TLG 0404 001 :: AMPHIS :: Fragmenta Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 2. Leipzig: Teubner, 1884: 236–250. frr. 1–23, 25–46, 49–51 + tituli Citation: Fragment — (line) | ||
tit 1 | ΑΘΑΜΑΣ | |
1 | εἶτ’ οὐ γυναικός ἐστιν εὐνοϊκώτερον γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλ’ εἰκότως. ἡ μὲν νόμῳ γὰρ καταφρονοῦς’ ἔνδον μένει, ἡ δ’ οἶδεν ὅτι ἢ τοῖς τρόποις ὠνητέος | |
5 | ἅνθρωπός ἐστιν ἢ πρὸς ἄλλον ἀπιτέον. | |
---|---|---|
t,post 1 | ΑΚΚΩ | |
tit,ante 2 | ΑΛΕΙΠΤΡΙΑ | |
tit 2 | ΑΛΚΜΕΩΝ | |
2 | περιθέτην | 236 |
tit 3-5 | ΑΜΠΕΛΟΥΡΓΟΣ | |
3 | οὐκ ἔστιν οὐδὲν ἀτυχίας ἀνθρωπίνης παραμύθιον γλυκύτερον ἐν βίῳ τέχνης· ἐπὶ τοῦ μαθήματος γὰρ ἑστηκὼς ὁ νοῦς αὑτὸν λέληθε παραπλέων τὰς συμφοράς. | |
4 | ἐν οἷς ἂν ἀτυχήσῃ τις ἄνθρωπος τόποις, ἥκιστα τούτοις πλησιάζων ἥδεται. | |
5 | μικρόν τι κέρμα | |
tit 6 | ΑΜΦΙΚΡΑΤΗΣ | |
6 | τὸ δ’ ἀγαθὸν ὅ τι ποτ’ ἐστίν, οὗ σὺ τυγχάνειν μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτ’ ἐγώ, ὦ δέσποτ’, ἢ τὸ Πλάτωνος ἀγαθόν. Β. πρόσεχε δή. | |
tit 7 | ΒΑΛΑΝΕΙΟΝ | |
7 | ἀνεβόης’ ὕδωρ ἐνεγκεῖν θερμόν, ἄλλος μετάκερας. | 237 |
tit 8 | ΓΥΝΑΙΚΟΚΡΑΤΙΑ | |
8 | πῖνε, παῖζε· θνητὸς ὁ βίος, ὀλίγος οὑπὶ γῇ χρόνος· ἀθάνατος ὁ θάνατός ἐστιν, ἂν ἅπαξ τις ἀποθάνῃ. | |
tit 9-11 | ΓΥΝΑΙΚΟΜΑΝΙΑ | |
9 | ἤδη ποτ’ ἤκουσας βίον ἀληλεμένον; Β. ναί· τοῦτ’ ἐκεῖν’ ἐστὶν σαφῶς· ἄμητες, οἶνος ἡδύς, ᾠά, σησαμαῖ, μύρον, στέφανος, αὐλητρίς. Α. ὦ Διοσκόρω, | |
5 | ὀνόματα τῶν δώδεκα θεῶν διελήλυθας. | |
10 | Εὐρύβατε κνισολοιχέ, οὐκ ἔσθ’ ὅπως | |
οὐκ ὀλβιογάστωρ εἶ σύ. | 238 | |
11 | εὐκυβεῖν | |
tit 12 | ΔΑΚΤΥΛΙΟΣ | |
12 | κατ’ ἀγρόν | |
tit 13 | ΔΕΞΙΔΗΜΙΔΗΣ | |
13 | ὦ Πλάτων, ὡς οὐδὲν οἶσθα πλὴν σκυθρωπάζειν μόνον, ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς. | |
tit 14-15 | ΔΙΘΥΡΑΜΒΟΣ | |
14 | ἐγὼ δὲ τὸν γίγγραν γε τὸν σοφώτατον. Β. τίς δ’ ἔσθ’ ὁ γίγγρας; Α. καινὸν ἐξεύρημά τι ἡμέτερον, ὃ θεάτρῳ μὲν οὐδεπώποτε ἔδειξ’, Ἀθήνησιν δὲ κατακεχρημένον | |
5 | ἐν συμποσίοις ἰδίᾳ ’στί. Β. διὰ τί δ’ οὐκ ἄγεις εἰς τὸν ὄχλον αὐτόν; Α. διότι φυλὴν περιμένω σφόδρα φιλονεικοῦσαν λαχεῖν τιν’· οἶδα γὰρ | |
ὅτι πάντα πράγματ’ ἀνατριαινώσω κρότοις. | 239 | |
15 | τί φής; σὺ ταυτὶ προσδοκᾷς πείσειν ἐμέ, ὡς ἔστ’ ἐραστής, ὅστις ὡραῖον φιλῶν τρόπων ἐραστής ἐστι, τὴν ὄψιν παρείς; ἄφρων γ’ ἀληθῶς. οὔτε τοῦτο πείθομαι, | |
