TLG 0402 001 :: ALEXIS :: Fragmenta Fragmenta frr. 1–7, 9–30, 32–49, 51–53, 55–66, 68–71, 73–102, 105–128, 130–135, 137–138, 140–150, 152–156, 158–165, 167–183, 185–198, 200–214, 216–299, 301–302, 305–329, 331–343, 345 + tituli Citation: Fragment — (line) | ||
tit 1 | ΑΓΚΥΛΙΩΝ | |
1 | λέγεις περὶ ὧν οὐκ οἶσθα· συγγενοῦ τρέχων Πλάτωνι, καὶ γνώσει λίτρον καὶ κρόμμυον. | |
tit 2-6 | ΑΓΩΝΙΣ Η ΙΠΠΙΣΚΟΣ | |
2 | ἀπήντων τῷ ξένῳ, εἰς τὴν κατάλυσιν ησονην αἴθων ἀνήρ· τοῖς παισί τ’ εἶπα, δύο γὰρ ἦγον οἴκοθεν, τἀκπώματ’ εἰς τὸ φανερὸν ἐκνενιτρωμένα | |
5 | θεῖναι. κύαθος δ’ ἦν ἀργυροῦς, τἀκπώματα | |
---|---|---|
ἦγεν δύο δραχμάς, κυμβίον δὲ τέτταρας ἴσως ἑτέρας, ψυκτηρίδιόν τε δέκ’ ὀβολούς, Φιλιππίδου λεπτότερον. Β. ἀλλὰ ταῦθ’ ὅλως πρὸς ἀλαζονείαν οὐ κακῶς νενοημέν’ ἦν. | 297 | |
3 | ὦ μῆτερ, ἱκετεύω σε, μὴ ’πίσειέ μοι τὸν Μισγόλαν· οὐ γὰρ κιθαρῳδός εἰμ’ ἐγώ. | |
4 | ὁ τρίτος οὗτος δ’ ἔχει σύκων κυλιστὸν στέφανον· ἀλλ’ ἔχαιρε καὶ | |
ζῶν τοῖς τοιούτοις. | 298 | |
5 | μεστὴν ἀκράτου θηρίκλειον ἔσπασεν κοίλην ὑπερθύουσαν. | |
tit 7 | ΑΔΕΛΦΟΙ | |
7 | ἐγὼ δέδωκα γάρ τι ταύταις; εἰπέ μοι. Β. οὐκ ἀλλ’ ἀπέδωκας ἐνέχυρον δήπου λαβών. | |
tit 8 | ΑΙΠΟΛΟΙ | |
tit 9 | ΑΙΣΩΠΟΣ | |
9 | κομψόν γε τοῦτ’ ἐστὶν παρ’ ὑμῖν, ὦ Σόλων, ἐν ταῖς Ἀθήναις, δεξιῶς θ’ εὑρημένον. Σ. τὸ ποῖον; Α. ἐν τοῖς συμποσίοις οὐ πίνετε | |
ἄκρατον. Σ. οὐ γὰρ ῥᾴδιον· πωλοῦσι γὰρ | 299 | |
5 | ἐν ταῖς ἁμάξαις εὐθέως κεκραμένον, οὐχ ἵνα τι κερδαίνωσι, τῶν δ’ ὠνουμένων προνοούμενοι, τοῦ τὰς κεφαλὰς ὑγιεῖς ἔχειν ἐκ κραιπάλης. τοῦτ’ ἔσθ’, ὁρᾷς, Ἑλληνικὸς πότος, μετρίοισι χρωμένους ποτηρίοις | |
10 | λαλεῖν τι καὶ ληρεῖν πρὸς αὑτοὺς ἡδέως· τὸ μὲν γὰρ ἕτερον λουτρόν ἐστιν, οὐ πότος, ψυκτῆρι πίνειν καὶ κάδοις. Α. θάνατος μὲν οὖν. | |
tit 10 | ΑΙΧΜΑΛΩΤΟΣ | |
10 | ἡμίκακον | |
tit,ante 11 | ΑΛΕΙΠΤΡΙΑ | |
tit 11-12 | ΑΜΠΕΛΟΥΡΓΟΣ | |
11 | ἀναδενδράς | 300 |
12 | ἀπολογηθῆναι | |
tit 13-14 | ΑΜΦΩΤΙΣ | |
13 | ὀνοκόπος τῶν τοὺς ἀλέτωνας τῶνδε κοπτόντων ὄνους. | |
14 | μετάβα | |
tit,ante 15 | ΑΝΤΕΙΑ | |
tit 15-18 | ΑΠΕΓΛΑΥΚΩΜΕΝΟΣ | |
15 | παρ’ ἐμοῦ δ’, ἐὰν μὴ καθ’ ἓν ἕκαστον πάντα δῷς, | |
χαλκοῦ μέρος δωδέκατον οὐκ ἂν ἀπολάβοις. Β. δίκαιος ὁ λόγος. Α. ἀβάκιον, ψῆφον· λέγε. Β. ἔστ’ ὠμοτάριχος πέντε χαλκῶν. Α. λέγ’ ἕτερον. | 301 | |
5 | Β. μῦς ἑπτὰ χαλκῶν. Α. οὐδὲν ἀσεβεῖς οὐδέπω. λέγε. Β. τῶν ἐχίνων ὀβολός. Α. ἁγνεύεις ἔτι. Β. ἆρ’ ἦν μετὰ ταῦθ’ ἡ ῥάφανος ἣν ἐβοᾶτε; Α. ναί· χρηστὴ γὰρ ἦν. Β. ἔδωκα ταύτης δύ’ ὀβολούς. Α. τί γὰρ ἐβοῶμεν; Β. τὸ κύβιον τριωβόλου. | |
10 | Α. ὀνεῖν κεχειρῶν γε οὐκ ἐπράξατ’ οὐδὲ ἕν. Β. οὐκ οἶσθας, ὦ μακάριε, τὴν ἀγοράν, ὅτι κατεδηδόκασι τὰ λάχαν’ αἱ τρωξαλλίδες. Α. διὰ τοῦτο τὸ τάριχος τέθεικας διπλασίου; Β. ὁ ταριχοπώλης ἐστίν· ἐλθὼν πυνθάνου. | |
15 | γόγγρος δέκ’ ὀβολῶν. Α. οὐχὶ πολλοῦ. λέγ’ ἕτερον. Β. τὸν ὀπτὸν ἰχθὺν ἐπριάμην δραχμῆς. Α. παπαῖ, ὥσπερ πυρετὸς ἀνῆκεν, εἶτ’ ἐν ἐπιτέλει. Β. πρόσθες τὸν οἶνον, ὃν μεθυόντων προσέλαβον | |
ὑμῶν, χόας τρεῖς, δέκ’ ὀβολῶν ὁ χοῦς. | 302 | |
16 | τοὺς μὲν στρατηγοὺς τὰς ὀφρῦς ἐπὰν ἴδω ἀνεσπακότας, δεινὸν μὲν ἡγοῦμαι ποιεῖν, οὐ πάνυ τι θαυμάζω δὲ προτετιμημένους ὑπὸ τῆς πόλεως μεῖζόν τι τῶν ἄλλων φρονεῖν. | |
5 | τοὺς δ’ ἰχθυοπώλας τοὺς κάκιστ’ ἀπολουμένους ἐπὰν ἴδω κάτω βλέποντας, τὰς δ’ ὀφρῦς ἔχοντας ἐπάνω τῆς κορυφῆς, ἀποπνίγομαι. ἐὰν δ’ ἐρωτήσῃς ‘πόσου τοὺς κεστρέας πωλεῖς δύ’ ὄντας;‘ ‘δέκ’ ὀβολῶν‘ φησίν. ‘βαρύ· | |
10 | ὀκτὼ λάβοις ἄν;‘ ‘εἴπερ ὠνεῖ τὸν ἕτερον.‘ ‘ὦ ’τάν, λαβὲ καὶ μὴ παῖζε.‘ ‘τοσουδί; παράτρεχε.‘ ταῦτ’ οὐχὶ πικρότερ’ ἐστὶν αὐτῆς τῆς χολῆς; | |
17-18 | καὶ γὰρ ἑψητοί τινες παρῆσαν ἡμῖν δαιδάλεοί πως | |
2 | . . . . . . . . . . . . τῶν οὖν κορακίνων πεῖραν οὐχὶ λαμβάνεις; | |
οὐδὲ τριχίδων, οὐδ’ οἷον ἑψητῶν τινων; | 303 | |
tit 19 | ΑΠΟΒΑΤΗΣ | |
19 | Χορόνικος ὁ ποιητὴς ὁδί. Β. τίνων ποιητὴς ᾀσμάτων; Α. σεμνῶν πάνυ. Β. τί πρὸς τὸν Ἀργᾶν οὗτος; Α. ἡμέρας δρόμῳ | |
κρείττων. | 304 | |
tit 20-21 | ΑΠΟΚΟΠΤΟΜΕΝΟΣ | |
20 | λέγεται γὰρ λόγος ὑπὸ τῶν σοφιστῶν, μὴ πέτεσθαι τὸν θεὸν τὸν Ἔρωτα, τοὺς δ’ ἐρῶντας· αἰτίαν δ’ ἔχειν ἐκεῖνον ἄλλως, ἠγνοηκότας δὲ τοὺς | |
5 | γραφεῖς ἔχοντα πτέρυγας αὐτὸν ζωγραφεῖν. | |
21 | οὐ συμποσίαρχος ἦν γάρ, ἀλλὰ δήμιος ὁ Χαιρέας, κυάθους προπίνων εἴκοσιν. | |
tit 22-23 | ΑΡΧΙΛΟΧΟΣ | |
22 | ὦ τὴν εὐτυχῆ ναίων Πάρον, ὄλβιε πρέσβυ, ἣ κάλλιστα φέρει χώρα δύο τῶν συναπασῶν, | |
κόσμον μὲν μακάρεσσι λίθον, θνητοῖς δὲ πλακοῦντας. | 305 | |
23 | λαβόμενος | |
tit 24 | ΑΣΚΛΗΠΙΟΚΛΕΙΔΗΣ | |
24 | οὕτως δ’ ὀψοποιεῖν εὐφυῶς περὶ τὴν Σικελίαν αὐτὸς ἔμαθον, ὥστε τοὺς δειπνοῦντας εἰς τὰ βατάνι’ ἐμβαλεῖν ποιῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς. | |
tit 25 | ΑΣΩΤΟΔΙΔΑΣΚΑΛΟΣ | |
25 | τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω Λύκειον, Ἀκαδήμειαν, Ὠιδείου πύλας, λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν. πίνωμεν, ἐμπίνωμεν, ὦ Σίκων, Σίκων, | |
5 | χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν. τύρβαζε, Μάνη. γαστρὸς οὐδὲν ἥδιον. αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη. ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι κόμποι κενοὶ ψοφοῦσιν ἀντ’ ὀνειράτων. | |
10 | ψύξει σε δαίμων τῷ πεπρωμένῳ χρόνῳ· ἕξεις δ’ ὅς’ ἂν φάγῃς τε καὶ πίῃς μόνα, σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων. | 306 |
tit 26 | ΑΤΑΛΑΝΤΗ | |
26 | μικρόφωνος | |
tit 27-29 | ΑΤΘΙΣ | 307 |
27 | ὁ πρῶτος εἰπὼν ὅτι σοφιστὴς οὐδὲ εἷς ἔμψυχον οὐδὲν ἐσθίει, σοφός τις ἦν. ἐγὼ γὰρ ἥκω νῦν ἀγοράσας οὐδὲ ἓν ἔμψυχον. ἰχθῦς ἐπριάμην τεθνηκότας | |
