TLG 0404 002 :: AMPHIS :: Fragmenta

AMPHIS Comic.
(4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 3. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 301–313, 315–319.

Citation: Play — fragment — (line)

Ath

tit

ΑΘΑΜΑΣ.

Ath

1

Εἶτ’ οὐ γυναικός ἐστιν εὐνοϊκώτερον γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλ’ εἰκότως. ἡ μὲν νόμῳ γὰρ καταφρονοῦς’ ἔνδον μένει, ἡ δ’ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος
5ἅνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον.

Alk

tit

ΑΛΚΜΑΙΩΝ.301

Amp

tit

ΑΜΠΕΛΟΥΡΓΟΣ.

Amp

1

Οὐκ ἔστιν οὐδὲν ἀτυχίας ἀνθρωπίνης παραμύθιον γλυκύτερον ἐν βίῳ τέχνης· ἐπὶ τοῦ μαθήματος γὰρ ἑστηκὼς ὁ νοῦς αὐτοῦ λέληθε παραπλέων τὰς συμφοράς.

Amp

2

Ἐν οἷς ἂν ἀτυχήσῃ τις ἄνθρωπος τόποις, ἥκιστα τούτοις πλησιάζων ἥδεται.

Amph

tit

ΑΜΦΙΚΡΑΤΗΣ.

Amph

1

Τὸ δ’ ἀγαθὸν ὅ τι ποτ’ ἐστίν, οὗ σὺ τυγχάνειν μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτ’ ἐγώ,
ὦ δέσποτ’, ἢ τὸ Πλάτωνος ἀγαθόν· πρόσεχε δή.302

Bal

tit

ΒΑΛΑΝΕΙΟΝ.

Bal

1

Ἀνεβόης’ ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας.

Gynaikok

tit

ΓΥΝΑΙΚΟΚΡΑΤΙΑ.

Gynaikok

1

Πῖνε, παῖζε· θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος· ἀθάνατος ὁ θάνατός ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ.

Gynaikom

tit

ΓΥΝΑΙΚΟΜΑΝΙΑ.

Gynaikom

1

Ἤδη πότ’ ἤκουσας βίον ἀληλεμένον; Β. ναί. Α. τοῦτ’ ἐκεῖν’ ἔστιν σαφῶς· ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ, μύρον, στέφανος, αὐλητρίς. Β. ὦ Διοσκόρω,
5ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας.303

Gynaikom

2

Εὐρύβατε κνισολοιχέ, οὐκ ἔσθ’ ὅπως
οὐκ ὀλβιογάστωρ εἶ σύ.304

Dak

tit

ΔΑΚΤΥΛΙΟΣ.

Dex

tit

ΔΕΞΙΔΗΜΙΔΗΣ.

Dex

1

Ὦ Πλάτων, ὡς οὐδὲν οἶσθα πλὴν σκυθρωπάζειν μόνον,
ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς.305

Dith

tit

ΔΙΘΥΡΑΜΒΟΣ.

Dith

1

Α. Ἐγὼ δὲ τὸν γίγγραντα τὸν σοφώτατον. Β. τίς δ’ ἔσθ’ ὁ γίγγρας; Α. καινὸν ἐξεύρημά τι ἡμέτερον, ὃ θεάτρῳ μὲν οὐδεπώποτε ἔδειξ’, Ἀθήνησιν δὲ κατακεχρημένον
5ἐν συμποσίοις ἤδη ’στί. Β. διὰ τί δ’ οὐκ ἄγεις εἰς τὸν ὄχλον αὐτό; Α. διότι φυλὴν περιμένω σφόδρα φιλονεικοῦσαν λαχεῖν τιν’· οἶδα γάρ
ὅτι πάντα πράγματ’ ἀνατριαινώσει κρότοις.306

Dith

2

Τί φῄς; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμέ, ὡς ἔστ’ ἐραστής, ὅστις ὡραῖον φιλῶν τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς; ἄφρων γ’ ἀληθῶς. οὔτε τοῦτο πείθομαι,
5οὔθ’ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται.

Hep

tit

ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ.

Hep

1

Γλαῦκοι δ’ ὅλοι, ῥαχιστὰ κρανίων μέρη
εὔσαρκα.307

Eri

tit

ΕΡΙΘΟΙ.

Eri

1

Εἶτ’ οὐχὶ χρυσοῦν ἐστι πρᾶγμ’ ἐρημία; ὁ πατήρ γε τοῦ ζῆν ἐστιν ἀνθρώποις ἀγρός, πενίαν τε συγκρύπτειν ἐπίσταται μόνος, ἄστυ δὲ θέατρον ἀτυχίας σαφοῦς γέμον.

Eri

2

Ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνούς.

Ial

tit

ΙΑΛΕΜΟΣ.

Ial

1

Ἐν ταῖς θριδακίναις ταῖς κάκιστ’ ἀπολουμέναις, ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ’ ἐτῶν, ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν, στρέφοιθ’ ὅλην τὴν νύκτα, μηδὲ ἓν πλέον
5ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας
τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην.308

Ial

2

Ὅστις δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δ’ ἄλλ’ ἐᾷ, μάταιός ἐστιν ἔν γ’ ἐμοὶ καὶ τοῖς σοφοῖς
κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής.309

Ial

3

Ὅστις κορακῖνον ἐσθίει θαλάττιον γλαύκου παρόντος, οὗτος οὐκ ἔχει φρένας.

