TLG 0402 002 :: ALEXIS :: Fragmenta

ALEXIS Comic.
(4–3 B.C.)

Fragmenta

Source: Meineke, A. (ed.), Fragmenta comicorum Graecorum, vol. 3. Berlin: Reimer, 1840 (repr. Berlin: De Gruyter, 1970): 382–389, 391–423, 425–440, 442–462, 464–522, 524.

Citation: Play — fragment — (line)

Agk

tit

ΑΓΚΥΛΙΩΝ.

Agk

1

Λέγεις περὶ ὧν οὐκ οἶσθα, συγγενῶς τρέχων
Πλάτωνι, καὶ γνώσει λίτρον καὶ κρόμμυον.382

Ago

tit

ΑΓΩΝΙΣ Η ΙΠΠΙΣΚΟΣ.

Ago

1

Ὦ μῆτερ, ἱκετεύω σε, μὴ ’πίσειέ μοι τὸν Μισγόλαν· οὐ γὰρ κιθαρῳδός εἰμ’ ἐγώ.

Ago

2

Ἀπήντων τῷ ξένῳ εἰς τὴν κατάλυσιν, ἠσόνην αἴθων ἀνήρ, τοῖς παισί τ’ εἶπα, δύο γὰρ ἦγον οἴκοθεν, τἀκπώματ’ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα
5θεῖναι. κύαθος δ’ ἦν ἀργυροῦς, τἀκπώματα ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας, ψυκτηρίδιον δὲ δέκ’ ὀβολούς, Φιλιππίδου
λεπτότερον.383

Ago

3

Ὁ τρίτος οὗτος δ’ ἔχει σύκων κυλιστὸν στέφανον· ἀλλ’ ἔχαιρε καί
ζῶν τοῖς τοιούτοις.384

Ago

4

Μεστὴν ἀκράτου θηρίκλειον ἔσπασεν κοίλην ὑπερθύουσαν.

Ade

tit

ΑΔΕΛΦΟΙ.

Ade

1

Ἐγὼ δέδωκα γάρ τι ταύταις; εἰπέ μοι. Β. οὐκ ἀλλ’ ἀπέδωκας, ἐνέχυρον δήπου λαβών.

Aip

tit

ΑΙΠΟΛΟΙ.385

Ais

tit

ΑΙΣΩΠΟΣ.

Ais

1

Κομψόν γε τοῦτ’ ἐστὶν παρ’ ὑμῖν, ὦ Σόλων, ἐν ταῖς Ἀθήναις, δεξιῶς θ’ εὑρημένον. Σ. τὸ ποῖον; Α. ἐν τοῖς συμποσίοις οὐ πίνετε ἄκρατον. Σ. οὐ γὰρ ῥᾴδιον· πωλοῦσι γάρ
5ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον, οὐχ ἵνα τι κερδαίνωσι, τῶν δ’ ὠνουμένων προνοούμενοι τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν ἐκ κραιπάλης. τοῦτ’ ἔσθ’, ὁρᾷς, Ἑλληνικός πότος, μετρίοισι χρωμένους ποτηρίοις
10λαλεῖν τι καὶ ληρεῖν πρὸς αὑτοὺς ἡδέως· τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος,
ψυκτῆρι πίνειν καὶ κάδοις· θάνατος μὲν οὖν.386

Aich

tit

ΑΙΧΜΑΛΩΤΟΣ.

Alei

tit

ΑΛΕΙΠΤΡΙΑ.

Amph

tit

ΑΜΦΩΤΙΣ.

Amph

1

Ὀνοκόπος
τῶν τοὺς ἀλετῶνας τῶνδε κοπτόντων ὄνους.387

Amp

tit

ΑΜΠΕΛΟΥΡΓΟΣ.

Ant

tit

ΑΝΤΕΙΑ.

Apob

tit

ΑΠΟΒΑΤΗΣ.

Apob

1

Χορόνικος ὁ ποιητὴς ὁδί. Β. τίνων ποιητὴς ᾀσμάτων; Α. σεμνῶν πάνυ. Β. τί πρὸς τὸν Ἀργᾶν οὗτος; Α. ἡμέρας δρόμῳ
κρείττων.388

Ape

tit

ΑΠΕΓΛΑΥΚΩΜΕΝΟΣ.

Ape

1

Α. Παρ’ ἐμοῦ δ’, ἐὰν μὴ καθ’ ἓν ἕκαστον πάντα δῷς, χαλκοῦ μέρος δωδέκατον οὐκ ἂν ἀπολάβοις. Β. δίκαιος ὁ λόγος. Α. ἀβάκιον, ψῆφον· λέγε. Β. ἔστ’ ὠμοτάριχος πέντε χαλκῶν. Α. λέγ’ ἕτερον.
5Β. μῦς ἑπτὰ χαλκῶν. Α. οὐδὲν ἀσεβεῖς οὐδέπω λέγε. Β. τῶν ἐχίνων ὀβολός. Α. ἁγνεύεις ἔτι. Β. ἆρ’ ἦν μετὰ ταῦθ’ ἡ ῥάφανος ἣν ἐβοᾶτε; Α. ναί· χρηστὴ γὰρ ἦν. Β. ἔδωκα ταύτης δύ’ ὀβολούς. Α. τί γὰρ ἐβοῶμεν; Β. τὸ κύβιον τριωβόλου.
10Α. ὀνεῖν κεχειρῶν γε οὐκ ἐπράξατ’ οὐδὲ ἕν. Β. οὐκ οἶσθας ὦ μακάριε τὴν ἀγοράν, ὅτι κατεδηδόκασι τὰ λάχαν’ αἱ τρωξαλλίδες. Α. διὰ τοῦτο τὸ τάριχος τέθεικας διπλασίου; Β. ὁ ταριχοπώλης ἐστίν· ἐλθὼν πυνθάνου.
15γόγγρος δέκ’ ὀβολῶν. Α. οὐχὶ πολλοῦ. λέγ’ ἕτερον. Β. τὸν ὀπτὸν ἰχθὺν ἐπριάμην δραχμῆς. Α. παπαῖ. ὥσπερ πυρετὸς ἀνῆκεν, εἶτ’ ἐν ἐπιτέλει· Β. πρόσθες τὸν οἶνον, ὃν μεθυόντων προσέλαβον
ὑμῶν, χόας τρεῖς, δέκ’ ὀβολῶν ὁ χούς.389

Ape

2

Τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ἴδω ἀνεσπακότας, δεινὸν μὲν ἡγοῦμαι ποιεῖν, οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν.
5τοὺς δ’ ἰχθυοπώλας τοὺς κάκιστ’ ἀπολουμένους ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δ’ ὀφρῦς ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι. ἐὰν δ’ ἐρωτήσῃς, πόσου τοὺς κεστρέας πωλεῖς δύ’ ὄντας; δέκ’ ὀβολῶν, φησίν. βαρύ·
10ὀκτὼ λάβοις ἄν; —εἴπερ ὠνεῖ τὸν ἕτερον. — ὦ τᾶν λαβὲ καὶ μὴ παῖζε. —τοσουδί. παράτρεχε. —
ταῦτ’ οὐχὶ πικρότερ’ ἐστὶν αὐτῆς τῆς χολῆς;391

Ape

3-4

Καὶ γὰρ ἑψητοί τινες παρῆσαν ἡμῖν δαιδάλεοί πως.
2* * * * Τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνεις; οὐδὲ τριχίδων, οὐδ’ οἷον ἑψητῶν τινῶν;

Apok

tit

ΑΠΟΚΟΠΤΟΜΕΝΟΣ.

Apok

1

Λέγεται γὰρ λόγος
ὑπὸ τῶν σοφιστῶν, μὴ πέτεσθαι τὸν θεόν τὸν Ἔρωτα, τοὺς δ’ ἐρῶντας· αἰτίαν δ’ ἔχειν ἐκεῖνον ἄλλως, ἠγνοηκότας δὲ τοὺς392
5γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν.

Apok

2

Οὐ συμποσίαρχος ἦν γὰρ ἀλλὰ δήμιος ὁ Χαιρέας, κυάθους προπίνων εἴκοσιν.

Arch

tit

ΑΡΧΙΛΟΧΟΣ.

Arch

1

Ὦ τὴν εὐτειχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ, ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν,
κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας.393

Ask

tit

ΑΣΚΛΗΠΙΟΚΛΕΙΔΗΣ.

Ask

1

Οὕτως δ’ ὀψοποιεῖν εὐφυῶς περὶ τὴν Σικελίαν αὐτὸς ἔμαθον, ὥστε τοὺς δειπνοῦντας εἰς τὰ βατάνι’ ἐμβαλεῖν ποιῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.

Aso

tit

ΑΣΩΤΟΔΙΔΑΣΚΑΛΟΣ.

Aso

1

Τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω Λύκειον, Ἀκαδήμειαν, Ὠιδείου πύλας, λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν. πίνωμεν, ἐμπίνωμεν, ὦ Σίκων, Σίκων,
5χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν. τύρβαζε, Μανῆ. γαστρὸς οὐδὲν ἥδιον. αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη. ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι κόμποι κενοὶ ψοφοῦσιν ἀντ’ ὀνειράτων.394
10ψύξει σε δαίμων τῷ πεπρωμένῳ χρόνῳ· ἕξεις δ’ ὅς’ ἂν φάγῃς τε καὶ πίῃς μόνα·
σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.395

Ata

tit

ΑΤΑΛΑΝΤΗ.

Atth

tit

ΑΤΘΙΣ.

Atth

1

Ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς ἔμψυχον οὐδὲν ἐσθίει, σοφός τις ἦν. ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἕν ἔμψυχον. ἰχθῦς ἐπριάμην τεθνηκότας
5μεγάλους· κρεάδι’ ἀρνός ἐστι πίονος
οὐ ζῶντος· οὐχ οἷόν τε γάρ. τί ἄλλο; καί ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐάν δείξῃ τις ἢ φωνήν τι ἢ ψυχὴν ἔχον, ἀδικεῖν ὁμολογῶ καὶ παραβαίνειν τὸν νόμον.396

Atth

2

Πῶς ἐπινεφεῖ τὸ πρῶτον ὁ Ζεὺς ἡσυχῆ, ἔπειτα μᾶλλον μᾶλλον.

Ach

tit

ΑΧΑΙΣ.

Ach

1

Ὅτι πάντα τὰ ζητούμεν’ ἐξευρίσκεται, ἂν μὴ προαποστῇς μηδὲ τὸν πόνον φύγῃς· ὅπου γὰρ εὑρήκασιν ἄνθρωποί τινες μέρος τι τῶν θείων τοσούτῳ τῷ τόπῳ
5ἀπέχοντες, ἄστρων ἐπιτολάς, δύσεις, τροπάς, ἔκλειψιν ἡλίου, τί τῶν κοινῶν κάτω
καὶ συγγενικῶν δύναιτ’ ἂν ἄνθρωπον φυγεῖν;397

Ach

2

Τὴν ἀγκύλην τῆς ἐμβάδος οὐ καλῶς ἔσφιγξας αὖ λυθεῖσαν.

Bos

tit

ΒΟΣΤΡΥΧΟΣ.

Bre

tit

ΒΡΕΤΤΙΑ.

Bre

1

Εἶδές ποτε πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας ἐν ὕδατι πολλῷ; Β. πολλάκις δήπου. τί οὖν; Α. οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει
5τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί;
Β. δηλονότι.398

Bre

2

Τοιοῦτο τὸ ζῆν ἐστιν ὥσπερ οἱ κύβοι· οὐ ταὔτ’ ἀεὶ πίπτουσιν, οὐδὲ τῷ βίῳ ταὐτὸν διαμένει σχῆμα, μεταβολὰς δ’ ἔχει.

Bom

tit

ΒΩΜΟΣ.

Bom

1

Γυνὴ λινουργὸς περιτυχοῦς’ ἀφείλετο.399

Gal

tit

ΓΑΛΑΤΕΙΑ.