5 | μεγάλους· κρεάδι’ ἀρνὸς ἔστι πίονος οὐ ζῶντος· οὐχ οἷόν τε γάρ. τί ἄλλο; καὶ ἡπάτιον ὀπτὸν προσέλαβον. τούτων ἐὰν δείξῃ τις ἢ φωνήν τι ἢ ψυχὴν ἔχον, ἀδικεῖν ὁμολογῶ καὶ παραβαίνειν τὸν νόμον. | |
28 | ὅστις ἥδεται γὰρ ἐσθίων ὁσημέραι, δεῖ καὶ ποιεῖν τῶν σιτίων ἐπάξιόν τι, μηδὲ περινοστεῖν σχολὴν ἄγοντα, τῷ ζῆν πολεμιώτατον κακόν. | |
29 | πῶς ἐπινέφει τὸ πρῶτον ὁ Ζεὺς ἡσυχῆ, | |
ἔπειτα μᾶλλον μᾶλλον. | 308 | |
tit 30-31 | ΑΧΑΙΙΣ | |
30 | ἅπαντα τὰ ζητούμεν’ ἐξευρίσκεται, ἂν μὴ προαποστῇς μηδὲ τὸν πόνον φύγῃς· ὅπου γὰρ εὑρήκασιν ἄνθρωποί τινες μέρος τι τῶν θείων τοσοῦτο τῷ τόπῳ | |
5 | ἀπέχοντες, ἄστρων ἐπιτολάς, δύσεις, τροπάς, ἔκλειψιν ἡλίου, τί τῶν κοινῶν κάτω καὶ συγγενικῶν δύναιτ’ ἂν ἄνθρωπον φυγεῖν; | |
tit 32 | ΒΟΣΤΡΥΧΟΣ | |
32 | ὑποκροῦσαι | |
tit 33-34 | ΒΡΕΤΤΙΑ | |
33 | εἶδές ποτε πίνουσιν ἀνθρώποις ἀπίους παρακειμένας | |
ἐν ὕδατι; Β. πολλοῖς πολλάκις δήπου. τί οὖν; Α. οὐκοῦν ἕκαστος ἐκλεγόμενος λαμβάνει | 309 | |
5 | τῶν ἐπινεουσῶν τὴν πεπαιτάτην ἀεί; Β. δηλονότι. | |
34 | τοιοῦτο τὸ ζῆν ἐστιν· ὥσπερ οἱ κύβοι οὐ ταὔτ’ ἀεὶ πίπτουσιν, οὐδὲ τῷ βίῳ ταὐτὸν διαμένει σχῆμα, μεταβολὰς δ’ ἔχει. | |
tit 35 | ΒΩΜΟΣ | |
35 | γυνὴ λινουργὸς περιτυχοῦς’ ἀφείλετο. | |
tit 36-39 | ΓΑΛΑΤΕΙΑ | 310 |
36 | ὁ δεσπότης οὑμὸς περὶ λόγους γάρ ποτε διέτριψε μειρακίσκος ὢν καὶ φιλοσοφεῖν ἐπέθετο· Κυρηναῖος ἦν ἐνταῦθά τις, ὥς φας’, Ἀρίστιππος, σοφιστὴς εὐφυής, | |
5 | μᾶλλον δὲ πρωτεύων ἁπάντων τῶν τότε, ἀκολαστίᾳ τε τῶν γεγονότων διαφέρων. τούτῳ τάλαντον δοὺς μαθητὴς γίνεται ὁ δεσπότης. καὶ τὴν τέχνην μὲν οὐ πάνυ ἐξέμαθε, τὴν δ’ ἀρτηρίαν συνήρπασεν. | |
37 | νάρκην μὲν οὖν, ὥς φασιν, ὠνθυλευμένην ὀπτᾶν ὅλην | |
38 | εὐοψίαν | |
39 | νομικόν | 311 |
tit 40 | ΓΡΑΦΗ | |
40 | γεγένηται δ’, ὡς λέγουσι, κἀν Σάμῳ τοιοῦθ’ ἕτερον. λιθίνης ἐπεθύμησεν κόρης ἄνθρωπος ἐγκατέκλεισέ θ’ αὑτὸν τῷ νεῷ. | |
tit 41-42 | ΓΥΝΑΙΚΟΚΡΑΤΙΑ | |
41 | ἐνταῦθα περὶ τὴν ἐσχάτην δεῖ κερκίδα ὑμᾶς καθιζούσας θεωρεῖν ὡς ξένας. | |
42 | ὁ δὲ Κίλιξ ὅδ’ Ἱπποκλῆς, ὁ ζωμοτάριχος ὑποκριτής | |
tit 43-44 | ΔΑΚΤΥΛΙΟΣ | |
43 | εἶτ’ οὐχ ἁπάντων ἐστὶ τὸ μεθύειν κακὸν | |
μέγιστον ἀνθρώποισι καὶ βλαβερώτατον; | 312 | |
44 | ἐκκόψαι | |
tit 45-50 | ΔΗΜΗΤΡΙΟΣ Η ΦΙΛΕΤΑΙΡΟΣ | |
45 | ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν τρόπον τιν’ ἐστί. καὶ γὰρ οἶνον τὸν νέον πολλή ’στ’ ἀνάγκη καὶ τὸν ἄνδρ’ ἀποζέσαι πρώτιστον ἀφυβρίσαι τ’, ἀπανθήσαντα δὲ | |
5 | σκληρὸν γενέσθαι, παρακμάσαντα δ’, ὧν λέγω τούτων ἁπάντων ἀπαρυθέντα τὴν ἄνω ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν, | |
ἡδύν θ’ ἅπασι τοὐπίλοιπον διατελεῖν. | 313 | |
46 | πρότερον μὲν εἰ πνεύσειε βορρᾶς ἢ νότος ἐν τῇ θαλάττῃ λαμπρός, ἰχθῦς οὐκ ἐνῆν οὐδενὶ φαγεῖν· νυνὶ δὲ πρὸς τοῖς πνεύμασιν τούτοις Φάυλλος προσγέγονε χειμὼν τρίτος· | |
5 | ἐπὰν γὰρ ἐκνεφίας καταιγίσας τύχῃ ἐς τὴν ἀγοράν, τοὔψον πριάμενος οἴχεται φέρων ἅπαν τὸ ληφθέν, ὥστε γίνεται ἐν τοῖς λαχάνοις τὸ λοιπὸν ἡμῖν ἡ μάχη. | |
47 | ἀλλ’ αἰσχύνομαι τὸν Κόρυδον, εἰ δόξω συναριστᾶν τισιν οὕτω προχείρως· οὐκ ἀπαρνοῦμαι δ’ ὅμως· οὐδὲ γὰρ ἐκεῖνος, ἂν καλῇ τις ἄν τε μή. | |
48 | ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους | |
ἁπαλούς, ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτους παθεῖν. | 314 | |
49 | τοὔψον λαβοῦσαι τοῦτο τἀπεσταλμένον σκευάζετ’, εὐωχεῖσθε, προπόσεις πίνετε, λέπεσθε, ματτυάζετε. | |
tit 51 | ΔΙΑΠΛΕΟΥΣΑΙ | |
51 | ἐπιχαιρέκακος εἶ καὶ φθονεῖς τοῖς πλησίον. | |
tit 52-54 | ΔΙΔΥΜΟΙ | |
52 | στεφάνων τε τούτων χύδην πεπλεγμένων | |
53 | τούτῳ πρόπιθ’, ἵνα καὐτὸς ἄλλῳ. | 315 |
tit 55 | ΔΙΣ ΠΕΝΘΩΝ | |
55 | καὶ Ζωπύρα, οἰνηρὸν ἀγγεῖον. | |
tit 56-58 | ΔΟΡΚΙΣ Η ΠΟΠΠΥΖΟΥΣΑ | |
56 | τοῖς ἰχθυοπώλαις ἐστὶν ἐψηφισμένον, ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν, ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ, | |
5 | ὡς αὐτὸν ὄντ’ αὐτοῖσι τῆς τέχνης μόνον σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν. | |
57 | περιστερὰς ἔνδον τρέφω τῶν Σικελικῶν τούτων πάνυ | |
κομψάς. | 316 | |
58 | τῆς φιλοτησίας ἐγὼ μεστὰς προπίνω γ’ ἴσον ἴσῳ κεκραμένας. | |
tit 59-61 | ΔΡΩΠΙΔΗΣ | |
59 | εἰσῆλθεν ἡταίρα φέρουσα τὸν γλυκὺν ἐν ἀργυρῷ ποτηρίῳ πετάχνῳ τινί, ἀστειοτάτῳ τὴν ὄψιν, οὔτε τρυβλίῳ οὔτε φιάλῃ, μετεῖχε δ’ ἀμφοῖν τοῖν ῥυθμοῖν. | |
60 | τὴν σπάθην | |
ἐν τῷ μύρῳ καθῆκεν. | 317 | |
61 | παραγοράζειν | |
tit 62-64 | ΕΙΣΟΙΚΙΖΟΜΕΝΟΣ | |
62 | οὐ γὰρ ἐμυρίζετ’ ἐξ ἀλαβάστου, πρᾶγμά τι γινόμενον ἀεί, κρονικόν, ἀλλὰ τέτταρας περιστερὰς ἀφῆκεν ἀποβεβαμμένας εἰς οὐχὶ ταὐτὸν μὰ Δία τὴν αὐτὴν μύρον, | |
5 | ἰδίῳ δ’ ἑκάστην. πετόμεναι δ’ αὗται κύκλῳ ἔρραινον ἡμῶν θαἰμάτια καὶ στρώματα. μή μοι φθονήσητ’, ἄνδρες Ἑλλήνων ἄκροι, ἠλειφόμην ὑόμενος ἰρίνῳ μύρῳ. | |
63 | ἔξοινος ἐποίει ταῦτα | 318 |
64 | τρικότυλον ψυγέα | |
tit 65-67 | ΕΙΣ ΤΟ ΦΡΕΑΡ | |
65 | νυνί τέ μοι ὁ δεσπότης προὔπεμψεν οἴνου κεράμιον τῶν ἔνδοθεν κομιοῦντ’ ἐκεῖθεν. Β. μανθάνω· ἐπιδόσιμον παρὰ τἄλλα τοῦτ’ ἔσται. Α. φιλῶ | |
5 | αἰσθητικὴν γραῦν. | |
66 | [τοῖς ἄρτοις] ὅσας ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί. | |
tit,ante 68 | ΕΚΚΗΡΥΤΤΟΜΕΝΟΣ | 319 |
tit 68-69 | ΕΚΠΩΜΑΤΟΠΟΙΟΣ | |
68 | ἀεὶ φιλόμυρον πᾶν τὸ Σάρδεων γένος. | |
69 | ἄσημον | |
tit 70 | ΕΛΕΝΗ | |
70 | ὡς ὅστις αὐτῆς τῆς ἀκμῆς τῶν σωμάτων ἐρᾷ, τὸν ἄλλον δ’ οὐδὲ γινώσκει λόγον, τῆς ἡδονῆς ἐστ’, οὐχὶ τῶν φίλων φίλος, ἀδικεῖ τε τὸν Ἔρωτ’ ἐμφανῶς θνητὸς θεόν, | |
5 | ἄπιστον αὐτὸν πᾶσι τοῖς ἄλλοις ποιῶν. | |
tit 71-72 | ΕΛΕΝΗΣ ΑΡΠΑΓΗ | |
71 | ἀκόλαστός ἐστι, τὴν δὲ πολιὰν οὐκ ἐντρέπεται. | 320 |
tit 73-75 | ΕΛΕΝΗΣ ΜΝΗΣΤΗΡΕΣ | |
73 | οὐδὲ ῥόαν γλυκεῖαν ἐκ τῆς δεξιᾶς δέξαιτ’ ἂν αὐτῶν. | |
74 | εἷς ἕκαστος | |
75 | θερμολουτεῖν | |
