TLG 0402 005 :: ALEXIS :: Fragmenta Fragmenta Source: Kock, T. (ed.), Comicorum Atticorum fragmenta, vol. 3. Leipzig: Teubner, 1888: 744. frr. 278b, 303b Citation: Fragment — (line) | ||
278b | ἀλλ’ ἐπὶ τὸ πλῆθος ἐμφερεῖς τοὺς οἰκέτας ἔχοντας ὄψει τοὺς τρόπους τοῖς δεσπόταις. τοῖς ἤθεσιν γὰρ οἷς ὑπηρετοῦς’ ἀεὶ προσέχουσα τούτοις ἡ φύσις κεράννυται. | |
303b | .. πολίτην πτωχαλαζόν’ οἶδ’ ἐγώ, ὃς ἔχων δραχμῆς ἅπαντα τἀργυρώματα ἐβόα καλῶν τὸν παῖδ’, ἕν’ ὄντα καὶ μόνον, ὀνόμασι δὲ ψαμμακοσίοισι χρώμενον, | |
5 | ‘παῖ Στρομβιχίδη, τῶν ἀργυρωμάτων σὺ μὴ τῶν χειμερινῶν νῦν, ἀλλὰ τῶν θερινῶν‘ ἔφη | |
---|---|---|
‘παράθεσ‘. | 744 |