Gal

1

Ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν ἐπέθετο· Κυρηναῖος ἦν ἐνταῦθά τις, ὥς φας’, Ἀρίστιππος, σοφιστὴς εὐφυής,
5μᾶλλον δὲ πρωτεύων ἁπάντων τῶν τότε, ἀκολασίᾳ τε τῶν γεγονότων διαφέρων. τούτῳ τάλαντον δοὺς μαθητὴς γίγνεται ὁ δεσπότης. καὶ τὴν τέχνην μὲν οὐ πάνυ
ἐξέμαθε, τὴν δ’ ἀρτηρίαν συνήρπασεν.400

Gal

2

Νάρκην μὲν οὖν, ὥς φασιν, ὠνθυλευμένην ὀπτᾶν ὅλην.

Gra

tit

ΓΡΑΦΗ.

Gra

1

Γεγένηται δ’, ὡς λέγουσι, κἀν Σάμῳ τοιοῦθ’ ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης
ἄνθρωπος ἐγκατέκλεισέ θ’ αὑτὸν τῷ νεῷ.401

Gyn

tit

ΓΥΝΑΙΚΟΚΡΑΤΙΑ.

Gyn

1

Ἐνταῦθα περὶ τὴν ἐσχάτην δεῖ κερκίδα ὑμᾶς καθιζούσας θεωρεῖν ὡς ξένας.

Gyn

2

Ὁ δὲ Κίλιξ ὅδ’ Ἱπποκλῆς,
ὁ ζωμοτάριχος ὑποκριτής.402

Dak

tit

ΔΑΚΤΥΛΙΟΣ.

Dak

1

Εἶτ’ οὐχ ἁπάντων ἐστὶ τὸ μεθύειν κακόν μέγιστον ἀνθρώποισι καὶ βλαβερώτατον;

Dem

tit

ΔΗΜΗΤΡΙΟΣ Η ΦΙΛΕΤΑΙΡΟΣ.

Dem

1

Πρότερον μὲν εἰ πνεύσειε βορρᾶς ἢ νότος ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθῦς οὐκ ἂν ἦν οὐδενὶ φαγεῖν· νυνὶ δὲ πρὸς τοῖς πνεύμασιν τούτοις Φάϋλλος προσγέγονε χειμὼν τρίτος·
5ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ ἐς τὴν ἀγοράν, τοὔψον πριάμενος οἴχεται φέρων ἅπαν τὸ ληφθέν, ὥστε γίγνεται
ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῖν ἡ μάχη.403

Dem

2

Ἀλλ’ αἰσχύνομαι τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν οὕτω προχείρως· οὐκ ἀπαρνοῦμαι δ’ ὅμως· οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις.

Dem

3

Ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους ἁπαλούς, ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτους παθεῖν.

Dem

5

Τοὔψον λαβοῦσαι τοῦτο τἀπεσταλμένον σκευάζετ’, εὐωχεῖσθε, προπόσεις πίνετε,
λέπεσθε, ματτυάζετε.404

Dem

6

Ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν τρόπον τιν’ ἐστί. καὶ γὰρ οἶνον τὸν νέον πολλή ’στ’ ἀνάγκη καὶ τὸν ἄνδρ’ ἀποζέσαι πρώτιστον ἀφυβρίσαι τ’, ἀπανθήσαντα δέ
5σκληρὸν γενέσθαι, παρακμάσαντα δ’ ὧν λέγω τούτων ἁπάντων, ἀπαρυθέντα τὴν ἄνω ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν,
ἡδύν θ’ ἅπασι τοὐπίλοιπον διατελεῖν.405

Dia

tit

ΔΙΑΠΛΕΟΥΣΑΙ.

Dia

1

Ἐπιχαιρέκακος εἶ καὶ φθονεῖς τοῖς πλησίον.

Did

tit

ΔΙΔΥΜΟΙ.

Did

1

Τούτῳ πρόπιθ’, ἵνα καὐτὸς ἄλλῳ.

Did

2

Στεφάνων δὲ τουτωνὶ χύδην πεπλεγμένων.406

Dis

tit

ΔΙΣ ΠΕΝΘΩΝ.

Dor

tit

ΔΟΡΚΙΣ Η ΠΟΠΠΥΖΟΥΣΑ.

Dor

1

Τοῖς ἰχθυοπώλαις ἐστὶν ἐψηφισμένον, ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν, ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ,
5ὡς αὐτὸν ὄντ’ αὐτοῖσι τῆς τέχνης μόνον
σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν.407

Dor

2

Περιστεράς ἔνδον τρέφων τῶν Σικελικῶν τούτων πάνυ κομψάς.

Dor

3

Τῆς φιλοτησίας ἐγώ μεστὰς προπίνω γ’ ἴσον ἴσῳ κεκραμένας.

Dro

tit

ΔΡΩΠΙΔΗΣ.

Dro

1

Εἰσῆλθεν ἡ’ταίρα φέρουσα τὸν γλυκύν ἐν ἀργυρῷ ποτηρίῳ πετάχνῳ τινί, ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ
οὔτε φιάλῃ, μετεῖχε δ’ ἀμφοῖν τοῖν ῥυθμοῖν.408

Eis To

tit

ΕΙΣ ΤΟ ΦΡΕΑΡ.

Eis To

1

Νυνί τέ μοι ὁ δεσπότης προὔπεμψεν οἴνου κεράμιον τῶν ἔνδοθεν κομιοῦντ’ ἐκεῖθεν. Β. μανθάνω· ἐπιδόσιμον παρὰ τἄλλα τοῦτ’ ἔσται. Α. φιλῶ
5αἰσθητικὴν γραῦν.

Eis To

2

Τοῖς ἄρτοις ὅσας
ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί.409

Eisoi

tit

ΕΙΣΟΙΚΙΖΟΜΕΝΟΣ.

Eisoi

1

Οὐ γὰρ ἐμυρίζετ’ ἐξ ἀλαβάστου, πρᾶγμά τι γιγνόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας εἰς οὐχὶ ταὐτὸν μὰ Δία τὴν αὐτὴν μύρον,
5ἰδίῳ δ’ ἑκάστην. πετόμεναι δ’ αὗται κύκλῳ ἔρραινον ἡμῶν θαἱμάτια καὶ στρώματα. μή μοι φθονήσητ’, ἄνδρες Ἑλλήνων ἄκροι,
ἠλειφόμην ὑόμενος ἰρίνῳ μύρῳ.410

Ekp

tit

ΕΚΠΩΜΑΤΟΠΟΙΟΣ.

Ekp

1

Ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος.

Helene

tit

ΕΛΕΝΗ.

Helene

1

Ὡς ὅστις αὐτῆς τῆς ἀκμῆς τῶν σωμάτων ἐρᾷ, τὸν ἄλλον δ’ οὐδὲ γιγνώσκει λόγον, τῆς ἡδονῆς ἔστ’, οὐχὶ τῶν φίλων φίλος, ἀδικεῖ τε τὸν Ἔρωτ’ ἐμφανῶς θνητὸς θεόν,
5ἄπιστον αὐτὸν πᾶσι τοῖς ἄλλοις ποιῶν.411

Hel Har

tit

ΕΛΕΝΗΣ ΑΡΠΑΓΗ.

Hel Har

1

Ἀκόλαστός ἐστι, τὴν δὲ πολιὰν οὐκ ἐντρέπεται.

Hel Mn

tit

ΕΛΕΝΗΣ ΜΝΗΣΤΗΡΕΣ.

Hel Mn

3

Ῥόαν γὰρ ἐκ τῆς χειρὸς αὐτῶν.412

Hell

tit

ΕΛΛΗΝΙΣ.

Hell

1

Ἀεὶ δὲ καὶ ζῶντ’ ἐστὶ καὶ τεθνηκότα τἀν τῇ θαλάττῃ πολέμι’ ἡμῖν θηρία. ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ’, ὡς γίγνεται, ληφθῇ νέων τις, καταπεπώκας’ εὐθέως·
5αὐτοί τ’ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων, τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους. τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι, ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει.

Epid

tit

ΕΠΙΔΑΥΡΙΟΣ.

Epid

1

Τοὺς Χαιρεφίλου δ’ υἱεῖς Ἀθηναίους, ὅτι εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη
ἐν τοῖς σατύροις εἶναι.413

Epik

tit

ΕΠΙΚΛΗΡΟΣ.

Epik

1

Ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολύ, ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ’ εὐπορεῖ, τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποιεῖ γυμνοὺς ἅπαντας. εἶτ’ ἐπάν τις ἐκδυθῇ,
5τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν· ὃν ἂν δ’ ἴδῃ πρῶτον πένητα καὶ νέον παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον, ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον.414

Epik

2

Ἀλλ’ ἔγωγ’, ὦ παῖ, δίδωμι, καὶ ποιήσω πάνθ’ ὅσα οὗτος αἰτεῖται παρ’ ἡμῶν.

Epis

tit

ΕΠΙΣΤΟΛΗ.415

Epit

tit

ΕΠΙΤΡΟΠΟΣ.

Epit

1

Πολὺς γὰρ οἶνος πόλλ’ ἁμαρτάνειν ποιεῖ.

Hept

tit

ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ.

Hept

1

Γόγγρου δ’ ὁμοῦ σωρευτὰ πιμελῆς μέλη ὑπεργέμοντα.

Ere

tit

ΕΡΕΤΡΙΚΟΣ.

Ere

1

Τευθίδες, σπίναι, βατίς, δῆμος, ἀφύαι, κρεάδι’, ἐντερίδι’· ἀλλὰ τὰς μὲν τευθίδας, τὰ πτερύγι’ αὐτῶν συντεμών, στεατίου μικρὸν παραμίξας, περιπάσας ἡδύσμασιν
5λεπτοῖσι χλωροῖς, ὠνθύλευσα.416

Eri

tit

ΕΡΙΘΟΙ. Η ΕΙΣ ΤΟ ΦΡΕΑΡ.

Hes

tit

ΗΣΙΟΝΗ.

Hes

1

Γενόμενος δ’ ἔννους μόλις ᾔτησε κύλικα, καὶ λαβὼν ἑξῆς πυκνάς ἕλκει καταντλεῖ, κατά τε τὴν παροιμίαν ἀεί ποτ’ εὖ μὲν ἀσκὸς εὖ δὲ θύλακος
5ἄνθρωπός ἐστι.417

Hes

2

Ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο φέροντας εἴσω ποικίλων παροψίδων κόσμου βρύουσαν, οὐκέτ’ εἰς ἐμὲ βλέπων—

Theo

tit

ΘΕΟΦΟΡΗΤΟΣ.

Theo

1

Οἶμαί γ’ ἐπιτιμᾶν τῶν ἀπαντώντων τινάς ἡμῖν, ὅτι τηνικαῦτα μεθύων περιπατῶ· ποῖος γάρ ἐστι φανός, ὦ πρὸς τῶν θεῶν,
τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος.418

Theo

2

Λαλῶ Πτολεμαίῳ, γογγυλίδος ὀπτῶν τόμους.

Thes

tit

ΘΕΣΠΡΩΤΟΙ.

Thes

1

Ἑρμῆ θεῶν προπομπὲ καὶ Φιλιππίδου κληροῦχε, νυκτός τ’ ὄμμα τῆς μελαμπέπλου.

Theb

tit

ΘΗΒΑΙΟΙ.

Theb

1

Ἔστιν δὲ ποδαπὸς τὸ γένος οὗτος; Β. πλούσιος. τούτους δὲ πάντες φασὶν εὐγενεστάτους
εἶναι· πένητας δ’ εὐπατρίδας οὐδεὶς ὁρᾷ.419

Thet

tit

ΘΗΤΕΥΟΝΤΕΣ.

Thet

1

Ὅρκος βέβαιός ἐστιν ἂν νεύσω μόνον.

Thr

tit

ΘΡΑΣΩΝ.

Thr

1

Σοῦ δ’ ἐγὼ λαλιστέραν οὐπώποτ’ εἶδον οὔτε κερκώπην, γύναι, οὐ κίτταν, οὐκ ἀνδόν’, οὔτε τρυγόν’, οὐ
τέττιγα.420

Ias

tit

ΙΑΣΙΣ.