tit 76 | ΕΛΛΗΝΙΣ | |
76 | ἀεὶ δὲ καὶ ζῶντ’ ἐστὶ καὶ τεθνηκότα τἀν τῇ θαλάττῃ πολέμι’ ἡμῖν θηρία. ἂν ἀνατραπῇ γὰρ πλοῖον, εἶθ’, ὡς γίνεται, ληφθῇ νέων τις, καταπεπώκας’ εὐθέως· | |
5 | αὐτοί τ’ ἐπὰν ληφθῶσιν ὑπὸ τῶν ἁλιέων, τεθνεῶτες ἐπιτρίβουσι τοὺς ὠνουμένους. τῆς οὐσίας γάρ εἰσιν ἡμῶν ὤνιοι, ὁ πριάμενός τε πτωχὸς εὐθὺς ἀποτρέχει. | |
tit 77 | ΕΠΙΔΑΥΡΙΟΣ | 321 |
77 | τοὺς Χαιρεφίλου δ’ υἱεῖς Ἀθηναίους, ὅτι εἰσήγαγεν τάριχος. [οὓς καὶ Τιμοκλῆς ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη ἐν τοῖς σατύροις εἶναι.] | |
tit 78-80 | ΕΠΙΚΛΗΡΟΣ | |
78 | ὅστις ἀγοράζει πτωχὸς ὢν ὄψον πολύ, ἀπορούμενός τε τἄλλα πρὸς τοῦτ’ εὐπορεῖ, τῆς νυκτὸς οὗτος τοὺς ἀπαντῶντας ποιεῖ γυμνοὺς ἅπαντας. εἶτ’ ἐπάν τις ἐκδυθῇ, | |
5 | τηρεῖν ἕωθεν εὐθὺς ἐν τοῖς ἰχθύσιν· ὃν ἂν δ’ ἴδῃ πρῶτον πένητα καὶ νέον παρὰ Μικίωνος ἐγχέλεις ὠνούμενον, ἀπάγειν λαβόμενον εἰς τὸ δεσμωτήριον. | |
79 | ἀλλ’ ἔγωγ’, ὦ παῖ, δίδωμι, καὶ ποιήσω πάνθ’ ὅσα | |
οὗτος αἰτεῖται παρ’ ἡμῶν. | 322 | |
80 | κακουχία | |
tit 81 | ΕΠΙΣΤΟΛΗ | |
81 | προσέκοψεν | |
tit 82 | ΕΠΙΤΡΟΠΟΣ | |
82 | πολὺς γὰρ οἶνος πόλλ’ ἁμαρτάνειν ποιεῖ. | |
tit 83 | ΕΠΤΑ ΕΠΙ ΘΗΒΑΙΣ | |
83 | γόγγρου δ’ ὁμοῦ σωρευτὰ πιμελῆς μέλη ὑπεργέμοντα | |
tit 84 | ΕΡΕΤΡΙΚΟΣ | |
84 | τευθίδες, σπίναι, βατίς, δῆμος, ἀφύαι, κρεάδι’, ἐντερίδι’· ἀλλὰ τὰς μὲν τευθίδας, | |
τὰ πτερύγι’ αὐτῶν συντεμών, στεατίου μικρὸν παραμίξας, περιπάσας ἡδύσμασιν | 323 | |
5 | λεπτοῖσι χλωροῖς ὠνθύλευσα. | |
t,post 84 | ΕΡΙΘΟΙ | |
tit,ante 85 | Η ΕΙΣ ΤΟ ΦΡΕΑΡ | |
tit 85-86 | ΗΣΙΟΝΗ | |
85 | γενόμενος δ’ ἔννους μόλις ᾔτησε κύλικα, καὶ λαβὼν ἑξῆς πυκνὰς ἕλκει καταντλεῖ, κατά τε τὴν παροιμίαν ἀεί ποτ’ εὖ μὲν ἀσκὸς εὖ δὲ θύλακος | |
5 | ἅνθρωπός ἐστι. | |
86 | ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο φέροντας εἴσω ποικίλων παροψίδων | |
κόσμου βρύουσαν, οὐκέτ’ εἰς ἐμὲ βλέπων— | 324 | |
tit 87-88 | ΘΕΟΦΟΡΗΤΟΣ | |
87 | οἶμαί γ’ ἐπιτιμᾶν τῶν ἀπαντώντων τινὰς ἡμῖν, ὅτι τηνικαῦτα μεθύων περιπατῶ· ποῖος γάρ ἐστι φανός, ὦ πρὸς τῶν θεῶν, τοιοῦτος οἷος ὁ γλυκύτατος ἥλιος; | |
88 | λαλῶ Πτολεμαίῳ γογγυλίδος ὀπτῶν τόμους. | |
tit 89 | ΘΕΣΠΡΩΤΟΙ | |
89 | Ἑρμῆ νεκρῶν προπομπὲ καὶ Φιλιππίδου κληροῦχε, νυκτός τ’ ὄμμα τῆς μελαμπέπλου | |
(Ἑκάτη)— | 325 | |
tit 90 | ΘΗΒΑΙΟΙ | |
90 | ἔστιν δὲ ποδαπὸς τὸ γένος οὗτος; Β. πλούσιος. τούτους δὲ πάντες φασὶν εὐγενεστάτους εἶναι· πένητας δ’ εὐπάτριδας οὐδεὶς ὁρᾷ. | |
tit 91 | ΘΗΤΕΥΟΝΤΕΣ | |
91 | ὅρκος βέβαιός ἐστιν ἂν νεύσω μόνον. | |
tit 92 | ΘΡΑΣΩΝ | |
92 | σοῦ δ’ ἐγὼ λαλιστέραν οὐπώποτ’ εἶδον οὔτε κερκώπην, γύναι, οὐ κίτταν, οὐκ ἀηδόν’, οὔτε τρυγόν’, οὐ | |
τέττιγα. | 326 | |
tit 93 | ΙΑΣΙΣ | |
93 | ἀμφιτάπητα | |
tit 94-96 | ΙΠΠΕΥΣ | |
94 | τοῦτ’ ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης; πόλλ’ ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων, ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις | |
5 | ἐς κόρακας ἔρρειν φασὶν ἐκ τῆς Ἀττικῆς. | 327 |
95 | τά τε κυμβία ἆρ’ ἦν πρόσωπ’ ἔχοντα χρυσᾶ παρθένων; Β. νὴ τὸν Δί’ ἦν γάρ. Α. ὦ τάλαιν’ ἐγὼ κακῶν. | |
96 | καὶ θηρίκλειός τις κύλιξ, στέφανον κύκλῳ ἔχουσα χρυσοῦν· οὐ γὰρ ἐπίτηκτόν τινα. | |
tit,ante 97 | ΙΠΠΙΣΚΟΣ | |
tit 97-98 | ΙΣΟΣΤΑΣΙΟΝ | |
97 | ἀπὸ συμβολῶν ἔπινον, ὀρχεῖσθαι μόνον βλέποντες, ἄλλο δ’ οὐδέν, ὄψων ὀνόματα καὶ σιτίων ἔχοντες, Ὄψων, Κάραβος, | |
καὶ Κωβιός, Σεμίδαλις. | 328 | |
98 | πρῶτα μὲν γὰρ πρὸς τὸ κέρδος καὶ τὸ συλᾶν τοὺς πέλας πάντα τἄλλ’ αὐταῖς πάρεργα γίνεται· ῥάπτουσι δὲ πᾶσιν ἐπιβουλάς· ἐπειδὰν δ’ εὐπορήσωσίν ποτε, ἀνέλαβον καινὰς ἑταίρας, πρωτοπείρους τῆς τέχνης | |
5 | εὐθὺς ἀναπλάττουσι ταύτας, ὥστε μήτε τοὺς τρόπους μήτε τὰς ὄψεις ὁμοίας διατελεῖν οὔσας ἔτι. τυγχάνει μικρά τις οὖσα, φελλὸς ἐν ταῖς βαυκίσιν ἐγκεκάττυται· μακρά τις, διάβαθρον λεπτὸν φορεῖ τήν τε κεφαλὴν ἐπὶ τὸν ὦμον καταβαλοῦς’ ἐξέρχεται· | |
10 | τοῦτο τοῦ μήκους ἀφεῖλεν· οὐκ ἔχει τις ἰσχία, ὑπενέδυς’ ἐρραμμέν’ αὐτήν, ὥστε τὴν εὐπυγίαν ἀναβοᾶν τοὺς εἰσιδόντας. κοιλίαν ἁδρὰν ἔχει, στηθί’ ἔστ’ αὐταῖσι τούτων ὧν ἔχους’ οἱ κωμικοί· ὀρθὰ προσθεῖσαι τοιαῦτα τοὔνδυτον τῆς κοιλίας | |
15 | ὡσπερεὶ κοντοῖσι τούτοις εἰς τὸ πρόσθ’ ἀπήγαγον. τὰς ὀφρῦς πυρρὰς ἔχει τις, ζωγραφοῦσιν ἀσβόλῳ. συμβέβηκ’ εἶναι μέλαιναν, κατέπλασε ψιμυθίῳ. λευκόχρως λίαν τίς ἐστι, παιδέρωτ’ ἐντρίβεται. καλὸν ἔχει τοῦ σώματός τι, τοῦτο γυμνὸν δείκνυται. | |
20 | εὐφυεῖς ὀδόντας ἔσχεν, ἐξ ἀνάγκης δεῖ γελᾶν, ἵνα θεωρῶς’ οἱ παρόντες τὸ στόμ’ ὡς κομψὸν φορεῖ. ἂν δὲ μὴ χαίρῃ γελῶσα, διατελεῖ τὴν ἡμέραν ἔνδον, ὥσπερ τοῖς μαγείροις ἃ παράκειθ’ ἑκάστοτε, ἡνίκ’ ἂν πωλῶσιν αἰγῶν κρανία, ξυλήφιον | |
25 | μυρρίνης ἔχουσα λεπτὸν ὀρθὸν ἐν τοῖς χείλεσιν, ὥστε τῷ χρόνῳ σέσηρεν, ἄν τε βούλητ’ ἄν τε μή. | |
[ὄψεις διὰ τούτων σκευοποιοῦσι τῶν τεχνῶν.] | 329 | |
tit 99 | ΚΑΛΑΣΙΡΙΣ | |
99 | ποῖ δή μ’ ἄγεις διὰ τῶν κύκλων; | |
tit 100 | ΚΑΡΧΗΔΟΝΙΟΣ | |
100 | βάκηλος εἶ. | |
tit,ante 101 | ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ | 331 |
tit 101 | ΚΑΥΝΙΟΙ | |
101 | ἐν τῷ βαλανείῳ μήτε πῦρ ταῖς ἐσχάραις ἐνὸν κεκλεισμένον τε τἀλειπτήριον. | |
tit 102 | ΚΗΡΥΤΤΟΜΕΝΟΣ | |
102 | ὥστ’ ἐξελὼν ἐκ τοῦ λυχνούχου τὸν λύχνον μικροῦ κατακαύσας ἔλαθ’ ἑαυτόν, ὑπὸ μάλης τῇ γαστρὶ μᾶλλον τοῦ δέοντος προσαγαγών. | |
tit 103 | ΚΙΘΑΡΩΙΔΟΣ | 332 |
tit 104 | ΚΛΕΟΒΟΥΛΙΝΗ | |
tit 105 | ΚΝΙΔΙΑ | |
105 | Διόδωρος οὑπίτριπτος ἐν ἔτεσιν δύο σφαῖραν ἀπέδειξε τὴν πατρῴαν οὐσίαν· οὕτως ἰταμῶς ἅπαντα κατεμασήσατο. | |
tit 106 | ΚΟΝΙΑΤΗΣ | |
106 | κυμβία, φιάλαι, τραγέλαφοι, κύλικες | |
tit 107-109 | ΚΟΥΡΙΣ | |
107 | καὶ γὰρ ἐπὶ κῶμον . . ἀνθρώπων ὁρῶ | |