5 | οὔθ’ ὡς πένης ἄνθρωπος ἐνοχλῶν πολλάκις τοῖς εὐποροῦσιν οὐ λαβεῖν τι βούλεται. | |
tit 16 | ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ | |
16 | γλαῦκοι δ’ ὅλοι, ῥαχιστὰ κρανίων μέρη | |
εὔσαρκα | 240 | |
tit 17-19 | ΕΡΙΘΟΙ | |
17 | εἶτ’ οὐχὶ χρυσοῦν ἐστι πρᾶγμ’ ἐρημία; ὁ πατήρ γε τοῦ ζῆν ἐστιν ἀνθρώποις ἀγρός, πενίαν τε συγκρύπτειν ἐπίσταται μόνος, ἄστυ δὲ θέατρον ἀτυχίας σαφοῦς γέμον. | |
18 | ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνοῖς. | |
19 | νεανισκεύεται | |
tit 20-22 | ΙΑΛΕΜΟΣ | |
20 | ἐν ταῖς θριδακίναις ταῖς κάκιστ’ ἀπολουμέναις, ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ’ ἐτῶν, ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν, στρέφοιθ’ ὅλην τὴν νύκτα, μηδὲ ἓν πλέον | |
5 | ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας | |
τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην. | 241 | |
21 | ὅστις δὲ θνητὸς γενόμενος μὴ τῷ βίῳ ζητεῖ τι τερπνὸν προσφέρειν, τὰ δ’ ἄλλ’ ἐᾷ, μάταιός ἐστιν ἔν γ’ ἐμοὶ καὶ τοῖς σοφοῖς κριταῖς ἅπασιν ἐκ θεῶν τε δυστυχής. | |
22 | ὅστις κορακῖνον ἐσθίει θαλάττιον γλαύκου παρόντος, οὗτος οὐκ ἔχει φρένας. | |
t,post 22 | ΚΑΛΛΙΣΤΩ | |
tit,ante 23 | ΚΟΝΙΑΤΗΣ | |
tit 23-24 | ΚΟΥΡΙΣ | |
23 | τυφλὸς ὁ Πλοῦτος εἶναί μοι δοκεῖ, | |
ὅστις γε παρὰ ταύτην μὲν οὐκ εἰσέρχεται, παρὰ δὲ Σινώπῃ καὶ Λύκᾳ καὶ Ναννίῳ ἑτέραις τε τοιαύταισι παγίσι τοῦ βίου | 242 | |
5 | ἔνδον κάθητ’ ἀπόπληκτος οὐδ’ ἐξέρχεται. | |
tit 25 | ΚΥΒΕΥΤΑΙ | |
25 | τὸν σκιραφευτήν | |
tit 26 | ΛΕΥΚΑΔΙΑ | |
26 | ὅστις ἀγοράζων ὄψον . . . . . ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν, ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται. | |
tit 27 | ΟΔΥΣΣΕΥΣ | |
27 | ἐρίοισι τοὺς τοίχους κύκλῳ Μιλησίοις, ἔπειτ’ ἀλείφειν τῷ Μεγαλλείῳ μύρῳ, | |
καὶ τὴν βασιλικὴν θυμιᾶτε μίνδακα. Β. ἀκήκοας σύ, δέσποτ’, ἤδη πώποτε | 243 | |
5 | τὸ θυμίαμα τοῦτο; | |
tit,ante 28 | ΟΠΩΡΑ | |
tit 28 | ΟΥΡΑΝΟΣ | |
28 | εἰς τὴν ἑσπέραν χορτάζομεν ἅπασιν ἀγαθοῖς. | |
tit 29 | ΠΑΝ | |
29 | δεῖπνον γὰρ ἀτελὲς οὐ ποιεῖ παροινίαν. | |
tit 30-31 | ΠΛΑΝΟΣ | |
30 | πρὸς τοὺς στρατηγοὺς ῥᾷόν ἐστι μυρίαις μοίραις προσελθόντ’ ἀξιωθῆναι λόγου, λαβεῖν τ’ ἀπόκρισιν ὧν ἂν ἐπερωτᾷ τις, ἢ πρὸς τοὺς καταράτους ἰχθυοπώλας ἐν ἀγορᾷ· | |
5 | οὓς ἂν ἐρωτήσῃ τις ἀναλαβών τι τῶν παρακειμένων, ἔκυψεν ὥσπερ Τήλεφος πρῶτον σιωπῇ (καὶ δικαίως τοῦτό γε· | |