Hippeu

tit

ΙΠΠΕΥΣ.

Hippeu

1

Τοῦτ’ ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης; πόλλ’ ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων, ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις
5ἐς κόρακας ἔρρειν φασὶν ἐκ τῆς Ἀττικῆς.

Hippeu

2

Καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ
ἔχουσα χρυσοῦν· οὐ γὰρ ἐπίτηκτόν τινα.421

Hippeu

3

Τά τε κυμβία ἆρ’ ἦν πρόσωπ’ ἔχοντα χρυσᾶ παρθένων; Β. νὴ τὸν Δί’ ἦν γάρ. Α. ὦ τάλαιν’ ἐγὼ κακῶν.

Hippi

tit

ΙΠΠΙΣΚΟΣ.

Iso

tit

ΙΣΟΣΤΑΣΙΟΝ.

Iso

1

Πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας πάντα τἄλλ’ αὐταῖς πάρεργα γίγνεται· ῥάπτουσι δέ πᾶσιν ἐπιβουλάς· ἐπειδὰν δ’ εὐπορήσωσίν ποτε, ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης.
5εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους
μήτε τὰς ὄψεις ὁμοίας διατελεῖν οὔσας ἔτι. τυγχάνει μικρά τις οὖσα, φελλὸς ἐν ταῖς βαυκίσιν ἐγκεκάττυται· μακρά τις, διάβαθρον λεπτὸν φορεῖ τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦς’ ἐξέρχεται·422
10τοῦτο τοῦ μήκους ἀφεῖλεν. οὐκ ἔχει τις ἰσχία, ὑπενέδυς’ ἐρραμμέν’ αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει, στηθί’ ἔστ’ αὐταῖσι τούτων ὧν ἔχους’ οἱ κωμικοί· ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὔνδυτον τῆς κοιλίας
15ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ’ ἀπήγαγον. τὰς ὀφρῦς πυρρὰς ἔχει τις, ζωγραφοῦσιν ἀσβόλῳ. συμβέβηκ’ εἶναι μέλαιναν, κατέπλασε ψιμυθίῳ. λευκόχρως λίαν τίς ἐστι, παιδέρωτ’ ἐντρίβεται. καλὸν ἔχει τοῦ σώματός τι, τοῦτο γυμνὸν δείκνυται.
20εὐφυεῖς ὀδόντας ἔσχεν, ἐξ ἀνάγκης δεῖ γελᾶν, ἵνα θεωρῶς’ οἱ παρόντες τὸ στόμ’ ὡς κομψὸν φορεῖ. ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθ’ ἑκάστοτε, ἡνίκ’ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον
25μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν, ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητ’ ἄν τε μή.
[ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.]423

Iso

2

Ἀπὸ συμβολῶν ἔπινον, ὀρχεῖσθαι μόνον βλέποντες, ἄλλο δ’ οὐδέν, ὄψων ὀνόματα καὶ σιτίων ἔχοντες, Ὄψων, Κάραβος,
καὶ Κωβιός, Σεμίδαλις.425

Kal

tit

ΚΑΛΑΣΙΡΙΣ.

Kal

1

Ποῖ δή μ’ ἄγεις διὰ τῶν κύκλων;

Kat

tit

ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ.

Kau

tit

ΚΑΥΝΙΟΙ.

Kau

1

Ἐν τῷ βαλανείῳ μήτε πῦρ ταῖς ἐσχάραις ἐνὸν κεκλεισμένον τε τἀλειπτήριον.

Ker

tit

ΚΗΡΥΤΤΟΜΕΝΟΣ.

Ker

1

Ὥστ’ ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον μικροῦ κατακαύσας ἔλαθ’ ἑαυτόν, ὑπὸ μάλης
τῇ γαστρὶ μᾶλλον τοῦ δέοντος προσαγαγών.426

Kith

tit

ΚΙΘΑΡΩΙΔΟΣ.

Kle

tit

ΚΛΕΟΒΟΥΛΙΝΗ.

Kni

tit

ΚΝΙΔΙΑ.

Kni

1

Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν· οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο.

Kon

tit

ΚΟΝΙΑΤΗΣ.

Kon

1

Κυμβία,
φιάλαι, τραγέλαφοι, κύλικες.427

Kou

tit

ΚΟΥΡΙΣ.

Kou

1

Καὶ γὰρ ἐπὶ κῶμον * * ἀνθρώπων ὁρῶ πλῆθος προσιόν, ὡς τῶν καλῶν τε κἀγαθῶν ἐνθάδε συνόντων· μὴ γένοιτό μοι μόνῳ νύκτωρ ἀπαντῆσαι καλῶς πεπραγόσιν
5ὑμῖν περὶ τὸν βαλλισμόν· οὐ γὰρ ἄν ποτε θοἱμάτιον ἀπενέγκαιμι μὴ φύσας πτερά.

Kou

2

Ὁ μὲν οὖν ἐμὸς υἱός, οἷον ὑμεῖς ἀρτίως εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις ἤ Μάρων τις ἢ Κάπηλος ἢ καὶ Τιμοκλῆς. μεθύει γὰρ οὐδὲν ἧττον· ὁ δ’ ἕτερος—τί ἄν
5τύχοιμ’ ὀνομάσας; βῶλος, ἄροτρον, γηγενής
ἅνθρωπος.428

Kra

tit

ΚΡΑΤΕΥΑΣ Η ΦΑΡΜΑΚΟΠΩΛΗΣ.

Kra

1

Πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινα ἰδὼν γέροντα φῦκος ἠμφιεσμένα ἔλαβον ἐχίνους τ’· ἔστι γὰρ προοίμιον δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου.
5τούτων δ’ ἀπολυθείς, κειμένων ἰχθυδίων μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται, θαρρεῖν κελεύσας ἕνεκ’ ἐμοῦ ταῦτ’, οὐδὲ ἕν φήσας ἀδικήσειν, ἐπριάμην γλαῦκον μέγαν. ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
10ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους ἁπαλοὺς ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν. ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς, καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον, ἐποίησά τ’ αὐτὸ ποικιλώτερον ταὧ.
15κρεάδι’ ἄττα, ποδάρια, ῥύγχη τινά, ὠτάρι’ ὕει’, ἡπάτιον ἐγκεκαλυμμένον·
αἰσχύνεται γὰρ πελιτνὸν ὂν τῷ χρώματι. τούτοις μάγειρος οὐ πρόσεις’, οὐκ ὄψεται. οἰμώξεται γὰρ νὴ Δί’· ἀλλ’ ἐγὼ σοφῶς429
20ταῦτ’ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως οὕτω, ποιῶ γὰρ τοὖψον αὐτός, ὥστε τοὺς δειπνοῦντας εἰς τὰ λοπάδι’ ἐμβάλλειν ποιῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς. τὰς σκευασίας πάντων δὲ καὶ τὰς σκευάσεις
25τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν,
προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν.430

Kra

2

Τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόρας ἤδη τετάρτην ἡμέραν. Β. ἦσαν κόραι θυγατέρες αὐτῷ; Α. τὰς μὲν οὖν τῶν ὀμμάτων, ἃς οὐδ’ ὁ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας
5ἔπαυσε μαινομένας, καταστήσειεν ἄν.431

Kra

3

Παῖ τὴν μεγάλην δός, ἐπιχέας φιλίας κυάθους μὲν τῶν παρόντων τέτταρας, τοὺς τρεῖς δ’ ἔρωτος προσαποδώσεις ὕστερον ἕν’ Ἀντιγόνου τοῦ βασιλέως νίκης καλῶς,
5καὶ τοῦ νεανίσκου κύαθον Δημητρίου. φέρε τὸν τρίτον * * * * Φίλας Ἀφροδίτης· χαίρετ’ ἄνδρες συμπόται,
ὅσων ἀγαθῶν τὴν κύλικα μεστὴν πίομαι.432

Kra

4

Εἶθ’ ὁρῶ τὸν Ἑρμαΐσκον τῶν ἁδρῶν τούτων τινά κάνθαρον καταστρέφοντα, πλησίον δὲ κείμενον στρώματά τε καὶ γύλιον αὐτοῦ.

Kra

5

Καὶ Καλλιμέδων μετ’ Ὀρφέως ὁ Κάραβος.

Kra

6

Στεφάνους τε πολλοὺς κρεμαμένους μελιλωτίνους.

Kyber

tit

ΚΥΒΕΡΝΗΤΗΣ.

Kyber

1

Δύ’ ἐστί, Ναυσίνικε, παρασίτων γένη· ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον,
οἱ μέλανες ἡμεῖς. Ν. θάτερον ζητῶ γένος. Α. σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς,433
5σεμνοπαράσιτον ἐκ μέσου καλούμενον, ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον χιλιοταλάντους ἀνακυλῖόν τ’ οὐσίας. νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα; Ν. καὶ μάλα. Α. τούτων δ’ ἑκατέρου τῶν γενῶν ὁ μὲν τύπος
10τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών. ὥσπερ ἐπὶ τῶν βίων δὲ τοὺς μὲν ἡ τύχη ἡμῶν μεγάλοις προσένειμε τοὺς δ’ ἐλάττοσιν· εἶθ’ οἱ μὲν εὐποροῦμεν οἱ δ’ ἀλύομεν. ἆρά γε διδάσκω, Ναυσίνικ’; Ν. οὐκ ἀστόχως·
15ἀλλ’ ἄν ς’ ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι.434

Kyber

2

Εἰσέβαινον ἰσχάδες, τὸ παράσημον τῶν Ἀθηνῶν, καὶ θύμου δέσμαι τινές.

Kybeu

tit

ΚΥΒΕΥΤΑΙ.

Kybeu

1

Ἠριστηκότων σχεδόν τι δ’ ἡμῶν ἐξ ἀκροκωλίου τινός.

Kyk

tit

ΚΥΚΝΟΣ.

Kyk

1

Φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ ἕστηκε, λευκοῦ νέκταρος παλαιγενοῦς πλήρης, ἀφρίζων· ὃν λαβὼν ἐγὼ κενόν τρίψας, ποιήσας λαμπρόν, ἀσφαλῆ βάσιν
5στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις
ἔστεψα.435

Kypr

tit

ΚΥΠΡΙΟΣ.

Kypr

1

Ἔπειτα πῶς ἦλθες; Β. μόλις ὀπτωμένους κατέλαβον. Α. ἐξόλοι’. ἀτάρ πόσους φέρεις; Β. ἑκκαίδεκ’. Α. οἶσε δεῦρό μοι. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους.

Kypr

2

Τὸν δ’ αὐτόπυρον ἄρτον ἀρτίως φαγών.

Lam

tit

ΛΑΜΠΑΣ.

Lam

1

Καταφαγεῖν αὐτὸς τοσοῦτ’ ἀργύριον. οὐδ’ εἰ γάλα λαγοῦ
εἶχον μὰ τὴν γῆν καὶ ταὧς, κατήσθιον.436

Leb

tit

ΛΕΒΗΣ.

Leb

1

Καὶ τί δεῖ λέγειν ἔθ’ ἡμᾶς τοὺς τὰ σῦχ’ ἑκάστοτε ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μέν τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεί
5τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά. εἶθ’ ὁ μὲν ἔδωκεν ὡς τοιαῦτ’ ὠνούμενος τιμήν, ὁ δ’ ἐγκάψας τὸ κέρμ’ εἰς τὴν γνάθον ἐρίν’ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων.