πλῆθος προσιόν, ὡς τῶν καλῶν τε κἀγαθῶν ἐνθάδε συνόντων· μὴ γένοιτό μοι μόνῳ νύκτωρ ἀπαντῆσαι καλῶς πεπραγόσιν | 333 | |
5 | ὑμῖν περὶ τὸν βαλλισμόν· οὐ γὰρ ἄν ποτε θοἰμάτιον ἀπενέγκαιμι μὴ φύσας πτερά. | |
108 | ὁ μὲν οὖν ἐμὸς υἱός, οἷον ὑμεῖς ἀρτίως εἴδετε, τοιοῦτος γέγονεν, Οἰνοπίων τις ἢ Μάρων τις ἢ Κάπηλος ἢ καὶ Τιμοκλῆς. μεθύει γὰρ οὐδὲν ἧττον· ὁ δ’ ἕτερος—τί ἂν | |
5 | τύχοιμ’ ὀνομάσας; βῶλος, ἄροτρον, γηγενὴς ἄνθρωπος. | |
109 | ἐπεὶ πάλαι δεδείπναμεν | |
tit 110-115 | ΚΡΑΤΕΥΑΣ Η ΦΑΡΜΑΚΟΠΩΛΗΣ | 334 |
110 | πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινα ἰδὼν γέροντι φῦκος ἠμφιεσμένα ἔλαβον ἐχίνους τ’· ἔστι γὰρ προοίμιον δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου. | |
5 | τούτων δ’ ἀπολυθείς, κειμένων ἰχθυδίων μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται, θαρρεῖν κελεύσας ἕνεκ’ ἐμοῦ ταῦτ’, οὐδὲ ἓν φήσας ἀδικήσειν, ἐπριάμην γλαῦκον μέγαν. ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος | |
10 | ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους ἁπαλοὺς ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν. ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς, καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον, ἐποίησά τ’ αὐτὸ ποικιλώτερον ταὧ. | |
15 | κρεάδι’ ἄττα, ποδάρια, ῥύγχη τινά, ὠτάρι’ ὕει’, ἡπάτιον ἐγκεκαλυμμένον· αἰσχύνεται γὰρ πελιτνὸν ὂν τῷ χρώματι. τούτοις μάγειρος οὐ πρόσεις’, οὐκ ὄψεται. οἰμώξεται γὰρ νὴ Δί’· ἀλλ’ ἐγὼ σοφῶς | |
20 | ταῦτ’ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως οὕτω, ποιῶ γὰρ τοὔψον αὐτός, ὥστε τοὺς δειπνοῦντας εἰς τὰ λοπάδι’ ἐμβάλλειν ποιῶ ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς. τὰς σκευασίας πάντων δὲ καὶ τὰς σκευάσεις | |
25 | τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν, | |
προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν. | 335 | |
111 | παῖ, τὴν μεγάλην δός, ὑποχέας φιλίας κυάθους μὲν τῶν παρόντων τέτταρας, τοὺς τρεῖς δ’ ἔρωτος προσαποδώσεις ὕστερον· ἕν’ Ἀντιγόνου τοῦ βασιλέως νίκης καλῶς, | |
5 | καὶ τοῦ νεανίσκου κύαθον Δημητρίου. φέρε τὸν τρίτον . . . . . . . . Φίλας Ἀφροδίτης· χαίρετ’ ἄνδρες συμπόται, | |
ὅσων ἀγαθῶν τὴν κύλικα μεστὴν πίομαι. | 336 | |
112 | τῷ Καλλιμέδοντι γὰρ θεραπεύω τὰς κόρας ἤδη τετάρτην ἡμέραν. Β. ἦσαν κόραι θυγατέρες αὐτῷ; Α. τὰς μὲν οὖν τῶν ὀμμάτων, ἃς οὐδ’ ὁ Μελάμπους, ὃς μόνος τὰς Προιτίδας | |
5 | ἔπαυσε μαινομένας, καταστήσειεν ἄν. | |
113 | καὶ Καλλιμέδων μετ’ Ὀρφέως ὁ Κάραβος | |
114 | στεφάνους τε πολλοὺς κρεμαμένους μελιλωτίνους | 337 |
115 | εἶθ’ ὁρῶ τὸν Ἑρμαΐσκον τῶν ἁδρῶν τούτων τινὰ κάνθαρον καταστρέφοντα, πλησίον δὲ κείμενον στρωματέα καὶ γύλιον αὐτοῦ. | |
tit 116-117 | ΚΥΒΕΡΝΗΤΗΣ | |
116 | δύ’ ἐστί, Ναυσίνικε, παρασίτων γένη· ἓν μὲν τὸ κοινὸν καὶ κεκωμῳδημένον, οἱ μέλανες ἡμεῖς· θάτερον ζητῶ γένος, | |
5 | σεμνοπαράσιτον ἐκ μέσου καλούμενον, | |
4 | σατράπας παρασίτους καὶ στρατηγοὺς ἐπιφανεῖς | |
6 | ὑποκρινόμενον εὖ τοῖς βίοις, ὀφρῦς ἔχον χιλιοταλάντους ἀνακυλῖόν τ’ οὐσίας. νοεῖς σὺ τὸ γένος καὶ τὸ πρᾶγμα; Ν. καὶ μάλα. Α. τούτων ἑκατέρου τῶν γενῶν ὁ μὲν τύπος | |
10 | τῆς ἐργασίας εἷς ἐστι, κολακείας ἀγών· ὥσπερ ἐπὶ τῶν βίων δέ, τοὺς μὲν ἡ τύχη ἡμῶν μεγάλοις προσένειμε τοὺς δ’ ἐλάττοσιν, εἶθ’ οἱ μὲν εὐποροῦμεν οἱ δ’ ἀλύομεν. ἆρά γε διδάσκω, Ναυσίνικ’; Ν. οὐκ ἀστόχως· | |
15 | ἀλλ’ ἄν ς’ ἐπαινῶ μᾶλλον, αἰτήσεις μέ τι. | 338 |
117 | εἰσέβαινον ἰσχάδες, τὸ παράσημον τῶν Ἀθηνῶν, καὶ θύμου δέσμαι τινές. | |
tit 118 | ΚΥΒΕΥΤΑΙ | |
118 | ἠριστηκότων σχεδόν τι δ’ ἡμῶν ἐξ ἀκροκωλίου τινός— | |
tit 119 | ΚΥΚΝΟΣ | |
119 | φαιδρὸς δὲ κρατὴρ θηρίκλειος ἐν μέσῳ ἕστηκε, λευκοῦ νέκταρος παλαιγενοῦς πλήρης, ἀφρίζων· ὃν λαβὼν ἐγὼ κενὸν τρίψας, ποιήσας λαμπρόν, ἀσφαλῆ βάσιν | |
5 | στήσας, συνάψας καρπίμοις κισσοῦ κλάδοις | |
ἔστεψα. | 339 | |
tit 120-122 | ΚΥΠΡΙΟΣ | |
120 | ἔπειτα πῶς ἦλθες; Β. μόλις ὀπτωμένους κατέλαβον. Α. ἐξόλοι’. ἀτὰρ πόσους φέρεις; Β. ἑκκαίδεκ’. Α. οἶσε δεῦρό μοι. Β. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους. | |
121 | τὸν δ’ αὐτόπυρον ἄρτον ἀρτίως φαγών | |
122 | διπλάσαι | |
tit 123 | ΛΑΜΠΑΣ | |
123 | καταφαγεῖν αὐτὸς τοσοῦτ’ ἀργύριον. οὐδ’ εἰ γάλα λαγοῦ | |
εἶχον, μὰ τὴν γῆν, καὶ ταὧς, κατήσθιον. | 340 | |
tit 124-129 | ΛΕΒΗΣ | |
124 | ἧψέ μοι δοκεῖ πνικτόν τι ὄψον δελφάκειον. ΓΛ. ἡδύ γε. Α. ἔπειτα προσκέκαυκε. ΓΛ. μηδὲν φροντίσῃς. ἰάσιμον γὰρ τὸ πάθος ἐστί. Α. τῷ τρόπῳ; | |
5 | ΓΛ. ὄξος λαβὼν ἢν εἰς λεκάνην τιν’ ἐγχέας ψυχρόν, ξυνιεῖς; εἶτα θερμὴν τὴν χύτραν εἰς τοὔξος ἐνθῇς· διάπυρος γὰρ οὖς’ ἔτι ἕλξει δι’ αὑτῆς νοτίδα, καὶ ζυμουμένη ὥσπερ κίσηρις λήψεται διεξόδους | |
10 | σομφάς, δι’ ὧν τὴν ὑγρασίαν ἐκδέξεται· τὰ κρεάδι’ ἔσται τ’ οὐκ ἀπεξηραμμένα, ἔγχυλα δ’ ἀτρεμεὶ καὶ δροσώδη τὴν σχέσιν. Α. Ἄπολλον, ὡς ἰατρικῶς. ὦ Γλαυκία, ταυτὶ ποιήσω. ΓΛ. καὶ παρατίθει γ’ αὐτά, παῖ, | |
15 | ὅταν παρατιθῇς, μανθάνεις; ἐψυγμένα. ἀτμὸς γὰρ οὕτως οὐχὶ προσπηδήσεται ταῖς ῥισίν, ἀλλ’ ἄνω μάλ’ εἶσι καταφυγών. Α. πολλῷ γ’ ἀμείνων, ὡς ἔοικας, ἦσθ’ ἄρα λογογράφος ἢ μάγειρος. ΓΛ. ὃ λέγεις οὐ λέγεις, | |
20 | τέχνην δ’ ὀνειδίζεις. | 341 |
125-126 | οὐ γέγονε κρείττων νομοθέτης τοῦ πλουσίου Ἀριστονίκου. τίθησι γὰρ νυνὶ νόμον, τῶν ἰχθυοπωλῶν ὅστις ἂν πωλῶν τινι ἰχθὺν ὑποτιμήσας ἀποδῶτ’ ἐλάττονος | |
5 | ἧς εἶπε τιμῆς, εἰς τὸ δεσμωτήριον εὐθὺς ἀπάγεσθαι τοῦτον, ἵνα δεδοικότες τῆς ἀξίας ἀγαπῶσιν, ἢ τῆς ἑσπέρας σαπροὺς ἅπαντας ἀποφέρωσιν οἴκαδε. κἀνταῦθα καὶ γραῦς καὶ γέρων καὶ παιδίον | |
10 | πεμφθεὶς ἅπαντες ἀγοράσουσι κατὰ τρόπον. | |