Kou

tit

ΚΟΥΡΙΣ.

Kou

1-2

Τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ, ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται, παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου
5ἔνδον κάθητ’ ἀπόπληκτος οὐδ’ ἐξέρχεται.

Kyb

tit

ΚΥΒΕΥΤΑΙ.310

Leu

tit

ΛΕΥΚΑΣ.

Leu

1

Ὅστις ἀγοράζων ὄψον, ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν, ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι μαίνεται.

Ody

tit

ΟΔΥΣΣΕΥΣ.

Ody

1

Ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις, ἔπειτ’ ἀλείφειν τῷ Μεγαλλίῳ μύρῳ, καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα. Β. Ἀκήκοας σὺ δέσποτ’ ἤδη πώποτε
5τὸ θυμίαμα τοῦτο;311

Our

tit

ΟΥΡΑΝΟΣ.

Our

1

Εἰς τὴν ἑσπέραν χορταζόμεσθα πᾶσιν ἀγαθοῖς.

Pan

tit

ΠΑΝ.

Pan

1

Ἀτελές γε δεῖπνον οὐ ποιεῖ παροινίαν.

Pla

tit

ΠΛΑΝΟΣ.

Pla

1

Πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστι μυρίαις μοίραις προσελθόντ’ ἀξιωθῆναι λόγου,
λαβεῖν τ’ ἀπόκρισιν ὧν ἂν ἐπερωτᾷ τις, ἤ πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ·312
5οὓς ἂν ἐπερωτήσῃ τις, ἢ λαβών τι τῶν παρακειμένων ἔκυψεν ὥσπερ Τήλεφος πρῶτον σιωπῇ (καὶ δικαίως τοῦτό γε· ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγῳ) ὡσεί τε προσέχων οὐδὲν οὐδ’ ἀκηκοώς
10ἔκρουσε πώλυπόν τιν’ ὁ δ’ ἐπρήσθη καί του λαβὼν ὅλα τὰ ῥήματ’, ἀλλὰ συλλαβὴν ἀφελών, τάρων βολῶν γένοιτ’ ἄν· ἡ δὲ κέστρα; κτὼ βολῶν·
τοιαῦτ’ ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι.313

Pla

2

Παραδεδειπνημένοι παῖδες πάλαι.

Sap

tit

ΣΑΠΦΩ.315

Phila

tit

ΦΙΛΑΔΕΛΦΟΙ.

Phila

1

Κατὰ πόλλ’ ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων. ἡ μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους
5φρόνησις οὖσα, διὰ τὸ λεπτῶς καὶ πυκνῶς πάντ’ ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα ὁρμᾶν προχείρως, ἡ δὲ διὰ τὸ μὴ σαφῶς τί ποτ’ ἀφ’ ἑκάστου πράγματος συμβήσεται διαλελογίσθαι δρᾷ τι καὶ νεανικόν
10καὶ θερμόν.

Phila

2

Ἄπολλον, ὡς δυσάρεστόν ἐστ’ ἀνιώμενος ἄνθρωπος ἐφ’ ἅπασίν τε δυσχερῶς ἔχει.

Phile

tit

ΦΙΛΕΤΑΙΡΟΣ.

Phile

1

Ἔχειν καθαρίως ἐγχελύδιόν τι καί γλαυκινιδίου κεφάλαια καὶ λαβρακίου
τεμάχια.316

IFF

tit

INCERTARUM FABULARUM FRAGMENTA.

IFF

1

Ποδαπὸς σύ; φράσον. Β. Ἀκάνθιος. Α. εἶτα πρὸς
1
θεῶν οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ, καὶ τοὔνομ’ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις ἔχεις, τὰ δ’ ἤθη τῶν πολιτῶν οὐκ ἔχεις;

IFF

2

Οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης οὐδὲν τοσοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω λύπην τίν’. οὕτως ἐξελαύνει γὰρ ταχύ,
σφόδρα λῆρον ὥστε τὰς ῥαφάνους ὄντως δοκεῖν.317

IFF

3

Ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ, τοῦτον ταχέως νόμιζε καὶ τάξιν λιπεῖν.

IFF

4

Ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακοί, Ἰκάριος οἶνος, ἰσχάδες Κιμώλιαι.

IFF

5

Ἐνῆν ἄρ’, ὡς ἔοικε, κἀν οἴνῳ λόγος, ἔνιοι δ’ ὕδωρ πίνοντές εἰς’ ἀβέλτεροι.

IFF

6

Ὁ συκάμινος συκάμιν’, ὁρᾷς, φορεῖ, ὁ πρῖνος ἀκύλους, ὁ κόμαρος μιμαίκυλα,
κράνεια μέσπιλα.318

IFF

7

Πίνους’ ἑκάστης ἡμέρας δι’ ἡμέρας.

IFF

8

Ὅστις γὰρ ὀμνύοντι μηδὲν πείθεται, αὐτὸς ἐπιορκεῖν ῥᾳδίως ἐπίσταται.

IFF

9

Οὐκ ἔστι κρεῖττον τοῦ σιωπᾶν οὐδὲ ἕν.

IFF

10

Οὐχ ὑποστρώσεις ποτέ
τρίκλινον;319