Leb

2

Καὶ μὴ προφάσεις ἐνταῦθά μοι, μηδ’ „οὐκ ἔχω.“ Β. ἀλλὰ λέγ’ ὅτου δεῖ. λήψομαι γὰρ πάντ’ ἐγώ. Α. ὀρθῶς. τὸ πρῶτον μὲν λάβ’ ἐλθὼν σήσαμα. Β. ἀλλ’ ἔστιν ἔνδον. Α. ἀσταφίδα κεκομμένην,
5μάραθρον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον, κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν, ὀρίγανον, γήτειον, ἄνισον, θύμον,
σφάκον, σίραιον, σέσελι, πήγανον, πράσον.437

Leb

3-4

Οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου Ἀριστονίκου. τίθησι γὰρ νυνὶ νόμον, τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινί ἰχθὺν ὑποτιμήσας ἀποδῶτ’ ἐλάττονος
5ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδοικότες τῆς ἀξίας ἀγαπῶσιν, ἢ τῆς ἑσπέρας
σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε. κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον438
10πεμφθεὶς ἅπαντες ἀγοράσουσι κατὰ τρόπον.
10 * * * * Οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς Ἀριστονίκου νομοθέτης· τά τ’ ἄλλα γάρ νενομοθέτηκε πολλὰ καὶ παντοῖα δή, νυνί τε καινὸν εἰσφέρει νόμον τινά
15χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι τοὺς ἰχθυοπώλας, διὰ τέλους δ’ ἑστηκότας· εἶτ’ εἰς νέωτά φησι γράψειν κρεμαμένους· καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους, ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί.

Leb

5

Ἧψέ μοι δοκεῖ πνικτόν τι ὄψον δελφάκειον. Β. ἡδύ γε.
Α. ἔπειτα προσκέκαυκε. Β. μηδὲν φροντίσῃς. ἰάσιμον γὰρ τὸ πάθος ἐστί. Α. τῷ τρόπῳ;439
5Β. ὄξος λαβὼν ἢν εἰς λεκάνην τίν’ ἐγχέας ψυχρόν, ξυνίης; εἶτα θερμὴν τὴν χύτραν εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖς’ ἔτι ἕλξει δι’ αὑτῆς νοτίδα, καὶ ζυμουμένη ὥσπερ κίσηρις λήψεται διεξόδους
10σομφάς, δι’ ὧν τὴν ὑγρασίαν ἐκδέξεται· τὰ κρεάδι’ ἔσται τ’ οὐκ ἀπεξηραμμένα, ἔγχυλα δ’ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν. Α. Ἄπολλον, ὡς ἰατρικῶς. ὦ Γλαυκία, ταυτὶ ποιήσω. Β. καὶ παρατίθει γ’ αὐτά, παῖ,
15ὅταν παρατιθῇς, μανθάνεις; ἐψυγμένα. ἀτμὸς γὰρ οὕτως οὐχὶ προσπηδήσεται ταῖς ῥισίν, ἀλλ’ ἄνω μάλ’ εἶσι καταφυγών. Α. πολλῷ γ’ ἀμείνων, ὡς ἔοικας, ἦσθ’ ἄρα λογογράφος ἢ μάγειρος. ὃ λέγεις οὐ λέγεις,
20τέχνην δ’ ὀνειδίζεις.440

Leuka

tit

ΛΕΥΚΑΔΙΑ Η ΔΡΑΠΕΤΑΙ.

Leuka

1

Χορδαρίου τόμος ἧκε καὶ περίκομμά τι.

Leuka

2

Οἴνου γεραιοῖς χείλεσιν μέγα σκύφος.

Leuka

3

Φέρε τὴν σιβύνην καὶ πλατύλογχα.

Leuke

tit

ΛΕΥΚΗ.

Leuke

1

Ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι;
Β. ἀλλ’ ἂν διδάσκῃς. Α. ἐξελὼν τὰ βραγχία, πλύνας, περικόψας τὰς ἀκάνθας τὰς κύκλῳ, παράσχισον χρηστῶς, διαπτύξας θ’ ὅλον442
5τῷ σιλφίῳ μάστιξον εὖ τε καὶ καλῶς, τυρῷ τε σάξον ἁλσί τ’ ἠδ’ ὀριγάνῳ.

Lem

tit

ΛΗΜΝΙΑ.

Lem

1

Καὶ μὴν παρῆν ἀνθράκιον ἡμῖν ἐν μέσῳ σείσων τε κυάμων μεστός.

Lin

tit

ΛΙΝΟΣ.

Lin

1

ΛΙΝ. Βιβλίον
ἐντεῦθεν ὅ τι βούλει προσελθὼν γὰρ λαβέ, ἔπειτ’ ἀναγνώσει, πάνυ γε διασκοπῶν ἀπὸ τῶν ἐπιγραμμάτων ἀτρέμα τε καὶ σχολῇ.443
5Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδία, Χοιρίλος, Ὅμηρος, Ἐπίχαρμος, συγγράμματα παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν, ἐπὶ τί μάλισθ’ ὥρμησε. ΗΡ. τουτὶ λαμβάνω. ΛΙΝ. δεῖξον τί ἐστι πρῶτον. ΗΡ. ὀψαρτυσία,
10ὥς φησι τοὐπίγραμμα. ΛΙΝ. φιλόσοφός τις εἶ, εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα Σίμου τέχνην ἔλαβες. ΗΡ. ὁ Σῖμος δ’ ἐστὶ τίς; ΛΙΝ. μάλ’ εὐφυὴς ἄνθρωπος. ἐπὶ τραγῳδίαν ὥρμηκε νῦν, καὶ τῶν μὲν ὑποκριτῶν πολύ
15κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ τοῖς χρωμένοις, τῶν δ’ ὀψοποιῶν ὑποκριτής. ΗΡ. βούλιμός ἐσθ’ ἅνθρωπος, ὅ τι βούλει λέγε.
πεινῶ γάρ, εὖ τοῦτ’ ἴσθι.444

Lok

tit

ΛΟΚΡΟΙ.

Lok

1

Αἱ δὲ παῖδες παρέχεον
ἡ μὲν τὸ θερμόν, ἡ δ’ ἑτέρα τὸ μετάκερας.445

Lyk

tit

ΛΥΚΙΣΚΟΣ.

Mand

tit

ΜΑΝΔΡΑΓΟΡΙΖΟΜΕΝΗ.

Mand

1

Εἶτ’ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτόν ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον; ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς· ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας·
5ἐράνους φέροντες οὐ φέρομεν ἀλλ’ ἢ κακῶς,
τακτῆς τροφῆς δὲ τῆς καθ’ ἡμέραν πάλιν γλιχόμεθα μὲν τὴν μᾶζαν ἵνα λευκὴ παρῇ, ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα, τὸ καλὸν δὲ χρῶμα δευσοποιῷ χρώζομεν.446
10καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν, τὸ δ’ ὄψον ἂν μὴ θερμὸν ᾖ διασύρομεν. καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν, ἐπὶ ταῖς ἀβυρτάκαισι δ’ ἐκβακχεύομεν. οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον,
15τὸ μὴ γενέσθαι μὲν κράτιστόν ἐστ’ ἀεί,
ἐπὰν γένηται δ’ ὡς τάχιστ’ ἔχειν τέλος.447

Mand

2

Ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ „τρύβλιον τούτῳ δότε πτισάνης ἕωθεν“, καταφρονοῦμεν εὐθέως· ἂν δὲ „πτισάναν“ καὶ „τρύβλιον“, θαυμάζομεν.
5καὶ πάλιν ἐὰν μὲν „τευτλίον“, παρείδομεν· ἐὰν δὲ „σεῦτλον“, ἀσμένως ἠκούσαμεν·
ὡς οὐ τὸ σεῦτλον ταὐτὸν ὂν τῷ τευτλίῳ.448

Mand

3

Εἴ τινας μᾶλλον φιλῶ ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς, ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαιτό με.

Mand

4

Ἥξω φέρουσα συμβολὰς τοίνυν ἅμα. Β. πῶς συμβολάς; Α. τὰς ταινίας οἱ Χαλκιδεῖς καὶ τοὺς ἀλαβάστους συμβολὰς καλοῦσι, γραῦ.

Mand

5

Κακῶς ἔχεις· στρουθὶς ἀκαρὴς νὴ τὸν Δί’ εἶ. πεφιλιππίδωσαι. Β. μὴ σὺ καινῶς μοι λάλει.
ὅσον οὐ τέθνηκα. Α. τοῦ ταλαιπώρου πάθους.449

Mant

tit

ΜΑΝΤΕΙΣ.

Mant

1

Ὦ δυστυχεῖς ἡμεῖς μὲν οἱ πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν, γυναιξὶ δοῦλοι ζῶμεν ἀντ’ ἐλευθέρων. ἔπειτ’ ἔχειν προῖκ’ οὐχὶ τιμὴν φάσκομεν;
5πικράν γε καὶ μεστὴν γυναικείας χολῆς. ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι· οἱ μέν γε συγγνώμην ἔχους’ ἀδικούμενοι, αὗται δ’ ἀδικοῦσαι καὶ προσεγκαλοῦς’ ἔτι· ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ’ ἄρχειν ἐχρῆν
10ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακόν
ἔχουσι καὶ κάμνειν λέγους’ ἑκάστοτε.450

Mer

tit

ΜΕΡΟΠΙΣ.

Mer

1

Εἰς καιρὸν ἥκεις, ὡς ἔγωγ’ ἀπορουμένη ἄνω κάτω τε περιπατοῦς’ ὥσπερ Πλάτων σοφὸν οὐδὲν εὕρηκ’, ἀλλὰ κοπιῶ τὰ σκέλη.

Mid

tit

ΜΙΔΩΝ.

Mid

1

Ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων.

Mile

tit

ΜΙΛΗΣΙΑ.

Mile

1

Οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι
οὐκ ἀρχιτέκτων κύριος τῆς ἡδονῆς μόνος καθέστηκ’, ἀλλὰ καὶ τῶν χρωμένων συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς;451
5Β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν. Α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον δεῖ τοὔψον, ἄλλο δ’ οὐδέν. ἂν μὲν οὖν τύχῃ ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην·
10ἂν δ’ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς, ὥστ’ ἢ προοπτήσαντα χλιαίνειν πάλιν, ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ, ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω.
15ἑστήκαθ’ ὑμεῖς, κάεται δέ μοι τὸ πῦρ, ἤδη πυκνοὶ δ’ ᾄττουσιν Ἡφαίστου κύνες κούφως πρὸς αἴθραν, οἷς τὸ γίγνεσθαι θ’ ἅμα καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις
μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.452

Mile

2

Εἰ μὴ γὰρ ὢν ἄνθρωπος ἀνθρώπου τύχαις ὑπηρετήσω, ποῦ φανήσομαι φρονῶν;

Milk

tit

ΜΙΛΚΩΝ.

Milk

1

Κἂν μὴ παραθῶσι θερμά, τἀγαθὸν Πλάτων ἁπανταχοῦ φης’ ἀγαθὸν εἶναι, μανθάνεις;
τὸ δ’ ἡδὺ πάντως ἡδύ, κἀκεῖ κἀνθάδε.453

Mne

tit

ΜΝΗΣΤΗΡΕΣ.

Ody Apo

tit

ΟΔΥΣΣΕΥΣ ΑΠΟΝΙΠΤΟΜΕΝΟΣ.

Ody Hyph

tit

ΟΔΥΣΣΕΥΣ ΥΦΑΙΝΩΝ.

Ody Hyph

1

Φιλεῖ γὰρ ἡ μακρὰ συνουσία καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ’ ἡμέραν ποιεῖν σκῶψιν. ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ· τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίγνετ’· ἂν δ’ εἴπῃς ἅπαξ,
5εὐθὺς ἀντήκουσας· ἤδη λοιδορεῖσθαι λείπεται. εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν· ταῦτα γάρ
κατὰ φύσιν πέφυκεν οὕτως. καὶ τί μάντεως ἔδει;454

Ody Hyph

2

Καὶ τοὺς ἁλιέας εἰς τὸ βάραθρον ἐμβαλῶ. ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι, τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας. Β. οὗτος δὲ πρότερον εἰ κεφαλὴν θύννου λάβοι,
5ἐνόμιζεν ἐγχέλεια καὶ θύννους ἔχειν.

Olym

tit

ΟΛΥΜΠΙΟΔΩΡΟΣ.