10 | . . . . . . . . . . . . οὐ γέγονε μετὰ Σόλωνα κρείττων οὐδὲ εἷς Ἀριστονίκου νομοθέτης· τά τ’ ἄλλα γὰρ νενομοθέτηκε πολλὰ καὶ παντοῖα δή, νυνί τε καινὸν εἰσφέρει νόμον τινὰ | |
15 | χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι τοὺς ἰχθυοπώλας, διὰ τέλους δ’ ἑστηκότας· εἶτ’ εἰς νέωτά φησι γράψειν κρεμαμένους, καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους, | |
ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί. | 342 | |
127 | καὶ μὴ προφάσεις ἐνταῦθά μοι, μηδ’ ‘οὐκ ἔχω.‘ Β. ἀλλὰ λέγ’ ὅτου δεῖ. λήψομαι γὰρ πάντ’ ἐγώ. Α. ὀρθῶς. τὸ πρῶτον μὲν λάβ’ ἐλθὼν σήσαμα. Β. ἀλλ’ ἔστιν ἔνδον. Α. ἀσταφίδα κεκομμένην, | |
5 | μάραθρον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον, κορίαννον αὖον, ῥοῦν, κύμινον, κάππαριν, ὀρίγανον, γήτειον, ἄννισον, θύμον, σφάκον, σίραιον, σέσελι, πήγανον, πράσον. | |
128 | καὶ τί δεῖ λέγειν ἔθ’ ἡμᾶς τοὺς τὰ σῦχ’ ἑκάστοτε ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μὲν τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ | |
5 | τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά. εἶθ’ ὁ μὲν ἔδωκεν ὡς τοιαῦτ’ ὠνούμενος τιμήν, ὁ δ’ ἐγκάψας τὸ κέρμ’ εἰς τὴν γνάθον | |
ἐρίν’ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων. | 343 | |
tit 130-132 | ΛΕΥΚΑΔΙΑ Η ΔΡΑΠΕΤΑΙ | |
130 | οἴνου γεραιοῖς χείλεσιν μέγα σκύφος. | |
131 | φέρε τὴν σιβύνην καὶ πλατύλογχα. | |
132 | χορδαρίου τόμος ἧκεν καὶ περικομμάτιον. | |
tit 133 | ΛΕΥΚΗ | |
133 | ἐπίστασαι τὸν σαῦρον ὡς δεῖ σκευάσαι; Β. ἀλλ’ ἂν διδάσκῃς. Α. ἐξελὼν τὰ βραγχία, πλύνας, περικόψας τὰς ἀκάνθας τὰς κύκλῳ, παράσχισον χρηστῶς, διαπτύξας θ’ ὅλον | |
5 | τῷ σιλφίῳ μάστιξον εὖ τε καὶ καλῶς, | |
τυρῷ τε σάξον ἁλσί τ’ ἠδ’ ὀριγάνῳ. | 344 | |
tit 134 | ΛΗΜΝΙΑ | |
134 | καὶ μὴν παρῆν ἀνθράκιον ἡμῖν ἐν μέσῳ σείσων τε κυάμων μεστός. | |
tit 135-136 | ΛΙΝΟΣ | |
135 | ΛΙΝ. βυβλίον ἐντεῦθεν ὅ τι βούλει προσελθὼν γὰρ λαβέ, ἔπειτ’ ἀναγνώσει, πάνυ γε διασκοπῶν ἀπὸ τῶν ἐπιγραμμάτων ἀτρέμα τε καὶ σχολῇ. | |
5 | Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδία, Χοιρίλος, Ὅμηρος, ἔστ’ Ἐπίχαρμος, γράμματα | |
παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν, ἐπὶ τί μάλισθ’ ὥρμηκε. ΗΡ. τουτὶ λαμβάνω. ΛΙΝ. δεῖξον ὅ τι ἐστὶ πρῶτον. ΗΡ. ὀψαρτυσία, | 345 | |
10 | ὥς φησι τοὐπίγραμμα. ΛΙΝ. φιλόσοφός τις εἶ, εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα Σίμου τέχνην ἔλαβες. ΗΡ. ὁ Σῖμος δ’ ἐστὶ τίς; ΛΙΝ. μάλ’ εὐφυὴς ἄνθρωπος. ἐπὶ τραγῳδίαν ὥρμηκε νῦν, καὶ τῶν μὲν ὑποκριτῶν πολὺ | |
15 | κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ τοῖς χρωμένοις, τῶν δ’ ὀψοποιῶν ὑποκριτής. | |
16 | . . . . . . . . . . . . ΛΙΝ. βούλιμός ἐσθ’ ἅνθρωπος. ΗΡ. ὅ τι βούλει λέγε. πεινῶ γάρ, εὖ τοῦτ’ ἴσθαι. | |
tit 137-138 | ΛΟΚΡΟΙ | 346 |
137 | αἱ δὲ παῖδες παρέχεον ἡ μὲν τὸ θερμόν, ἡ δ’ ἑτέρα τὸ μετάκερας. | |
138 | ναυκληρεῖν | |
tit 139-140 | ΛΥΚΙΣΚΟΣ | |
140 | ζῳδάριον | |
tit 141-145 | ΜΑΝΔΡΑΓΟΡΙΖΟΜΕΝΗ | 347 |
141 | εἶτ’ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸν ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον; ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς· ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας· | |
5 | ἐράνους φέροντες οὐ φέρομεν ἀλλ’ ἢ κακῶς, τακτῆς τροφῆς δὲ τῆς καθ’ ἡμέραν πάλιν γλιχόμεθα μὲν τὴν μᾶζαν ἵνα λευκὴ παρῇ, ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα, τὸ καλὸν δὲ χρῶμα δευσοποιῷ χρῴζομεν. | |
10 | καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν, τὸ δ’ ὄψον ἂν μὴ θερμὸν ᾖ διασύρομεν. καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν, ἐπὶ ταῖς ἀβυρτάκαισι δ’ ἐκβακχεύομεν. | |
13 | . . . . . . . . . . . . οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον, | |
15 | τὸ μὴ γενέσθαι μὲν κράτιστόν ἐστ’ ἀεί, ἐπὰν γένηται δ’ ὡς τάχιστ’ ἔχειν τέλος. | |
142 | ἐὰν ἐπιχώριος ἰατρὸς εἴπῃ ‘τρύβλιον τούτῳ δότε πτισάνης ἕωθεν‘, καταφρονοῦμεν εὐθέως· ἂν δὲ ‘πτισάναν καὶ τρύβλιον‘, θαυμάζομεν. | |
5 | καὶ πάλιν ἐὰν μὲν ‘τευτλίον‘, παρείδομεν· ἐὰν δὲ ‘σεῦτλον‘, ἀσμένως ἠκούσαμεν· ὡς οὐ τὸ σεῦτλον ταὐτὸν ὂν τῷ τευτλίῳ. | 348 |
143 | ἥξω φέρουσα συμβολὰς τοίνυν ἅμα. Β. πῶς συμβολάς; Α. τὰς ταινίας οἱ Χαλκιδεῖς καὶ τοὺς ἀλαβάστους συμβολὰς καλοῦσι, γραῦ. | |
144 | κακῶς ἔχεις, στρουθὶς ἀκαρὴς νὴ Δί’ εἶ· πεφιλιππίδωσαι. Β. μὴ σὺ καινῶς μοι λάλει. | |
ὅσον οὐ τέθνηκα. Α. τοῦ ταλαιπώρου πάθους. | 349 | |
145 | εἴ τινας μᾶλλον φιλῶ ξένους ἑτέρους ὑμῶν, γενοίμην ἔγχελυς, ἵνα Καλλιμέδων ὁ Κάραβος πρίαιτό με. | |
tit 146 | ΜΑΝΤΕΙΣ | |
146 | ὦ δυστυχεῖς ἡμεῖς . . πεπρακότες τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφὴν γυναιξὶ δοῦλοι ζῶμεν ἀντ’ ἐλευθέρων. ἔπειτ’ ἔχειν προῖκ’ οὐχὶ τιμὴν πάσχομεν; | |
5 | πικράν γε καὶ μεστὴν γυναικείας χολῆς. ἡ τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι· οἱ μέν γε συγγνώμην ἔχους’ ἀδικούμενοι, αὗται δ’ ἀδικοῦσαι καὶ προσεγκαλοῦς’ ἔτι· ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ’ ἄρχειν ἐχρῆν | |
10 | ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακὸν | |
ἔχουσι καὶ κάμνειν λέγους’ ἑκάστοτε. | 350 | |
tit 147 | ΜΕΡΟΠΙΣ | |
147 | εἰς καιρὸν ἥκεις, ὡς ἔγωγ’ ἀπορουμένη ἄνω κάτω τε περιπατοῦς’ ὥσπερ Πλάτων σοφὸν οὐδὲν εὕρηκ’, ἀλλὰ κοπιῶ τὰ σκέλη. | |
tit 148 | ΜΙΔΩΝ | |
148 | ὁ πρῶτος εὑρὼν μετὰ λυχνούχου περιπατεῖν τῆς νυκτὸς ἦν τις κηδεμὼν τῶν δακτύλων. | |
tit 149-151 | ΜΙΛΗΣΙΑ | |
149 | οὐκ ἴστε ταῖς πλείσταισι τῶν τεχνῶν ὅτι οὐκ ἀρχιτέκτων κύριος τῆς ἡδονῆς μόνος καθέστηκ’, ἀλλὰ καὶ τῶν χρωμένων συμβάλλεταί τις, ἂν καλῶς χρῶνται, μερίς; | |
