TLG 0403 002 :: AMIPSIAS :: Fragmenta

AMIPSIAS Comic.
(5–4 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 2.2. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 701–708, 710–711.

Citation: Play — fragment — (line)

Apo

tit

ΑΠΟΚΟΤΤΑΒΙΖΟΝΤΕΣ.

Apo

1

Ἐγὼ δ’ ἰὼν πειράσομαι εἰς τὴν ἀγορὰν ἔργον λαβεῖν. Β. ἧττον γὰρ οὖν νῆστις καθάπερ κεστρεὺς ἀκολουθήσεις ἐμοί.

Apo

2

Ἡ Μανία, φέρ’ ὀξύβαφα καὶ κανθάρους
καὶ τὸν ποδανιπτῆρ’ ἐγχέασα θὔδατος.701

Apo

3

Ἐγὼ δὲ πᾶσίν εἰμι πέντε καὶ δύο.

Apo

4

Δυοῖν ὀβολοῖν ἔγχουσα καὶ ψιμύθιον.702

Kat

tit

ΚΑΤΕΣΘΙΩΝ.

Kon

tit

ΚΟΝΝΟΣ.

Kon

1

Σώκρατες ἀνδρῶν βέλτιστ’ ὀλίγων, πολλῶν δὲ ματαιό‐
1
ταθ’, ἥκεις καὶ σὺ πρὸς ἡμᾶς καρτερικός τ’ εἶ; πόθεν ἄν σοι χλαῖνα
2
γένοιτο; Β. τουτὶ τὸ κακὸν τῶν σκυτοτόμων κατ’ ἐπήρειαν γε‐
3γένηται.
οὗτος μέντοι πεινῶν οὕτως οὐπώποτ’ ἔτλη κολακεῦσαι.703

Kon

2

Ὥστε ποιοῦντες χρησμοὺς αὐτοὶ διδόας’ ᾄδειν
Διοπείθει τῷ παραμαινομένῳ.704

Kon

3

Δίδοται μάλισθ’ ἱερώσυνα, κωλῆ, τὸ πλευρόν, ἡμίκραιρ’ ἀριστερά.

Kon

4

Ὀρφοῖσι σελαχίοις τε καὶ φάγροις βορά.705

Moi

tit

ΜΟΙΧΟΙ.

Moi

1

Καὶ σὺ μὲν * * * ἦλθες καββαλὼν τριώβολον,
καί τί που κἀμαρτύρησας ψεῦδος, ὥστ’ ἀνεψύχης.706

Sap

tit

ΣΑΠΦΩ.

Sph

tit

ΣΦΕΝΔΟΝΗ.

Sph

1

Κοὐδείς σοὐστὶν τῶν πλουτούντων, μὰ τὸν Ἥφαιστον,
1προσομοίως
καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν.707

Sph

2

Λαγὸν ταράξας πῖθι τὸν θαλάσσιον.

Sph

3

Τὸ μὲν δόρυ
μετὰ τῆς ἐπιχάλκου πρὸς Πλαταιαῖς ἀπέβαλεν.708

IFF

tit

INCERTARUM FABULARUM FRAGMENTA.

IFF

1

Αὔλει μοι μέλος, σὺ δ’ ᾆδε πρός· τήνδ’ ἐκπίομαι δ’ ἐγὼ τέως. Β. αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε. „Οὐ χρὴ πόλλ’ ἔχειν θνητὸν ἄνθρωπον,
5„ἀλλ’ ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.710

IFF

2

Ἔρρ’ ἐς κόρακας, μονοφάγε καὶ τοιχωρύχε.

IFF

3

Οὐ σχῖνος οὐδ’ ἀσφάραγος οὐ δάφνης κλάδοι.

IFF

5

Ἐπ’ αὐτὸν ἥκεις τὸν βατῆρα τῆς θύρας.711