Olym

1

Σῶμα μὲν ἐμοῦ τὸ θνητὸν αὖον ἐγένετο, τὸ δ’ ἀθάνατον ἐξῆρε πρὸς τὸν ἀέρα.
ταῦτ’ οὐ σχολὴ Πλάτωνος;455

Olyn

tit

ΟΛΥΝΘΙΑ.

Olyn

1

Ἔστιν ἀνήρ μοι πτωχός, κἀγώ γραῦς, καὶ θυγάτηρ, καὶ παῖς υἱός, χἥδ’ ἡ χρηστή, πένθ’ οἱ πάντες. τούτων οἱ τρεῖς δειπνοῦμεν,
5δύο δ’ αὐτοῖς συγκοινωνοῦμεν μάζης μικρᾶς. φθόγγους δ’ ἀλύρους θρηνοῦμεν, ἐπὰν μηδὲν ἔχωμεν, χρῶμα δ’ ἀσίτων ἡμῶν ὄντων γίγνεται ὠχρόν. τὰ μέρη δ’ ἡμῶν
10χἡ σύνταξις τοῦ βίου ἐστίν κύαμος, θέρμος, λάχανον, * * γογγυλίς, ὦχρος, λάθυρος, φηγός, βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς, τό τε θειοφανὲς μητρῷον ἐμοί
15μελέδημ’ ἰσχάς,
Φρυγίας εὑρήματα συκῆς.456

Olyn

2

Ὁ δὲ σὸς πένης ἔστ’, ὦ γλυκεῖα· τοῦτο δέ δέδοιχ’ ὁ θάνατος τὸ γένος, ὥς φασιν, μόνον.
ὁ γοῦν Τιθύμαλλος ἀθάνατος περιέρχεται.457

Olyn

3

Οὐ τοῖς γὰρ ὀμνύουσι τὸν φρονοῦντα δεῖ, τοῖς πράγμασιν δ’ αὐτοῖσι πιστεύειν ἀεί.

Olyn

4

Εὐημερία δέσποινα καὶ Μοῦσαι φίλαι.

Hom

tit

ΟΜΟΙΑ.

Hom

1

Οὐδὲ φιλόδειπνός εἰμι μὰ τὸν Ἀσκληπιόν, τραγήμασιν χαίρω δὲ μᾶλλον. Β. εὖ πάνυ. Α. τραγήματ’ αἰσθάνομαι γὰρ ὅτι νομίζεται τοῖς νυμφίοις μετιοῦσι τὴν νύμφην λέγεις
5παρέχειν, ἄμητας καὶ λαγῷα καὶ κίχλας. τούτοισι χαίρω, τοῖς δὲ κεκαρυκευμένοις
ὄψοισι καὶ ζωμοῖσιν ἥδομ’, ὦ θεοί.458

Opo

tit

ΟΠΩΡΑ.

Opo

1

Οἶνον πολύν οὐ κεκραμένον σὺ πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς;

Ore

tit

ΟΡΕΣΤΗΣ.

Orch

tit

ΟΡΧΗΣΤΡΙΣ.

Orch

1

Γυναιξὶ δ’ ἀρκεῖ πάντ’ ἐὰν οἶνος παρῇ
πίνειν διαρκής. Β. ἀλλὰ μήν, νὴ τὼ θεώ, ἔσται γ’ ὅσον ἂν βουλώμεθ’, ἔσται καὶ μάλα ἡδύς γ’, ὀδόντας οὐκ ἔχων, ἤδη σαπρός,459
5λέγων, γέρων γε δαιμονίως. Α. ἀσπάζομαι γραῦν σφίγγα.

Pal

tit

ΠΑΛΛΑΚΗ.

Pal

1

Οὐκ ἔχω γὰρ ἄλλ’ ὅ τι
εἴπω τοναίας τηλικαύτης ἄξιον.460

Pam

tit

ΠΑΜΦΙΛΗ.

Pam

1

Ἐρῶντι δέ, Κτήσων, τί μᾶλλον συμφέρει ὧν νῦν φέρων πάρειμι, κήρυκας, κτένας, βολβούς, μέγαν τε πουλύπουν ἰχθῦς θ’ ἁδρούς.

Pam

2

Παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων ἀγαθῶν ἁμάξας.

Pag

tit

ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ.

Pag

1

Πρῶτον μὲν ἦν σοι Καλλιμέδων ὁ Κάραβος, ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων, ὁ Σκόμβρος, ἡ Σεμίδαλις. Β. Ἡράκλεις φίλε,
ἀγοράσματ’ οὐ συμπόσιον εἴρηκας, γύναι.461

Pan

tit

ΠΑΝΝΥΧΙΣ Η ΕΡΙΘΟΙ.

Pan

1

Ἔτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα παραθήσομεν. Β. κάνδαυλον; οὐκ ἐδήδοκα [κάνδαυλον] οὐδ’ ἀκήκο’ οὐδεπώποτε. Α. θαυμαστὸν ἐμὸν εὕρημα. πάνυ πολὺν δ’ ἐγώ
5ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους σαυτῷ γε χαίρων. ἔρια μὲν ποιήσομεν.
6. . . . . . . . . Β. ἄνθρωπε ποίει λευκὰ καὶ βλέπ’ εἰς . . Α. ἐπὰν ἀπὸ τῶν κοινῶν ταρίχους ἰχθύων, κρεῶν βατανίων εὐθέως . . . .
10δίπυρον παραθήσεις, ᾠὸν ἐπιτετμημένον, πῦον, μέλιτος ὀξύβαφον, ἀπὸ ταγηνίω, τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμών, βοτρύδιόν τι, χόριον, ἐν ποτηρίῳ γλυκύν· τὸ τοιοῦτον γὰρ ἀεί πως μέρος
15ἐπιπαίζεται, κεφαλὴ δὲ δείπνου γίγνεται. Β. ἄνθρωπ’ ἐπίπαιζε· μόνον ἀπαλλάγηθί μου . . . κανδαύλους λέγων καὶ χόρια καὶ
βατάνια πᾶσαν . . τὴν ἡδονήν.462

Pan

2

Θερμοτέροις χαίρεις ἀεί τοῖς ὀψαρίοις, ἢ τὸ μέσον ἢ κατωτέρω; Β. κατωτέρω. Α. τί λέγεις σύ; ποδαπὸς οὑτοσί ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν. ψυχρά σοι
5ἅπαντα παραθῶ; Β. μηδαμῶς. Α. ζέοντα δέ; Β. Ἄπολλον. Α. οὐκοῦν τὸ μέσον ἔστω δηλαδή. τοῦθ’ ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ. Β. οὐκ οἴομ’, οὐδ’ ἄλλ’ οὐδὲν ὧν σὺ νῦν ποιεῖς. Α. ἐγὼ δ’ ἐρῶ· τοῖσιν γὰρ ἑστιωμένοις
10τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως. ἤδη σὺ πρὸς θεῶν ἔθυσας τὸν ἔριφον; Β. μὴ κόπτε μ’, ἀλλὰ τὰ κρέα. παῖδες, παράγετε. Α. ὀπτάνιον ἔστιν; Β. ἔστι. Α. καὶ κάπνην ἔχει; Β. δηλονότι. Α. μή μοι δῆλον. Β. ἀλλ’ ἔχει κάπνην.
15Α. ἔχει κακόν, εἰ τύφουσαν. Β. ἀπολεῖ μ’ οὑτοσί.464

Pan

3

Κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν, ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σύ ἤδη παρελθών· οὐκ ἔχων δὲ τυγχάνω οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον,
5οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας, οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήτιον, οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας, οὐκ ᾠόν, οὐ ξύλ’, οὐ σκάφην, οὐ τήγανον, οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ·
10οὐ στάμνος ἐστί· διακενῆς δ’ ἕστηκ’ ἐγώ
ἔχων μάχαιραν, προσέτι περιεζωσμένος.465

Pan

4

Ἡμίοπτα μέν τὰ κρεάδι’ ἐστί, τὸ περίκομμ’ ἀπόλλυται· ὁ γόγγρος ἑφθός, τὰ δ’ ἀκροκώλι’ οὐδέπω.

Pan

5

Εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι,
παλαιὸν οἴκων κτῆμα.466

Pan

6

Ἔσει περιπατῶν σιτόκουρος.

Par

tit

ΠΑΡΑΣΙΤΟΣ.

Par

1

Καλοῦσι δ’ αὐτὸν πάντες οἱ νεώτεροι παράσιτον ὑποκόρισμα· τῷ δ’ οὐδὲν μέλει. δειπνεῖ δ’ ἄφωνος Τήλεφος, νεύων μόνον πρὸς τοὺς ἐπερωτῶντάς τι, ὥστε πολλάκις
5αὐτὸν ὁ κεκληκὼς τὰ Σαμοθρᾴκι’ εὔχεται λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ.
χειμὼν ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις.467

Par

2

Καὶ γὰρ βούλομαι ὕδατός σε γεῦσαι· πρᾶγμα δ’ ἐστί μοι μέγα φρέατος ἔνδον ψυχρότερον Ἀραρότος.

Par

3

Ἢ μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας.

Pez

tit

ΠΕΖΟΝΙΚΗ.

Poieta

tit

ΠΟΙΗΤΑΙ.

Poieta

1

Ὁ συκοφάντης οὐ δικαίως τοὔνομα ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον. ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ’ ἀνήρ τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον.
5νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθέν
ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ’ οὕτως ἔχει.468

Poieta

2

Πάνυ τι βούλομαι οὕτω γελᾶσθαι καὶ γελοῖ’ ἀεὶ λέγειν μετὰ τὸν Κόρυδον μάλιστ’ Ἀθηναίων πολύ.

Poietr

tit

ΠΟΙΗΤΡΙΑ.

Poietr

1

Ὡς ἐπὶ τὰ πολλὰ τοῦτο ποιῶ.

Pol

tit

ΠΟΛΥΚΛΕΙΑ.

Pol

1

Ὁ πρῶτος εὑρὼν κομψὸς ἦν τραγήματα· τοῦ συμποσίου γὰρ διατριβὴν ἐξεῦρέ πως,
κἀργοὺς ἔχειν μηδέποτε τὰς σιαγόνας.469

Pone

tit

ΠΟΝΗΡΑ.

Pone

1

Ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν, ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον, ἡδυντέον τε πῶς ἕκαστόν ἐστί μοι.
5τάριχός ἐστι πρῶτον ὡραῖον τοδί. διωβόλου τοῦτ’ ἔστι. πλυτέον εὖ μάλα. εἶτ’ εἰς λοπάδιον ὑποπάσας ἡδύσματα ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας, ἐπεσκέδασα τοὔλαιον· εἶθ’ ἕψων ποιῶ
10μυελόν, ἀφεῖλόν τ’ ἐπιγανώσας σιλφίῳ.470

Pone

2

Τῆς ὀριγάνου πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικήν τὸ τρῖμμ’ ἐπιπολῆς εὐρύθμως διειμένον ὄξει, σιραίῳ χρωματίσας καὶ σιλφίῳ
5πυκνῷ πατάξας.

Pone

3

Σηπίας τόσας δραχμῆς μιᾶς τρίς. τῶνδε τὰς μὲν πλεκτάνας καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰς ποιῶ, τὸ δ’ ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους
5σμήσας τε λεπτοῖς ἁλσί, δειπνούντων ἅμα
ἐπὶ τὸ τάγηνον σίζον ἐπισείων φέρω.471

Pone

4

Τριωβόλου κρεΐσκον ἀστεῖον πάνυ ὕειον· ὀπτὸν θερμὸν εὔχυλον τέρεν ὅταν ᾖ, προσφέρων.

Pone

5

Ἐναλείφεται τὰς ῥῖνας, ὑγιείας μέρος
μέγιστον, ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιῶν.472

Pone

6

Καὶ χόνδρος ἔνδον ἐστὶ Θετταλικὸς πολύς.

Pone

7

Ἀκρολίπαροι, τὸ δ’ ἄλλο σῶμ’ ὑπόξυλον.

Pont

tit

ΠΟΝΤΙΚΟΣ.