5 | Β. ποῖόν τι; δεῖ γὰρ κἀμὲ τὸν ξένον μαθεῖν. Α. τὸν ὀψοποιὸν σκευάσαι χρηστῶς μόνον δεῖ τοὔψον, ἄλλο δ’ οὐδέν. ἂν μὲν οὖν τύχῃ ὁ ταῦτα μέλλων ἐσθίειν τε καὶ κρινεῖν εἰς καιρὸν ἐλθών, ὠφέλησε τὴν τέχνην· | |
10 | ἂν δ’ ὑστερίζῃ τῆς τεταγμένης ἀκμῆς, ὥστ’ ἢ προοπτήσαντα χλιαίνειν πάλιν, ἢ μὴ προοπτήσαντα συντελεῖν ταχύ, ἀπεστέρησε τῆς τέχνης τὴν ἡδονήν. Β. εἰς τοὺς σοφιστὰς τὸν μάγειρον ἐγγράφω. | 351 |
15 | Α. ἑστήκαθ’ ὑμεῖς, κάεται δέ μοι τὸ πῦρ, ἤδη πυκνοὶ δ’ ᾄττουσιν Ἡφαίστου κύνες κούφως πρὸς αἴθραν, οἷς τὸ γίνεσθαί θ’ ἅμα καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις νόμοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος. | |
150 | εἰ μὴ γὰρ ὢν ἄνθρωπος ἀνθρώπου τύχαις | |
ὑπηρετήσω, ποῦ φανήσομαι φρονῶν; | 352 | |
tit 152 | ΜΙΛΚΩΝ | |
152 | κἂν μὴ παραθῶσι θερμά; Β. τἀγαθὸν Πλάτων ἁπανταχοῦ φης’ ἀγαθὸν εἶναι, μανθάνεις; τό θ’ ἡδὺ πάντως ἡδύ, κἀκεῖ κἀνθάδε. | |
t,post 152 | ΜΙΝΩΣ | |
tit,ante 153 | ΜΝΗΣΤΗΡΕΣ | |
tit 153 | ΜΥΛΩΘΡΟΣ | |
153 | καὶ γὰρ Ἀργείους ὁρῶ. | |
tit 154 | ΟΔΥΣΣΕΥΣ ΑΠΟΝΙΖΟΜΕΝΟΣ | 353 |
154 | ἥδιον | |
tit 155-157 | ΟΔΥΣΣΕΥΣ ΥΦΑΙΝΩΝ | |
155 | καὶ τοὺς ἁλιέας εἰς τὸ βάραθρον ἐμβαλῶ. ἀπελευθέρων ὀψάρια θηρεύουσί μοι, τριχίδια καὶ σηπίδια καὶ φρυκτούς τινας. Β. οὗτος πρότερον κεφαλὴν εἰ λάβοι θύννου, | |
5 | ἐνόμιζεν ἐγχέλεια καὶ θύννους ἔχειν. | |
156 | φιλεῖ γὰρ ἡ μακρὰ συνουσία καὶ τὰ συμπόσια τὰ πολλὰ καὶ καθ’ ἡμέραν ποιεῖν σκῶψιν. ἡ σκῶψις δὲ λυπεῖ πλεῖον ἢ τέρπει πολύ· τοῦ κακῶς λέγειν γὰρ ἀρχὴ γίνετ’· ἂν δ’ εἴπῃς ἅπαξ, | |
5 | εὐθὺς ἀντήκουσας· ἤδη λοιδορεῖσθαι λείπεται. εἶτα τύπτεσθαι δέδεικται καὶ παροινεῖν. Β. ταῦτα γὰρ | |
κατὰ φύσιν πέφυκεν οὕτως. καὶ τί μάντεως ἔδει; | 354 | |
tit 158 | ΟΛΥΜΠΙΟΔΩΡΟΣ | |
158 | σῶμα μὲν ἐμοῦ τὸ θνητὸν αὖον ἐγένετο, τὸ δ’ ἀθάνατον ἐξῆρε πρὸς τὸν ἀέρα. Β. ταῦτ’ οὐ σχολὴ Πλάτωνος; | |
tit 159-162 | ΟΛΥΝΘΙΑ | |
159 | ὁ δὲ σὸς πένης ἔστ’, ὦ γλυκεῖα· τοῦτο δὲ δέδοιχ’ ὁ θάνατος τὸ γένος, ὥς φασιν, μόνον. | |
ὁ γοῦν Τιθύμαλλος ἀθάνατος περιέρχεται. | 355 | |
160 | οὐ τοῖς γὰρ ὀμνύουσι τὸν φρονοῦντα δεῖ, τοῖς πράγμασιν δ’ αὐτοῖσι πιστεύειν ἀεί. | |
161 | Εὐημερία δέσποινα καὶ Μοῦσαι φίλαι | |
162 | ἔστιν ἀνήρ μοι πτωχός, κἀγὼ γραῦς, καὶ θυγάτηρ καὶ παῖς υἱός, χἤδ’ ἡ χρηστή, πένθ’ οἱ πάντες. τούτων οἱ τρεῖς δειπνοῦμεν, | |
5 | δύο δ’ αὐτοῖς συγκοινωνοῦμεν μάζης μικρᾶς. φθόγγους δ’ ἀλύρους θρηνοῦμεν, ἐπὰν μηδὲν ἔχωμεν, χρῶμα δ’ ἀσίτων ἡμῶν ὄντων γίνεται ὠχρόν. τὰ μέρη δ’ ἡμῶν | |
10 | χἠ σύνταξις τοῦ βίου ἐστὶν κύαμος, θέρμος, λάχανον, . . γογγυλίς, ὦχρος, λάθυρος, φηγός, βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς, τό τε θειοφανὲς μητρῷον ἐμοὶ | |
15 | μελέδημ’ ἰσχάς, | |
Φρυγίας εὑρήματα συκῆς. | 356 | |
tit 163 | ΟΜΟΙΑ | |
163 | οὐδὲ φιλόδειπνός εἰμι μὰ τὸν Ἀσκληπιόν, τραγήμασιν χαίρω δὲ μᾶλλον. Β. εὖ πάνυ. Α. τραγήματ’ αἰσθάνομαι γὰρ ὅτι νομίζεται τοῖς νυμφίοις μετιοῦσι τὴν νύμφην λέγεις | |
5 | παρέχειν, ἄμητας καὶ λαγῷα καὶ κίχλας. τούτοισι χαίρω, τοῖς δὲ κεκαρυκευμένοις | |
ὄψοισι καὶ ζωμοῖσιν ἥδωμ’ ὦ θεοί; | 357 | |
tit 164-165 | ΟΠΩΡΑ | |
164 | οἶνον πολὺν οὐ κεκραμένον σὺ πίνεις μεστὸς ὢν κοὐκ ἐξεμεῖς; | |
165 | ἐρρέτω μέλαιν’ Ὀπώρα· πᾶσι γὰρ χαρίζεται. | |
tit 166 | ΟΡΕΣΤΗΣ | |
tit 167 | ΟΡΧΗΣΤΡΙΣ | |
167 | γυναιξὶ δ’ ἀρκεῖ πάντ’, ἐὰν οἶνος παρῇ πίνειν διαρκής. Β. ἀλλὰ μήν, νὴ τὼ θεώ, ἔσται γ’ ὅσον ἂν βουλώμεθ’, ἔσται καὶ μάλα ἡδύς γ’, ὀδόντας οὐκ ἔχων, ἤδη σαπρός, | |
5 | λέγων, γέρων γε δαιμονίως. Α. ἀσπάζομαι | |
γραῦν σφίγγα. | 358 | |
tit 168 | ΠΑΓΚΡΑΤΙΑΣΤΗΣ | |
168 | πρῶτον μὲν ἦν σοι Καλλιμέδων ὁ Κάραβος, ἔπειτα Κόρυδος, Κωβίων, Κυρηβίων, ὁ Σκόμβρος, ἡ Σεμίδαλις. Β. Ἡράκλεις φίλε, ἀγοράσματ’ οὐ συμπόσιον εἴρηκας, γύναι. | |
tit 169 | ΠΑΛΛΑΚΗ | |
169 | οὐκ ἔχω γὰρ ἄλλ’ ὅ τι | |
εἴπω τοναίας τηλικαύτης ἄξιον. | 359 | |
tit 170-171 | ΠΑΜΦΙΛΗ | |
170 | ἐρῶντι δέ, Κτήσων, τί μᾶλλον συμφέρει ὧν νῦν φέρων πάρειμι; κήρυκας, κτένας, βολβούς, μέγαν τε πουλύπουν ἰχθῦς θ’ ἁδρούς. | |
171 | παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων ἀγαθῶν ἁμάξας— | |
tit 172-177 | ΠΑΝΝΥΧΙΣ Η ΕΡΙΘΟΙ | |
172 | ὅτι δέ σοι παρὰ τοῦτο κάνδαυλόν τινα παραθήσομεν. Β. κάνδαυλον; οὐκ ἐδήδοκα (κάνδαυλον) οὐδ’ ἀκήκο’ οὐδεπώποτε. Α. θαυμαστὸν ἐμὸν εὕρημα. πάνυ πολὺν δ’ ἐγὼ | |
5 | ἐὰν παραθῶ σοι, προσκατέδει τοὺς δακτύλους σαυτῷ γε χαίρων. ἔρια μὲν ποιήσομεν— Β. ἄνθρωπε ποίει λευκὰ καὶ βλέπ’ εἰς . . Α. ἐπὰν ἀπὸ τῶν κοινῶν ταρίχους ἰχθύων, κρεῶν βατανίων εὐθέως . . . . | |
10 | δίπυρον παραθήσεις, ᾠὸν ἐπιτετμημένον, πυόν, μέλιτος ὀξύβαφον, ἀποταγηνιῶ, τυροῦ τροφάλια χλωρὰ Κυθνίου παρατεμών, βοτρύδιόν τι, χόριον, ἐν ποτηρίῳ γλυκύν· τὸ τοιοῦτον γὰρ ἀεί πως μέρος | |
15 | ἐπιπαίζεται· κεφαλὴ δὲ δείπνου γίνεται— Β. ἄνθρωπ’ ἐπίπαιζε· μόνον ἀπαλλάγηθί μου· (τοὺς σοὺς δὲ) κανδαύλους λέγων καὶ χόρια καὶ | |
βατάνια πᾶσαν (ἀφανιεῖς) τὴν ἡδονήν. | 360 | |
173 | θερμοτέροις χαίρεις ἀεὶ τοῖς ὀψαρίοις, ἢ τὸ μέσον ἢ κατωτέρω; Β. κατωτέρω. Α. τί λέγεις σύ; ποδαπὸς οὑτοσὶ ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν. ψυχρά σοι | |
5 | ἅπαντα παραθῶ; Β. μηδαμῶς. Α. ζέοντα δέ; Β. Ἄπολλον. Α. οὐκοῦν τὸ μέσον ἔστω. Β. δηλαδή. Α. τοῦθ’ ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ— Β. οὐκ οἴομ’, οὐδ’ ἄλλ’ οὐδὲν ὧν σὺ νῦν ποιεῖς. Α. ἐγὼ δ’ ἐρῶ· τοῖσιν γὰρ ἑστιωμένοις | 361 |
10 | τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως. Β. σὺ πρὸς θεῶν . . ἔθυσας τὸν ἔριφον, μὴ κόπτ’ ἔμ’, ἀλλὰ τὰ κρέα. παῖδες, παράγετε. Α. ὀπτάνιον ἔστιν; Β. ἔστι. Α. καὶ κάπνην ἔχει; Β. δηλονότι. Α. μή μοι δῆλον· ἀλλ’ ἔχει κάπνην; | |
15 | Β. ἔχει. Α. κακόν, εἰ τύφουσαν. Β. ἀπολεῖ μ’ οὑτοσί. | |