ἅπαντες ἀνδροφόνοι γάρ εἰσιν ἑνὶ λόγῳ) ὡσεί τε προσέχων οὐδὲν οὐδ’ ἀκηκοὼς | 244 | |
10 | ἔκρουσε πουλύπουν τιν’ ὁ δ’ ἐπρήσθη καὶ τοτ’ οὐ λαλῶν ὅλα τὰ ῥήματ’, ἀλλὰ συλλαβὴν ἀφελών, ‘ττάρων βολῶν γένοιτ’ ἄν·‘ ‘ἡ δὲ κέστρα;‘ ‘κτὼ βολῶν·‘ τοιαῦτ’ ἀκοῦσαι δεῖ τὸν ὀψωνοῦντά τι. | |
31 | παραδεδειπνημένος, παῖδες, πάλαι | 245 |
tit 32 | ΣΑΠΦΩ | |
32 | διενεχθῆναι | |
tit 33-34 | ΦΙΛΑΔΕΛΦΟΙ | |
33 | κατὰ πόλλ’ ἐπαινῶ μᾶλλον ἡμῶν τὸν βίον τὸν τῶν φιλοποτῶν ἤπερ ὑμῶν τῶν μόνον ἐν τῷ μετώπῳ νοῦν ἔχειν εἰωθότων. ἡ μὲν γὰρ ἐπὶ τοῦ συντετάχθαι διὰ τέλους | |
5 | φρόνησις οὖσα, διὰ τὸ λεπτῶς καὶ πυκνῶς πάντ’ ἐξετάζειν δέδιεν ἐπὶ τὰ πράγματα ὁρμᾶν προχείρως, ἡ δὲ διὰ τὸ μὴ σαφῶς τί ποτ’ ἀφ’ ἑκάστου πράγματος συμβήσεται διαλελογίσθαι δρᾷ τι καὶ νεανικὸν | |
10 | καὶ θερμόν. | |
34 | Ἄπολλον, ὡς δυσάρεστόν ἐστ’ ἀνιώμενος ἄνθρωπος ἐφ’ ἅπασίν τε δυσχερῶς ἔχει. | |
tit 35 | ΦΙΛΕΤΑΙΡΟΣ | 246 |
35 | ἔχειν καθαρείως ἐγχελύδιόν τι καὶ γλαυκινιδίου κεφάλαια καὶ λαβρακίου τεμάχια. | |
tit 36-50 | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | |
36 | ποδαπὸς σύ; φράσον. Β. Ἀκάνθιος. Α. εἶτα πρὸς θεῶν οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ, καὶ τοὔνομ’ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις ἔχεις, τὰ δ’ ἤθη τῶν πολιτῶν οὐκ ἔχεις; | |
37 | οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης οὐδὲν τοιοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω λύπην τιν’. οὕτως ἐξελαύνει γὰρ σφόδρα λῆρον ὥστε τὰς ῥαφάνους οὕτω δοκεῖν. | |
38 | ὁ συκάμινος συκάμιν’, ὁρᾷς, φέρει, ὁ πρῖνος ἀκύλους, ὁ κόμαρος μιμαίκυλα, | |
κράνεια μέσπιλα. | 247 | |
39 | ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ, τοῦτον ταχέως νόμιζε κἂν τάξιν λιπεῖν. | |
40 | ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακοί, Ἰκάριος οἶνος, ἰσχάδες Κιμώλιαι. | |
41 | ἐνῆν ἄρ’, ὡς ἔοικε, κἀν οἴνῳ λόγος, ἔνιοι δ’ ὕδωρ πίνοντές εἰς’ ἀβέλτεροι. | |
42 | ὅστις γὰρ ὀμνύοντι μηδὲν πείθεται, αὐτὸς ἐπιορκεῖν ῥᾳδίως ἐπίσταται. | |
43 | πίνους’ ἑκάστης ἡμέρας δι’ ἡμέρας. | 248 |
44 | οὐκ ἔστι κρεῖττον τοῦ σιωπᾶν οὐδὲ ἕν. | |
45 | ὅπου τις ἀλγεῖ, κεῖσε καὶ τὸν νοῦν ἔχει. | |
46 | οὐχ ὑποστρώσεις ποτὲ | |
τρίκλινον; | 249 | |
49 | διαπαρθένια δῶρα | |
50 | παρακόμους | |
tit 51 | ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ | |
51 | πυξίον | 250 |