Pont

1

Ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνήσκειν θέλει, ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος ἑφθῆς ἴσως προσεῖτ’ ἂν ἄλλως ἀποθανεῖν.

Pros

tit

ΠΡΟΣΚΕΔΑΝΝΥΜΕΝΟΣ.473

Prot

tit

ΠΡΩΤΟΧΟΡΟΣ.

Prot

1

Ἐπιπονώτερον ἔργον μὰ τὸν Διόνυσον οὐκ εἴληφ’ ἐγώ, ἀφ’ οὗ παρασιτῶ. μεμβράδας μοι κρεῖττον ἦν ἔχειν μετ’ Ἀττικιστὶ δυναμένου λαλεῖν.
5ὀνησιφόρον ἦν τοῦτο.

Pyth

tit

ΠΥΘΑΓΟΡΙΖΟΥΣΑ.

Pyth

1

Ὕδατος ἀπέφθου κύαθον· ἂν δ’ ὠμὸν πίῃ, βαρὺ καὶ κοπῶδες.

Pyth

2-3

Ἡ δ’ ἑστίασις ἰσχάδες καὶ στέμφυλα καὶ τυρὸς ἔσται· ταῦτα γὰρ θύειν νόμος
τοῖς Πυθαγορείοις. Β. νὴ Δί’, ἱερεῖον μὲν οὖν ὁποῖον ἂν κάλλιστον, ὦ βέλτιστ’, ἔχῃ.474
4* * * *
5Ἔδει θ’ ὑπομεῖναι μικροσιτίαν, ῥύπον, ῥῖγος, σιωπήν, στυγνότητ’, ἀλουσίαν.

Pyl

tit

ΠΥΛΑΙΑΙ.

Pyl

1

Νὴ τὴν Ἀθηνᾶν, ἀλλ’ ἐγὼ τεθαύμακα τοὺς ἰχθυοπώλας, πῶς ποτ’ οὐχὶ πλούσιοι ἅπαντές εἰσι, λαμβάνοντες βασιλικούς φόρους· μόνον οὐχὶ δεκατεύουσι γάρ
5τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι,
ὅλας δ’ ἀφαιροῦνται καθ’ ἑκάστην ἡμέραν.475

Pyr

tit

ΠΥΡΑΥΝΟΣ.

Pyr

1-2

Ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ, ἢ τοῖς Βορεάδαις ἢ εἴ τι θᾶττον ἔτι τρέχει, ἢ Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ· πέτεται γὰρ οὐχ οἷον βαδίζει τὰς ὁδούς.
4* * * *
5Δ. Στράτιε, φιλεῖς δήπου με; ΣΤΡ. μᾶλλον τοῦ πατρός· ὁ μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις. Δ. εὔχει τ’ ἀεί με ζῆν; ΣΤΡ. ἅπασι τοῖς θεοῖς· ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι;

Pyr

3

Πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν, ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν. τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας διδασκάλους ἐξεῦρον οὗ λέγω βίου
5ἴσως τριάκοντ’ ἀφ’ ἑνὸς ἐργαστηρίου.476

Pyr

4

Ἄνοιγ’ ἄνοιγε τὴν θύραν· ἐλάνθανον πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος, ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις.

Pyr

5

Ἐγὼ δ’ ἐπειδὰν ἀσχολουμένους λάβω, ἀνέκραγον „οὐ δώσει τις ἡμῖν ματτύην;“

Rho

tit

ΡΟΔΙΟΣ Η ΠΟΠΠΥΖΟΥΣΑ.

Sik

tit

ΣΙΚΥΩΝΙΟΣ.

Sik

1

Οὐχὶ τῶν μετρίων, ἀλλὰ τῶν βαβαὶ βαβαί.477

Skei

tit

ΣΚΕΙΡΩΝ.

Skei

1

Ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος.

Spo

tit

ΣΠΟΝΔΟΦΟΡΟΣ.

Spo

1

Ἀριστογείτονα τὸν ῥήτορ’ εἶδον λάρκον ἠμφιεσμένον τῶν ἀνθρακηρῶν.

Str

tit

ΣΤΡΑΤΙΩΤΗΣ.

Str

1

Ἀπόλαβε. Β. τοῦτο δ’ ἐστὶ τί; Α. * * * * ὃ παρ’ ὑμῶν ἐγώ παιδάριον ἔλαβον, ἀποφέρων ἥκω πάλιν.
Β. πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; Α. οὐκ ἔστι γάρ478
5ἡμέτερον. Β. οὐδ’ ἡμέτερον. Α. ἀλλ’ ἐδώκατε ὑμεῖς ἐμοὶ τοῦτ’. Β. οὐ δεδώκαμεν. Α. τί δαί; Β. ἀπεδώκαμεν. Α. τὸ μὴ προσῆκον ἐμοὶ λαβεῖν;

Syna

tit

ΣΥΝΑΠΟΘΝΗΣΚΟΝΤΕΣ.

Syna

1

Μάθοις δ’ ἂν οἷον ἀνθρώποις κακόν ἔστιν ἡ γαστήρ, διδάσκει δ’ οἷ’ ἀναγκάζει θ’ ὅσα. εἴ τις ἀφέλοι τοῦτ’ ἀφ’ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος, οὔτ’ ἂν ἀδικοῖτ’ οὐδὲν οὐδεὶς οὔθ’ ὑβρίζοιτ’ ἂν ἑκών.
5νῦν δὲ διὰ ταύτην ἅπαντα γίγνεται τὰ δυσχερῆ.479

Syna

2

Ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν ἄκλητος· ἤδη γὰρ πέτεται διαπόντιος· οὕτω τι τἀλλότρι’ ἐσθίειν ἐστὶ γλυκύ.

Syna

3

Ὅστις διαπλεῖ θάλατταν ἢ μελαγχολᾷ, ἢ πτωχός ἐστιν, ἢ θανατᾷ· τούτων τριῶν ἑνός τ’ ἀποτυχεῖν τοὐλάχιστον οὐκ ἔνι.

Syntre

tit

ΣΥΝΤΡΕΧΟΝΤΕΣ.

Syntre

1

Ἔγωγε δύο λαβεῖν μαγείρους βούλομαι οὓς ἂν σοφωτάτους δύνωμ’ ἐν τῇ πόλει· μέλλοντα δειπνίζειν γὰρ ἄνδρα Θετταλόν οὐκ Ἀττικηρῶς οὐδ’ ἀπηκριβωμένως
5λιμῷ παρελθεῖν * * ἃ δεῖ καθ’ ἕν
ἕκαστον αὐτοῖς παρατιθέντα μεγαλείως δέ.480

Syntre

2

Λευκὸς Ἀφροδίτης εἰμὶ γὰρ περιστερός. ὁ δὲ Διόνυσος οἶδε τὸ μεθύσαι μόνον· εἰ δὲ νέον ἢ παλαιόν, οὐ πεφρόντικεν.

Syntro

tit

ΣΥΝΤΡΟΦΟΙ.

Syntro

1

Ὡς ἡδὺ πᾶν τὸ μέτριον. οὔθ’ ὑπεργέμων ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλ’ ἡδέως ἔχων ἐμαυτοῦ. Μνησίθεος γάρ φησι δεῖν
φεύγειν ἁπάντων τὰς ὑπερβολὰς ἀεί.481

Sor

tit

ΣΩΡΑΚΟΙ.

Sor

1

Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος.

Syr

tit

ΣΥΡΑΚΟΣΙΟΣ.

Syr

1

Τοῖς γὰρ κακοῖς
τοὺς μὴ μαχομένους ῥᾷστα χρωμένους ὁρῶ.482

Tar

tit

ΤΑΡΑΝΤΙΝΟΙ.

Tar

1-2

Οἱ πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν, οὔτ’ ὄψον ἐσθίουσιν οὔτ’ ἄλλ’ οὐδὲ ἕν ἔμψυχον, οἶνόν τ’ οὐχὶ πίνουσιν μόνοι. Β. Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει,
5τῶν Πυθαγορείων εἷς. Α. ἀποκτείνας μὲν οὖν· οὐκ ἔτι γὰρ ἔστ’ ἔμψυχον.
6* * * *
Πυθαγορισμοὶ καὶ λόγοι λεπτοὶ διεσμιλευμέναι τε φροντίδες τρέφους’ ἐκείνους, τὰ δὲ καθ’ ἡμέραν τάδε·
10ἄρτος καθαρὸς εἷς ἑκατέρῳ, ποτήριον ὕδατος· τοσαῦτα ταῦτα. Β. δεσμωτηρίου λέγεις δίαιταν. Α. πάντες οὕτως οἱ σοφοί διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσί που. τρυφῶσιν ἕτεροι πρὸς ἑτέρους. ἆρ’ οἶσθ’ ὅτι
15Μελανιππίδης ἑταῖρός ἐστι καὶ Φάων καὶ Φυρόμαχος καὶ Φανός, οἳ δι’ ἡμέρας
δειπνοῦσι πέμπτης ἀλφίτων κοτύλην μίαν;483

Tar

3

Οὐδὲ εἷς ἂν εὐλόγως ἡμῖν φθονήσαι νοῦν ἔχων, οἳ τῶν πέλας οὐδὲν ἀδικοῦμεν οὐδέν’· ἆρ’ οὐκ οἶσθ’ ὅτι τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν
5ὄνομ’ ἐστὶν ὑποκόρισμα τῆς ἀνθρωπίνης μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς φήσει με κρίνειν οὐκ ἔχοιμ’ ἄν σοι φράσαι· ἔγνωκα δ’ οὖν οὕτως ἐπισκοπούμενος, εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως,
10ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεί τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους
εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ’ ὃ δή ὁρῶμεν. ὃς δ’ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ484
15καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον τοῦτον ὃν ἀφεῖται, καὶ τύχῃ γ’ ἐράνου τινός πανηγυρίσας, ἥδιστ’ ἀπῆλθεν οἴκαδε.

Tar

4

Τοῦτο γὰρ νῦν ἔστι σοι ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον· ἅπαντες ὀρχοῦντ’ εὐθὺς ἂν οἴνου μόνον ὀσμὴν ἴδωσιν. Β. συμφορὰν λέγεις ἄκραν.
5Α. φαίης ἂν εἰς συμπόσιον εἰσελθὼν ἄφνω. καὶ τοῖς μὲν ἀγενείοις ἴσως ἔπεστί τις
χάρις· ἀλλ’ ἐπὰν δὴ τὸν γόητα Θεόδοτον, ἢ τὸν παραμασύντην ἴδω τὸν ἀνόσιον βαυκιζόμενον τὰ λευκά τ’ ἀναβάλλονθ’ ἅμα,485
10ἥδιστ’ ἂν ἀναπήξαιμ’ ἐπὶ τοῦ ξύλου λαβών.

Tar

5

Νάννιον δὲ μαίνεται
ἐπὶ τῷ Διονύσῳ.486

Tit

tit

ΤΙΤΘΗ.

Tit

1

Ἰδοὺ πάρεστιν οἶνος. οὐκοῦν ἐγχέω, Κρίτων, πολύν; Β. βέλτιον ἕνα καὶ τέτταρας. Α. ὑδαρῆ λέγεις· ὅμως δὲ ταύτην ἐκπιών * * λέγε τι καὶ διατριβήν γε τῷ πότῳ
5ποιῶμεν.

Tit

2

Ὁ Κόρυδος οὗτος, ὁ τὰ γελοῖ’ εἰθισμένος λέγειν, Βλεπαῖος βούλετ’ εἶναι. Β. νοῦν γ’ ἔχων·
πλουτεῖ γὰρ ὁ Βλεπαῖος.487

Tit

3

Ἤδη γὰρ ὁ βίος οὑ’μὸς ἑσπέραν ἄγει.

Tok

tit

ΤΟΚΙΣΤΗΣ Η ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ.