174 | κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν, ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σὺ ἤδη παρελθών· οὐκ ἔχων δὲ τυγχάνω οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον, | |
5 | οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας, οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήθυον, οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας, | |
οὐκ ᾠόν, οὐ ξύλ’, οὐ σκάφην, οὐ τήγανον, οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ· | 362 | |
10 | οὐ στάμνος ἔστι· διακενῆς δ’ ἕστηκ’ ἐγὼ ἔχων μάχαιραν, προσέτι περιεζωσμένος. | |
175 | ἡμίοπτα μὲν τὰ κρεάδι’ ἐστί, τὸ περίκομμ’ ἀπόλλυται· ὁ γόγγρος ἑφθός, τὰ δ’ ἀκροκώλι’ οὐδέπω. | |
176 | εἶτα τετρακότυλον ἐπεσόβει κώθωνά μοι, παλαιὸν οἴκων κτῆμα. | |
177 | ἔσει περιπατῶν σιτόκουρος. | |
tit 178-180 | ΠΑΡΑΣΙΤΟΣ | 363 |
178 | καλοῦσι δ’ αὐτὸν πάντες οἱ νεώτεροι παράσιτον ὑποκόρισμα· τῷ δ’ οὐδὲν μέλει. δειπνεῖ δ’ ἄφωνος Τήλεφος, νεύων μόνον πρὸς τοὺς ἐπερωτῶντάς τι, ὥστε πολλάκις | |
5 | αὐτὸν ὁ κεκληκὼς τὰ Σαμοθρᾴκι’ εὔχεται λῆξαι πνέοντα καὶ γαληνίσαι ποτέ. χειμὼν ὁ μειρακίσκος ἐστὶ τοῖς φίλοις. | |
179 | καὶ γὰρ βούλομαι ὕδατός σε γεῦσαι· πρᾶγμα δ’ ἐστί μοι μέγα φρέατος ἔνδον ψυχρότερον Ἀραρότος. | |
180 | ἢ μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας | 364 |
tit 181 | ΠΕΖΟΝΙΚΗ | |
181 | μᾶλλον μᾶλλον | |
tit 182-183 | ΠΟΙΗΤΑΙ | |
182 | ὁ συκοφάντης οὐ δικαίως τοὔνομα ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον. ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ’ ἀνὴρ τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον. | |
5 | νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ’ οὕτως ἔχει. | |
183 | πάνυ τοι βούλομαι οὕτω γελᾶσθαι καὶ γέλοι’ ἀεὶ λέγειν μετὰ τὸν Κόρυδον μάλιστ’ Ἀθηναίων πολύ. | |
tit 184 | ΠΟΙΗΤΡΙΑ | 365 |
tit 185 | ΠΟΛΥΚΛΕΙΑ | |
185 | ὁ πρῶτος εὑρὼν κομψὸς ἦν τραγήματα· τοῦ συμποσίου γὰρ διατριβὴν ἐξεῦρέ πως κἀργοὺς ἔχειν μηδέποτε τὰς σιαγόνας. | |
tit 186-192 | ΠΟΝΗΡΑ | |
186 | ὅμως λογίσασθαι πρὸς ἐμαυτὸν βούλομαι καθεζόμενος ἐνταῦθα τὴν ὀψωνίαν, ὁμοῦ τε συντάξαι τί πρῶτον οἰστέον, ἡδυντέον τε πῶς ἕκαστόν ἐστί μοι. | |
5 | τάριχός ἐστι πρῶτον ὡραῖον τοδί. διωβόλου τοῦτ’ ἔστι. πλυτέον εὖ μάλα. εἶτ’ εἰς λοπάδιον ὑποπάσας ἡδύσματα ἐνθεὶς τὸ τέμαχος, λευκὸν οἶνον ἐπιχέας, ἐπεσκέδασα τοὔλαιον· εἶθ’ ἕψων ποιῶ | |
10 | μυελόν, ἀφεῖλόν τ’ ἐπιγανώσας σιλφίῳ. | 366 |
187 | σηπίας τόσας δραχμῆς μιᾶς τρίς. τῶν δὲ τὰς μὲν πλεκτάνας καὶ τὰ πτερύγια συντεμὼν ἑφθὰς ποιῶ, τὸ δ’ ἄλλο σῶμα κατατεμὼν πολλοὺς κύβους | |
5 | σμήσας τε λεπτοῖς ἁλσί, δειπνούντων ἅμα ἐπὶ τὸ τάγηνον σίζον ἐπεισιὼν φέρω. | |
188 | τῆς ὀριγάνου πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικὴν τὸ τρῖμμ’ ἐπιπολῆς εὐρύθμως διειμένον ὄξει, σιραίῳ χρωματίσας καὶ σιλφίῳ | |
5 | πυκνῷ πατάξας— | |
189 | τριωβόλου κρεΐσκον ἀστεῖον πάνυ ὕειον· ὀπτόν, θερμὸν εὔχυλον τέρεν | |
ὅταν ᾖ προσφέρων. | 367 | |
190 | μύροις ὑπαλείφεται τὰς ῥῖνας, ὑγιείας μέρος μέγιστον, ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν. | |
191 | καὶ χόνδρος ἔνδον ἐστὶ Θετταλικὸς πολύς. | |
192 | ἀκρολίπαροι, τὸ δ’ ἄλλο σῶμ’ ὑπόξυλον | |
tit 193 | ΠΟΝΤΙΚΟΣ | |
193 | ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει, ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος | |
ἑφθῆς ἴσως προσεῖτ’ ἂν ἄλλως ἀποθανεῖν. | 368 | |
tit 194 | ΠΡΟΣΚΕΔΑΝΝΥΜΕΝΟΣ | |
194 | ἰσχυρικός | |
tit 195 | ΠΡΩΤΟΧΟΡΟΣ | |
195 | ἐπιπονώτερον ἔργον μὰ τὸν Διόνυσον οὐκ εἴληφ’ ἐγώ, ἀφ’ οὗ παρασιτῶ. μεμβράδας μοι κρεῖττον ἦν ἔχειν μετ’ Ἀττικιστὶ δυναμένου λαλεῖν. | |
5 | Β. ὀνησιφόρον ἦν τοῦτο. | 369 |
tit 196-199 | ΠΥΘΑΓΟΡΙΖΟΥΣΑ | |
196-197 | ἡ δ’ ἑστίασις ἰσχάδες καὶ στέμφυλα καὶ τυρὸς ἔσται· ταῦτα γὰρ θύειν νόμος τοῖς Πυθαγορείοις. Β. νὴ Δί’, ἱερεῖον μὲν οὖν ὁποῖον ἂν κάλλιστον, ὦ βέλτιστ’, ἔχῃς. | |
4 | . . . . . . . . . . . . | |
5 | ἔδει θ’ ὑπομεῖναι μικροσιτίαν, ῥύπον, ῥῖγος, σιωπήν, στυγνότητ’, ἀλουσίαν. | |
198 | προπίνω σοι φιλοτησίαν λαβὼν ὕδατος ἀπέφθου κύαθον· ἂν δ’ ὠμὸν πίῃς, βαρὺ καὶ κοπῶδες. | |
tit 200 | ΠΥΛΑΙΑ | |
200 | νὴ τὴν Ἀθηνᾶν, ἀλλ’ ἐγὼ τεθαύμακα | |
τοὺς ἰχθυοπώλας, πῶς ποτ’ οὐχὶ πλούσιοι ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς φόρους· μόνον οὐχὶ δεκατεύουσι γὰρ | 370 | |
5 | τὰς οὐσίας ἐν ταῖς πόλεσιν καθήμενοι, ὅλας δ’ ἀφαιροῦνται καθ’ ἑκάστην ἡμέραν. | |
tit 201-205 | ΠΥΡΑΥΝΟΣ | |
201-202 | ΣΤΡ. ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ, ἢ τοῖς Βορεάδαις ἢ εἴ τι θᾶττον ἔτι τρέχει, ἢ Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ· πέτεται γὰρ οὐχ οἷον βαδίζει τὰς ὁδούς. | |
4 | . . . . . . . . . . . . . | |
5 | Στράτιε, φιλεῖς δήπου με. ΣΤΡ. μᾶλλον τοῦ πατρός· ὁ μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις. Α. εὔχει τ’ ἀεί με ζῆν. ΣΤΡ. ἅπασι τοῖς θεοῖς· | |
ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι; | 371 | |
203 | πεῖραν ἐπεθύμουν θατέρου βίου λαβεῖν, ὃν πάντες εἰώθασιν ὀνομάζειν ὑγρόν. τρεῖς ἐν Κεραμεικῷ περιπατήσας ἡμέρας διδασκάλους ἐξεῦρον οὗ λέγω βίου | |
5 | ἴσως τριάκοντ’ ἀφ’ ἑνὸς ἐργαστηρίου. | |
204 | ἄνοιγ’ ἄνοιγε τὴν θύραν· ἐλάνθανον πάλαι περιπατῶν ἀνδριάς, ἀλέτων ὄνος, ποτάμιος ἵππος, τοῖχος, ὁ Σελεύκου τίγρις. | |
205 | ἐγὼ δ’ ἐπειδὰν ἀσχολουμένους λάβω, ἀνέκραγον ‘οὐ δώσει τις ἡμῖν ματτύην;‘ | |
tit,ante 206 | ΡΟΔΙΟΝ Η ΠΟΠΠΥΖΟΥΣΑ | |
tit 206 | ΣΙΚΥΩΝΙΟΣ | |
206 | οὐχὶ τῶν μετρίων, ἀλλὰ τῶν βαβαὶ βαβαί. | 372 |
tit 207 | ΣΚΕΙΡΩΝ | |
207 | ὥσπερ κυλιστὸς στέφανος αἰωρούμενος | |
tit 208 | ΣΠΟΝΔΟΦΟΡΟΣ | |
