρνις κεκλήσει. Β. διὰ τί, πρὸς τῆς Ἑστίας; πότερον καταφαγὼν τὴν πατρῴαν οὐσίαν ὥσπερ Πολύευκτος ὁ καλός; Α. οὐ δῆτ’, ἀλλ’ ὅτι ἄρρην ὑπὸ θηλειῶν κατεκόπης.

46

ἀλλ’ οἷα νύμφη βασιλὶς ὠνομασμένη μύροις Μεγαλλείοισι σῶμ’ ἀλείφεται.

47

ὀχευομένους δὲ τοὺς κάπρους
καὶ τὰς ἀλεκτρυόνας θεωροῦς’ ἄσμενοι.156

tit 48

ΥΒΡΙΣ

48

οὔκουν λαβὼν τὸν φανὸν ἅψεις μοι λύχνον;

tit 49-50

ΦΑΡΜΑΚΟΜΑΝΤΙΣ

49

ὅτι εἴμ’ ἀλαζών, τοῦτ’ ἐπιτιμᾷς; ἀλλὰ τί; νικᾷ γὰρ αὕτη τὰς τέχνας πάσας πολὺ μετὰ τὴν κολακείαν. ἥδε μὲν γὰρ διαφέρει.

50

ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δὴ σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ.

tit 51

ΦΙΑΛΗΦΟΡΟΣ157

51

τὸν μόναυλον ποῖ τέτροφας; οὗτος Σύρε. Β. ποῖον μόναυλον; Α. τὸν κάλαμον.

tit 52-77

ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ

52

ὅστις γαμεῖν βουλεύετ’, οὐ βουλεύεται ὀρθῶς, διότι βουλεύεται χοὔτω γαμεῖ. πολλῶν κακῶν γάρ ἐστιν ἀρχὴ τῷ βίῳ. ἢ γὰρ πένης ὢν τὴν γυναῖκα χρήματα
5λαβὼν ἔχει δέσποιναν, οὐ γυναῖκ’ ἔτι, ἧς ἐστι δοῦλος καὶ πένης. ἢν δ’ αὖ λάβῃ μηδὲν φερομένην, δοῦλος αὐτὸς γίνεται· δεῖ γὰρ τὸ λοιπὸν ἀνθ’ ἑνὸς τρέφειν δύο. ἀλλ’ ἔλαβεν αἰσχράν· οὐ βιωτόν ἐστ’ ἔτι,
10οὐδ’ εἴσοδος τὸ παράπαν εἰς τὴν οἰκίαν. ἀλλ’ ἔλαβεν ὡραίαν τις· οὐδὲν γίνεται μᾶλλόν τι τοῦ γήμαντος ἢ τῶν γειτόνων·
ὥστ’ οὐδαμῶς κακοῦ γ’ ἁμαρτεῖν γίνεται.158

53

οὔτοι τὸ γῆράς ἐστιν, ὡς οἴει, πάτερ, τῶν φορτίων μέγιστον, ἀλλ’ ὃς ἂν φέρῃ ἀγνωμόνως αὔθ’, οὗτός ἐστιν αἴτιος· οὐδ’ εὐκόλως, ἐνίοτε κοιμίζειν ποιεῖ
5μεταλαμβάνων ἐπιδέξι’ αὐτοῦ τὸν τρόπον λύπην τ’ ἀφαιρῶν ἡδονήν τε προστιθείς, λύπην δὲ ποιῶν, εἴτι δυσκόλως ἔχει.

54

ἡδονὴν ἔχει, ὅταν τις εὕρῃ καινὸν ἐνθύμημά τι, δηλοῦν ἅπασιν· οἱ δ’ ἑαυτοῖσιν σοφοὶ πρῶτον μὲν οὐκ ἔχουσι τῆς τέχνης κριτήν,
5εἶτα φθονοῦνται· χρὴ γὰρ εἰς ὄχλον φέρειν ἅπανθ’ ὅς’ ἄν τις καινότητ’ ἔχειν δοκῇ.

55

ὅστις λόγους παρακαταθήκην γὰρ λαβὼν ἐξεῖπεν, ἄδικός ἐστιν ἢ ἀκρατὴς ἄγαν· ὁ μὲν διὰ κέρδος, ἄδικος· ὁ δὲ τούτου δίχα, ἀκρατής· ἴσως δέ γ’ εἰσὶν ἀμφότεροι κακοί.

56

χαλεπή, λέγω σοι, καὶ προσάντης, ὦ τέκνον,
ὁδός ἐστιν, ὡς τὸν πατέρ’ ἀπελθεῖν οἴκαδε παρὰ τἀνδρός, ἥτις ἐστὶ κοσμία γυνή. ὁ γὰρ δίαυλός ἐστιν αἰσχύνην ἔχων.159

57

τὸ νέκταρ ἐσθίω πάνυ μάττων διαπίνω τ’ ἀμβροσίαν, καὶ τῷ Διὶ διακονῶ, καὶ σεμνός εἰμ’ ἑκάστοτε Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος.

58

ἐὰν λούσησθε νῦν ῥάφανόν τε πολλὴν ἐντράγητε, παύσεται τὸ βάρος, διασκεδᾷ τε τὸ προσὸν νῦν νέφος ἐπὶ τοῦ προσώπου.

59

ὦ πονηρὰ καρδία, ἐπιχαιρέκακον ὡς εἶ μόνον τοῦ σώματος·
ὀρχεῖ γὰρ εὐθύς, ἂν ἴδῃς δεδοικότα.160

60

μηδέποτε δοῦλον ἡδονῆς σαυτὸν ποίει· λάγνης γυναικός ἐστιν, οὐκ ἀνδρὸς τόδε.

61

Ἔρως σοφιστοῦ γίνεται διδάσκαλος σκαιοῦ πολὺ κρείττων πρὸς τὸν ἀνθρώπων βίον.

62

ὑπὲρ σεαυτοῦ πρᾶτθ’ ὁτιοῦν, ἄν σοι δοκῇ, ἐγὼ δ’ ὑπὲρ ἐμοῦ.

63

τὸ συνεχὲς ἔργου παντὸς εὑρίσκει τέλος.

64

καλόν γ’ ἀποθανεῖν πρὶν θανάτου δρᾶν ἄξιον.161

65

ἀρκτῆ, λεοντῆ, παρδαλῆ, μοσχῆ, κυνῆ.

66

οὐχὶ παρὰ πολλοῖς ἡ χάρις τίκτει χάριν.

67

ἡ πόλις ἐβούλεθ’, ᾗ νόμων οὐδὲν μέλει.

68

ὑπερήμεροί μοι τῶν γάμων αἱ παρθένοι.

69

ὡς δὴ παχεῖαν τὴν περιζώστραν ἔχει.

70

τρίκλινον δ’ εὐθέως συνήγετο
καὶ συναυλίαι γέροντι.162

71

χοῦς κεκραμένος | ψιθίου

72

πληγὴν ἔχων

73

ἀκολαστάσματα

75

τάχα

76

χορτασμόν

77

ᾠάρια

tit 78-81

ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ

78

κόρης ἀπαλλαττόμεθα ταμιείου πικροῦ.163

79

τὴν ἀξίαν γὰρ δεῖ γαμεῖν τὸν ἄξιον.

80

φιάλας Ἄρεος

81

ὀρίγανον164