Tok

1

Μὴ παντελῶς αὐτῷ δίδου ὑδαρῆ. κατανοεῖς; ἴσον ἴσῳ μικροῦ. καλῶς. Β. ἡδύ γε τὸ πῶμα. ποδαπὸς ὁ Βρόμιος, Τρύφη; ΤΡ. Θάσιος. Β. ὅμοιον. καὶ δίκαιον τοὺς ξένους
5πίνειν ξενικόν, τοὺς δ’ ἐγγενεῖς ἐπιχώριον.488

Tok

2

Εὐδαίμων ἐγώ, μὰ τὸν Δία τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν, οὐχ ὅτι ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι, ἀλλ’ ὅτι διαρραγήσομ’, ἂν θεὸς θέλῃ.
5τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν.

Tok

3

Ἀλλ’ ἔγχεον αὐτῷ Διός γε τήνδε σωτῆρος, θεῶν θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ. Β. ὁ Ζεὺς ὁ σωτήρ, ἂν ἐγὼ διαρραγῶ,
5οὐδέν μ’ ὀνήσει. Α. πῖθι θαρρῶν.

Tok

4

Πάντως ἀναρίστητος οὐ δυνήσομαι
διακαρτερῆσαι τηλικαύτην ἡμέραν.489

Trau

tit

ΤΡΑΥΜΑΤΙΑΣ.

Trau

1

Τὸν γὰρ ὕστατον τρέχων δίαυλον τοῦ βίου ζῆν βούλομαι.

Trau

2

Τίς οὐχὶ φήσει τοὺς ἐρῶντας ζῆν μόνους; εἰ δεῖ γε πρῶτον μὲν στρατευτικωτάτους εἶναι, πονεῖν τε δυναμένους τοῖς σώμασιν μάλιστα, προσεδρεύειν τ’ ἀρίστους τῷ πόθῳ,
5ποιητικούς, ἰταμούς, προθύμους, εὐπόρους, ἐν τοῖς ἀπόροις βλέποντας, ἀθλιωτάτους.

Tro

tit

ΤΡΟΦΩΝΙΟΣ.

Tro

1

Νῦν δ’ ἵνα μὴ παντελῶς Βοιώτιοι
φαίνησθ’ εἶναι τοῖς διασύρειν ὑμᾶς εἰθισμένοις, ὡς ἀκίνητοι νῦν εἶναι βοᾶν καὶ πονεῖν μόνον καὶ δειπνεῖν ἐπιστάμενοι διὰ τέλους τὴν νύχθ’ ὅλην,490
5γυμνοῦθ’ αὑτοὺς θᾶττον ἅπαντες.491

Tro

2

Εἶθ’ ὁ Μοσχίων ὁ παραμασήτης ἐν βροτοῖς αὐδώμενος.

Tyn

tit

ΤΥΝΔΑΡΕΩΣ.

Tyn

1

Ἄνθρωπος εἶναί μοι Κυρηναῖος δοκεῖς· κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ, πάρεισιν ὀκτωκαίδεκ’ ἄλλοι, καὶ δέκα ἅρματα συνωρίδες τε πεντεκαίδεκα.
5τούτοις δὲ δεῖ σε τἀπιτήδει’ ἐμβαλεῖν,
ὥστ’ ἦν κράτιστον μηδὲ καλέσαι μηδένα.492

Hypn

tit

ΥΠΝΟΣ.

Hypn

1

Οὐ θνητὸς οὐδ’ ἀθάνατος, ἀλλ’ ἔχων τινά σύγκρασιν, ὥστε μήτ’ ἐν ἀνθρώπου μέρει μήτ’ ἐν θεοῦ ζῆν, ἀλλὰ φύεσθαί τ’ ἀεί καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν,
5ἀόρατος ὄψιν, γνώριμος δ’ ἅπασιν ὤν. Β. ἀεὶ σὺ χαίρεις ὦ γύναι μ’ αἰνίγμασιν. Α. καὶ μὴν ἁπλᾶ γε καὶ σαφῆ λέγω μαθεῖν. Β. τίς οὖν τοσαύτην παῖς ἔχων ἔσται φύσιν;
Α. ὕπνος, βροτείων, ὦ κόρη, παυστὴρ πόνων.493

Hypn

2

Οὐδ’ ἐν Τριβαλλοῖς ταῦτά γ’ ἐστὶν ἔννομα, οὗ φασι τὸν θύοντα τοῖς κεκλημένοις δείξαντ’ ἰδεῖν τὸ δεῖπνον, εἰς τὴν αὔριον πωλεῖν ἀδείπνοις ἅπερ ἔθηκ’ αὐτοῖς ἰδεῖν.

Hypn

3

Διὰ ταῦθ’ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων ἑκάστοτ’ ἐπιδειπνεῖ μεθ’ ἡμῶν· τοῦτο δ’ ἦν ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν.

Hypo

tit

ΥΠΟΒΟΛΙΜΑΙΟΣ.

Hypo

1

Ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα χυτρίδι’ ἀκράτου τῆς τ’ ἀδελφῆς προσλαβών
τῆς τοῦ βασιλέως, ταῦτ’ ἀπνευστί τ’ ἐκπιών ὡς ἄν τις ἥδιστ’ ἴσον ἴσῳ κεκραμένον,494
5καὶ τῆς ὁμονοίας, διὰ τί νῦν μὴ κωμάσω ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς;

Phaidr

tit

ΦΑΙΔΡΟΣ.

Phaidr

1

Πορευομένῳ δ’ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι. καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτατον δ’ εἰπεῖν, ὅσοι
5τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας. ἔστιν γὰρ οὔτε θῆλυς οὔτ’ ἄρρην, πάλιν οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὔτ’ ἀβέλτερος
οὔτ’ αὖθις ἔμφρων, ἀλλὰ συννενησμένος πανταχόθεν, ἑνὶ τύπῳ τε πόλλ’ εἴδη φέρων.495
10ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἡ δὲ δειλία γυναικός, ἡ δ’ ἄνοια μανίας, ὁ δὲ λόγος φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος. καὶ ταῦτ’ ἐγώ, μὰ τὴν Ἀθηνᾶν καὶ θεούς,
15οὐκ οἶδ’ ὅ τι ἐστίν, ἀλλ’ ὅμως ἔχει γέ τι τοιοῦτον, ἐγγύς τ’ εἰμὶ τοὐνόματος.

Phaidr

2

Σχολῇ γε, νὴ τὸν ἥλιον, σχολῇ λέγεις. Ἐπιχαρίδης ὁ μικρὸς ἐν πένθ’ ἡμέραις σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν
οὕτω συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ.496

Phaido

tit

ΦΑΙΔΩΝ Η ΦΑΙΔΡΙΑΣ.

Phaido

1

Ἀγορανομήσεις, ἂν θεοὶ θέλωσι, σύ, ἵνα Καλλιμέδοντ’ εἰς τοὔψον, εἰ φιλεῖς ἐμέ, παύσῃς καταιγίζοντα δι’ ὅλης ἡμέρας. Β. ἔργον τυράννων, οὐκ ἀγορανόμων λέγεις.
5μάχιμος γὰρ ἁνήρ, χρήσιμος δὲ τῇ πόλει.497

Phar

tit

ΦΑΡΜΑΚΟΠΩΛΗΣ Η ΚΡΑΤΕΥΑΣ.

Phila

tit

ΦΙΛΑΘΗΝΑΙΟΣ.

Phile

tit

ΦΙΛΕΤΑΙΡΟΣ.

Phili

tit

ΦΙΛΙΣΚΟΣ.

Phili

1

Ἀρτέον τράπεζαν, ἀπονίψασθαι δοτέον, προσοιστέος στέφανος, μύρον, σπονδή, λιβανωτός, ἐσχαρίς,
τράγημα δοτέον ἔτι, πλακοῦντος ἁπτέον.498

Philok

tit

ΦΙΛΟΚΑΛΟΣ Η ΝΥΜΦΑΙ.

Philok

1

Κατάκεισο κἀκείνας κάλει. συναγώγιμον ποιῶμεν. ἀλλ’ εὖ οἶδ’ ὅτι κυμινοπρίστης ὁ τρόπος ἐστί σου πάλαι.

Philot

tit

ΦΙΛΟΤΡΑΓΩΙΔΟΣ.

Philot

1

Σοφοῦ γὰρ ἀνδρὸς τὰς τύχας ὀρθῶς φέρειν.

Philou

tit

ΦΙΛΟΥΣΑ.

Philou

1

Ἀφροδίσι’ ἦγε ταῖς ἑταίραις ἡ πόλις· ἕτερα δὲ χωρίς ἐστι ταῖς ἐλευθέραις. ταῖς ἡμέραις ταύταις δὲ κωμάζειν ἔθος ἐστὶν νόμος τε τὰς ἑταίρας ἐνθάδε
5μεθύειν μεθ’ ἡμῶν.499

Philou

2

Ἀλλ’ ἔγωγε τοῦ τὰ δέοντ’ ἔχειν τὰ περιττὰ μισῶ· τοῖς ὑπερβάλλουσι γὰρ τέρψις μὲν οὐκ ἔνεστι πολυτέλεια δέ.

Phr

tit

ΦΡΥΞ.

Phr

1

Εἰ τοῦ μεθύσκεσθαι πρότερον τὸ κραιπαλᾶν παρεγίγνεθ’ ἡμῖν, οὐδ’ ἂν εἷς οἶνόν ποτε προσίετο πλεῖον τοῦ μετρίου. νυνὶ δὲ τὴν τιμωρίαν οὐ προσδοκῶντες τῆς μέθης
5ἥξειν προχείρως τοὺς ἀκράτους πίνομεν.

Phr

2

Ἐγὼ δὲ κεστρεὺς νῆστις οἴκαδ’ ἀποτρέχω.500

Phy

tit

ΦΥΓΑΣ.

Phy

1

Ἀεί γ’ ὁ Χαιρεφῶν τιν’ εὑρίσκει τέχνην· καὶ νῦν πορίζεταί γε τὰ δεῖπν’ ἀσύμβολα. ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος ὁ τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ
5ἕστηκεν ἐλθών· κἂν ἴδῃ μισθούμενον εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν.

Cho

tit

ΧΟΡΗΓΙΣ.

Cho

1

Ὃς τοῖς τετραδισταῖς μὲν παρέθηκεν ἐσθίειν
πρώην λέκιθον καὶ μεμβράδας καὶ στέμφυλα.501

Pseu

tit

ΨΕΥΔΟΜΕΝΟΣ.

Pseu

1

Τὰ περιττὰ μισῶ· τοῖς ὑπερβάλλουσι γάρ δαπάνη πρόσεστιν, ἡδονὴ δ’ οὐδ’ ἡτισοῦν.

Pseu

2

Κόλακος δὲ βίος μικρὸν χρόνον ἀνθεῖ· οὐδεὶς γὰρ χαίρει πολιοκροτάφῳ παρασίτῳ.

FIF

tit

FABULARUM INCERTARUM FRAGMENTA.

FIF

1

Ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμ’ ἠβούλετο. κατὰ χειρὸς ἐδόθη· τὴν τράπεζαν ἧκ’ ἔχων, ἐφ’ ἧς ἐπέκειτ’ οὐ τυρὸς οὐδ’ ἐλαῶν γένη, οὐδὲ παρέχουσαι κνῖσαν ἡμῖν πλείονα
5παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη ὑπερηφάνως ὄζουσα τῶν Ὡρῶν λοπάς, τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον· ἅπαντ’ ἐνῆν τἀκεῖ γὰρ ἐν ταύτῃ καλά, ἰχθῦς, ἔριφοι, διέτρεχε τούτων σκορπίος,
10ὑπέφαινεν ᾠῶν ἡμίτομα τοὺς ἀστέρας. ἐπεβάλομεν τὰς χεῖρας. ὁ μὲν ἐμοὶ λαλῶν ἅμα καὶ διανεύων ἠσχολεῖτο, πᾶς δ’ ἀγών ἐπ’ ἐμὲ κατήντα. τὸ πέρας οὐκ ἀνῆχ’ ἕως τὴν λοπάδ’ ὀρύττων ἀποδέδειχα κόσκινον.502

FIF

2-3

Καὶ μὴν ἐνύπνιον οἴομαι γ’ ἑορακέναι
νικητικόν. Β. λέγ’ αὐτό. Α. τὸν νοῦν πρόσεχε δή. ἐν τῷ σταδίῳ τῶν ἀνταγωνιστῶν μέ τις ἐδόκει στεφανοῦν γυμνὸς προσελθὼν * *503
5στεφάνῳ κυλιστῷ κοκκυμήλων, Ἡράκλεις, πεπόνων.
6 * * * *
Ἑόρακας πώποτε ἤνυστρον ἐσκευασμένον * * * ἢ σπλῆν’ ὀπτὸν μεμονθυλευμένον,
10ἢ κοκκυμήλων σπυρίδα πεπόνων; * *
τοιοῦτ’ ἔχει τὸ μέτωπον.504

FIF

4-6

Λεσβίου δὲ πώματος οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν.
2* * * *
Θασίοις οἰναρίοις καὶ Λεσβίοις τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
5καὶ νωγαλίζει.
5* * * * Ἡδύς γ’ ὁ Βρόμιος τὴν ἀτέλειαν Λεσβίου ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε, ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ’ ἀποστέλλων πόλιν
κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.505

FIF

7

Ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς, ἐξὸν καλῶς· οὗ μήτε πράττεται τέλος μηδεὶς γὰρ ἡμᾶς, μήτε τιμὴν δόντα δεῖ
5ἑτέρων λαβεῖν, φέρει δὲ τοῖς μὲν χρωμένοις δόξης τίν’ ὄγκον τοῖς δ’ ὁρῶσιν ἡδονήν, κόσμον δὲ τῷ βίῳ, τὸ τοιοῦτον γέρας
τίς οὐκ ἂν αὑτῷ κτῷτο φάσκων νοῦν ἔχειν;506

FIF

8

Τοὺς εὐτυχοῦντας ἐπιφανῶς δεῖ ζῆν φανεράν τε τὴν δόσιν τὴν τοῦ θεοῦ ποιεῖν· ὁ γὰρ θεὸς δεδωκὼς τἀγαθά ὧν μὲν πεπόρικεν οἴεται χάριν τινά
5ἔχειν ἑαυτῷ· τοὺς ἀποκρυπτομένους δὲ καὶ πράττειν μετρίως φάσκοντας, ἀχαρίστους ὁρῶν ἀνελευθέρως τε ζῶντας ἐπὶ καιροῦ τινος λαβὼν ὀφείλεθ’ ὅσα δεδωκὼς ἦν πάλαι.

FIF

9

Μὴ ὥρασι * μετὰ τῶν κακῶν ἵκοιθ’ ὁ τοὺς θέρμους φαγών, ἐν τῷ προθύρῳ τὰ λέμμαθ’ ὁτιὴ κατέλιπεν, ἀλλ’ οὐκ ἀπεπνίγη καταφαγών· μάλιστα δὲ
5Κλεαίνετος μὲν οὐκ ἐδήδοκ’ οἶδ’ ὅτι ὁ τραγικὸς αὐτούς· οὐδενὸς γὰρ πώποτε ἀπέβαλεν ὀσπρίου λέπος·
οὕτως ἐκεῖνός ἐστιν εὐχερὴς ἀνήρ.507

FIF

10

Ἂν πιττοκοπούμενόν τιν’ ἢ ξυρούμενον
ὁρᾷς τούτων ἔχει τι θάτερον· ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία,508
5ἢ πλουσιακὸν τούτῳ προσπίπτει κακόν. τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν, δι’ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθ’ ὑπονοεῖς;

FIF

11

Ἐπὰν ἰδιώτην ἄνδρα μονοσιτοῦντ’ ἴδῃς, ἢ μὴ ποθοῦντ’ ᾠδὰς ποιητὴν καὶ μέλη,
τὸν μὲν ἰδιώτην τοῦ βίου τὸν ἥμισυν ἀπολωλεκέναι νόμιζε, τὸν δὲ τῆς τέχνης509
5τὴν ἡμίσειαν, ζῶσι δ’ ἀμφότεροι μόλις.

FIF

12

Τὴν ὄψιν εἴπω τοῦ ποτηρίου γέ σοι πρώτιστον; ἦν γὰρ στρογγύλον, μικρὸν πάνυ, παλαιόν, ὦτα συντεθλασμένον σφόδρα, ἔχον κύκλῳ τὰ γράμματ’. Β. ἆρά γ’ ἕνδεκα
5χρυσᾶ Διὸς σωτῆρος; Α. οὐκ ἄλλου μὲν οὖν.510

FIF

13

Ὡς ἔστι κατακεῖσθαι πρὸ δείπνου συμφορά· οὔτε γὰρ ὕπνος δήπουθεν οὐδέν’ ἂν λάβοι, οὔθ’ ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἄν·
ὁ νοῦς γάρ ἐστι τῆς τραπέζης πλησίον.511

FIF

14

Ἄτοπόν γε τὸν μὲν οἶνον εὐδοκιμεῖν σφόδρα παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δὲ μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον.

FIF

15

Οὐδέν γ’ ἔοικ’ ἄνθρωπος οἴνῳ τὴν φύσιν· ὁ μὲν ἀπογηράσκων ἀηδὴς γίγνεται, οἶνον δὲ τὸν παλαιότατον σπουδάζομεν· ὁ μὲν δάκνει γάρ, ὁ δ’ ἱλαροὺς ἡμᾶς ποιεῖ.

FIF

16-17

Οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός· ὁ γὰρ διμάτωρ Βρόμιος οὐ χαίρει συνών
ἀνδράσι πονηροῖς οὐδ’ ἀπαιδεύτῳ βίῳ.512

FIF

18

Πίννας, κάραβον, βολβούς, κοχλίας, κήρυκας, ᾤ’, ἀκροκώλια, τοσαῦτα· τούτων ἂν τίς εὕροι φάρμακα ἐρῶντι ἑταίρας ἕτερα χρησιμώτερα;

FIF

19

Οὑτοσὶ δέ σοι τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ
ἔστιν μετρητής.513

FIF

20

Κοτύλας τέτταρας ἀναγκάσας μεστὰς ἔμ’ αὐτόθεν σπάσαι ὄξους Δεκελικοῦ δι’ ἀγορᾶς μέσης ἄγεις.

FIF

21

Οὐδὲ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον,
τὸ διορίζεσθ’ οὐ βεβαίως τῷ στόματι τὰ γράμματα.514

FIF

22

Ἐχθὲς ὑπέπινες, εἶτα νυνὶ κραιπαλᾷς. κατανύστασον· παύσει γάρ. εἶτά σοι δότω ῥάφανόν τις ἑφθήν.

FIF

23

Οἶνος ξενικὸς παρῆν· ὁ γὰρ Κορίνθιος βασανισμός ἐστι.

FIF

24

Φιλοτησίαν σοι τήνδ’ ἐγώ
ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι.515

FIF

25

Ἀφ’ ὧν γένοιτ’ ἂν συντόμως ἀριστόδειπνον.

FIF

26

Μετὰ ταῦτ’ ἀναπεσεῖν ἐκέλευον αὐτὴν παρ’ ἐμέ.

FIF

27

Πολὺν πιὼν Εὐβοϊκὸν οἶνον.516

FIF

30

Τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος, ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη Κύρνος, τετάρτη δ’ ἡ Διὸς Κρήτη τροφός,
5Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος,
Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦς’ ἔχει.517

FIF

31

Τὰς ἡδονὰς δεῖ συλλέγειν τὸν σώφρονα. τρεῖς δ’ εἰσὶν αἵγε τὴν δύναμιν κεκτημέναι τὴν ὡς ἀληθῶς συντελοῦσαν τῷ βίῳ, τὸ πιεῖν, τὸ φαγεῖν, τὸ τῆς Ἀφροδίτης τυγχάνειν.
5τὰ δ’ ἄλλα προσθήκας ἅπαντα χρὴ καλεῖν.

FIF

33

Ὦ δέσποθ’ ὑγίαιν’. ὡς χρόνιος ἐλήλυθας.518

FIF

34

Τίς δῆθ’ ὑγιαίνων νοῦν τ’ ἔχων τολμᾷ ποτε γαμεῖν, διαπραξάμενος ἥδιον βίον; εἶτ’ οὐχὶ κρεῖττόν ἐστι τῷ γ’ ἔχοντι νοῦν ἄτιμον εἶναι μᾶλλον ἢ γυναῖκ’ ἔχειν;
5πολλῷ γε· τοὺς μὲν γοῦν ἀτίμους οὐκ ἐᾷ ἀρχὴν λαχόντας ὁ νόμος ἄρχειν τῶν πέλας· ἐπὰν δὲ γήμῃς, οὐδὲ σαυτοῦ κύριον ἔξεστιν εἶναι· τὰς γὰρ εὐθύνας μόνον ἐφημερινὰς τὰς τοῦ βίου κεκτήμεθα.

FIF

35

Οὐκ ἠξίωσα καταλιπεῖν τὴν μητέρα, πρώτην δὲ σώζειν· τοῖς γὰρ ὀρθῶς εἰδόσιν
τὰ θεῖα μεῖζον μητρὸς οὐκ ἔστιν ποτέ. ὅθεν ὁ πρῶτος οὐκ ἀπαιδεύτως ἔχων519
5ἱδρύσαθ’ ἱερὸν μητρός, οὐ δείξας σαφῶς ποίας, ἐάσας δ’ ὑπονοεῖν εἰς τοὔνομα.

FIF

36

Ὅστις ἥδεται γὰρ ἐσθίων ὁσημέραι, δεῖ καὶ ποιεῖν τῶν σιτίων ἐπάξιόν τι, μηδὲ περινοστεῖν σχολὴν ἄγοντα, τῷ ζῆν πολεμιώτατον κακόν.

FIF

37

Τῶν γὰρ ἀγαθῶν τὸν πλοῦτον ὕστατον τίθει· ἀβεβαιότατον γάρ ἐστιν ὧν κεκτήμεθα. τὰ δ’ ἄλλ’ ἐπιεικῶς τοῖς ἔχουσι παραμένει.

FIF

38

Οὐκ ἔστι παιδαγωγὸς ἀνθρώποις ἄρα
ἔρωτος οὐδεὶς ἄλλος ἐπιμελέστερος.520

FIF

39

Οὐκ ἔστ’ ἀναισχυντότερον οὐδὲν εἰσορᾶν γυναικός· ἀπ’ ἐμαυτῆς ἐγὼ τεκμαίρομαι.

FIF

40

Οὐκ ἔστιν οὔτε τεῖχος οὔτε χρήματα, οὐδ’ ἄλλο δυσφύλακτον οὐδὲν ὡς γυνή.

FIF

41

Ψυχὴν ἔχειν δεῖ πλουσίαν· τὰ δὲ χρήματα ταῦτ’ ἐστὶν ὄψις, παραπέτασμα τοῦ βίου.

FIF

42

Κἂν εὐτυχῇ τις, ὡς ἔοικε, προσδοκᾶν
ἀεί τι δεῖ, καὶ μή τι πιστεύειν τύχῃ.521

FIF

43

Οὐκ ἔσθ’ ὅπως ἔχουσιν αἱ τύχαι φρένας· οὐδεὶς γὰρ ἂν τοιοῦτος ἠτύχει ποτέ.

FIF

44

Φεῦγ’ ἡδονὴν φέρουσαν ὕστερον βλάβην.

FIF

45

Λύπη μανίας κοινωνίαν ἔχει τινά.

FIF

46

Τῶν μετρίων αἱ μείζονες λῦπαι ποιοῦσι τῶν φρενῶν μετάστασιν.

FIF

47

Ὦ παῖ, μέγιστος ἔρανός ἐστί μοι τὸ σὲ θρέψαι κατὰ τρόπον· ὃν γὰρ αὐτὸς ἀπέλαβον
παρὰ τοῦ πατρός, δεῖ τοῦτον ἀποδοῦναί με σοί.522

FIF

62

Τὸ παναρμόνιον τὸ καινὸν ἔντεινον τεχνῶν.524