208 | Ἀριστογείτονα τὸν ῥήτορ’ εἶδον λάρκον ἠμφιεσμένον τῶν ἀνθρακηρῶν. | |
tit 209 | ΣΤΡΑΤΙΩΤΗΣ | |
209 | ἀπόλαβε τουτί. Β. τί τοῦτο δ’ ἐστίν; Α. ὃ παρ’ ὑμῶν ἐγὼ παιδάριον ἔλαβον, ἀποφέρων ἥκω πάλιν. | |
Β. πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; Α. οὐκ ἔστι γὰρ | 373 | |
5 | ἡμέτερον. Β. οὐδ’ ἡμέτερον. Α. ἀλλ’ ἐδώκατε ὑμεῖς ἐμοὶ τοῦτ’. Β. οὐ δεδώκαμεν. Α. τί δαί; Β. ἀπεδώκαμεν. Α. τὸ μὴ προσῆκόν μοι λαβεῖν; | |
tit 210-212 | ΣΥΝΑΠΟΘΝΗΙΣΚΟΝΤΕΣ | |
210 | ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν ἄκλητος· ἤδη γὰρ πέτεται διαπόντιος· οὕτω τι τἀλλότρι’ ἐσθίειν ἐστὶ γλυκύ. | |
211 | ὅστις διαπλεῖ θάλατταν, ἢ μελαγχολᾷ, ἢ πτωχός ἐστιν, ἢ θανατᾷ· τούτων τριῶν ἑνός γ’ ἀποτυχεῖν τοὐλάχιστον οὐκ ἔνι. | |
212 | μάθοις τ’ ἂν οἷον ἀνθρώποις κακὸν ἔστιν ἡ γαστήρ, διδάσκει δ’ οἷ’, ἀναγκάζει θ’ ὅσα. εἴ τις ἀφέλοι τοῦτ’ ἀφ’ ἡμῶν τὸ μέρος ἀπὸ τοῦ σώματος, οὔτ’ ἂν ἀδικοῖτ’ οὐδὲν οὐδεὶς οὔθ’ ὑβρίζοι τἂν ἑκών. | |
5 | νῦν δὲ διὰ ταύτην ἅπαντα γίνεται τὰ δυσχερῆ. | 374 |
tit 213-215 | ΣΥΝΤΡΕΧΟΝΤΕΣ | |
213 | ἔγωγε δύο λαβεῖν μαγείρους βούλομαι οὓς ἂν σοφωτάτους δύνωμ’ ἐν τῇ πόλει· μέλλοντα δειπνίζειν γὰρ ἄνδρα Θετταλὸν οὐκ Ἀττικηρῶς οὐδ’ ἀπηκριβωμένως | |
5 | λιμῷ παρελθεῖν . . ἃ δεῖ καθ’ ἓν ἕκαστον αὐτοῖς παρατιθέντα. [μεγαλείως δέ.] | |
214 | λευκὸς Ἀφροδίτης εἰμὶ γὰρ περιστερός. ὁ δὲ Διόνυσος οἶδε τὸ μεθύσαι μόνον· | |
εἰ δὲ νέον ἢ παλαιόν, οὐ πεφρόντικεν. | 375 | |
tit 216 | ΣΥΝΤΡΟΦΟΙ | |
216 | ὡς ἡδὺ πᾶν τὸ μέτριον. οὔθ’ ὑπεργέμων ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλ’ ἡδέως ἔχων ἐμαυτοῦ. Μνησίθεος γάρ φησι δεῖν φεύγειν ἁπάντων τὰς ὑπερβολὰς ἀεί. | |
tit 217 | ΣΥΡΑΚΟΣΙΟΣ | |
217 | τοῖς γὰρ κακοῖς τοὺς μὴ μαχομένους ῥᾷστα χρωμένους ὁρῶ. | |
tit 218 | ΣΩΡΑΚΟΙ | 376 |
218 | Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος | |
tit 219-225 | ΤΑΡΑΝΤΙΝΟΙ | |
219 | οὐδὲ εἷς ἂν εὐλόγως ἡμῖν φθονήσαι νοῦν ἔχων, οἳ τῶν πέλας οὐδὲν ἀδικοῦμεν οὐδέν’· ἆρ’ οὐκ οἶσθ’ ὅτι τὸ καλούμενον ζῆν τοῦτο διατριβῆς χάριν | |
5 | ὄνομ’ ἐστίν, ὑποκόρισμα τῆς ἀνθρωπίνης μοίρας; ἐγὼ γάρ, εἰ μὲν εὖ τις ἢ κακῶς φήσει με κρίνειν, οὐκ ἔχοιμ’ ἄν σοι φράσαι· ἔγνωκα δ’ οὖν οὕτως ἐπισκοπούμενος, εἶναι μανιώδη πάντα τἀνθρώπων ὅλως, | |
10 | ἀποδημίας δὲ τυγχάνειν ἡμᾶς ἀεὶ τοὺς ζῶντας, ὥσπερ εἰς πανήγυρίν τινα ἀφειμένους ἐκ τοῦ θανάτου καὶ τοῦ σκότους εἰς τὴν διατριβὴν εἰς τὸ φῶς τε τοῦθ’ ὃ δὴ ὁρῶμεν. ὃς δ’ ἂν πλεῖστα γελάσῃ καὶ πίῃ | |
15 | καὶ τῆς Ἀφροδίτης ἀντιλάβηται τὸν χρόνον τοῦτον ὃν ἀφεῖται, κἂν τύχῃ γ’, ἐράνου τινός, | |
πανηγυρίσας ἥδιστ’ ἀπῆλθεν οἴκαδε. | 377 | |
220-221 | οἱ πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν, οὔτ’ ὄψον ἐσθίουσιν οὔτ’ ἄλλ’ οὐδὲ ἓν ἔμψυχον, οἶνόν τ’ οὐχὶ πίνουσιν μόνοι. Β. Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει, | |
5 | τῶν Πυθαγορείων εἷς. Α. ἀποκτείνας γέ που· οὐκ ἔτι γάρ ἐστ’ ἔμψυχον. | |
6 | . . . . . . . . . . . Πυθαγορισμοὶ καὶ λόγοι λεπτοὶ διεσμιλευμέναι τε φροντίδες τρέφους’ ἐκείνους, τὰ δὲ καθ’ ἡμέραν τάδε· | |
10 | ἄρτος καθαρὸς εἷς ἑκατέρῳ, ποτήριον ὕδατος· τοσαῦτα ταῦτα. Β. δεσμωτηρίου λέγεις δίαιταν. πάντες οὕτως οἱ σοφοὶ διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσιν; Α. οὔ· τρυφῶσιν οὗτοι πρὸς ἑτέρους. ἆρ’ οἶσθ’ ὅτι | |
15 | Μελανιππίδης ἑταῖρός ἐστι καὶ Φάων καὶ Φυρόμαχος καὶ Φᾶνος, οἳ δι’ ἡμέρας | |
δειπνοῦσι πέμπτης ἀλφίτων κοτύλην μίαν; | 378 | |
222 | τοῦτο γὰρ νῦν ἐστί σοι ἐν ταῖς Ἀθήναις ταῖς καλαῖς ἐπιχώριον· ἅπαντες ὀρχοῦντ’ εὐθὺς ἂν οἴνου μόνον ὀσμὴν ἴδωσιν. Β. συμφορὰν λέγεις ἄκραν. | |
5 | Α. φαίης ἂν εἰς συμπόσιον εἰσελθὼν ἄφνω. καὶ τοῖς μὲν ἀγενείοις ἴσως ἔπεστί τις χάρις· ἀλλ’ ἐπὰν δὴ τὸν γόητα Θεόδοτον, ἢ τὸν παραμασύντην ἴδω τὸν ἀνόσιον βαυκιζόμενον τὰ λευκά τ’ ἀναβάλλονθ’ ἅμα, | |
10 | ἥδιστ’ ἂν ἀναπήξαιμ’ ἐπὶ τοῦ ξύλου λαβών. | |
223 | Νάννιον δὲ μαίνεται | |
ἐπὶ τῷ Διονύσῳ. | 379 | |
224 | κάθου | |
225 | ὁ οἰκοδεσπότης | |
tit 226-229 | ΤΙΤΘΗ | |
226 | ἰδοὺ πάρεστιν οἶνος. οὐκοῦν ἐγχέω, Κρίτων, πολύν; ΚΡ. βέλτιον ἕνα καὶ τέτταρας. Α. ὑδαρῆ λέγεις· ὅμως δὲ ταύτην ἐκπιὼν . . λέγε τι καὶ διατριβήν γε τῷ πότῳ | |
5 | ποιῶμεν. | |
227 | ὁ Κόρυδος οὗτος, ὁ τὰ γέλοι’ εἰθισμένος λέγειν, Βλεπαῖος βούλετ’ εἶναι. Β. νοῦν γ’ ἔχων· | |
πλουτεῖ γὰρ ὁ Βλεπαῖος. | 380 | |
228 | ἤδη γὰρ ὁ βίος οὑμὸς ἑσπέραν ἄγει. | |
229 | βαυβαλίσαι | |
tit 230-233 | ΤΟΚΙΣΤΗΣ Η ΚΑΤΑΨΕΥΔΟΜΕΝΟΣ | |
230 | Α. μὴ παντελῶς αὐτῷ δίδου ὑδαρῆ. κατανοεῖς; ἴσον ἴσῳ μικροῦ. καλῶς. Β. ἡδύ γε τὸ πῶμα. ποδαπὸς ὁ Βρόμιος, Τρύφη; ΤΡ. Θάσιος. Β. ὅμοιον. καὶ δίκαιον τοὺς ξένους | |
5 | πίνειν ξενικόν, τοὺς δ’ ἐγγενεῖς ἐπιχώριον. | |
231 | εὐδαίμων ἐγώ, μὰ τὸν Δία | |
τὸν Ὀλύμπιον καὶ τὴν Ἀθηνᾶν οὐχ ὅτι ἐν τοῖς γάμοισιν, ἄνδρες, εὐωχήσομαι, ἀλλ’ ὅτι διαρραγήσομ’, ἂν θεὸς θέλῃ. | 381 | |
5 | τούτου δέ μοι γένοιτο τοῦ θανάτου τυχεῖν. | |
232 | ἀλλ’ ἔγχεον αὐτῷ Διός γε τήνδε σωτῆρος, θεῶν θνητοῖς ἁπάντων χρησιμωτάτου πολύ. Β. ὁ Ζεὺς ὁ σωτήρ, ἂν ἐγὼ διαρραγῶ, | |
5 | οὐδέν μ’ ὀνήσει. Α. πῖθι θαρρῶν. | |
233 | πάντως ἀναρίστητος οὐ δυνήσομαι διακαρτερῆσαι τηλικαύτην ἡμέραν. | |
tit 234-235 | ΤΡΑΥΜΑΤΙΑΣ | |
234 | τίς οὐχὶ φήσει τοὺς ἐρῶντας ζῆν μόνους; εἰ δεῖ γε πρῶτον μὲν στρατευτικωτάτους εἶναι, πονεῖν τε δυναμένους τοῖς σώμασιν μάλιστα, προσεδρεύειν τ’ ἀρίστους τῷ πόθῳ, | |
5 | ποιητικούς, ἰταμούς, προθύμους, εὐπόρους | |
ἐν τοῖς ἀπόροις, βλέποντας ἀθλιωτάτους. | 382 | |
235 | τὸν γὰρ ὕστατον τρέχων δίαυλον τοῦ βίου ζῆν βούλομαι. | |
tit 236-238 | ΤΡΟΦΩΝΙΟΣ | |
236 | εἶθ’ ὁ Μοσχίων ὁ παραμασήτης ἐν βροτοῖς αὐδώμενος | |
237 | νῦν δ’ ἵνα μὴ παντελῶς Βοιώτιοι φαίνησθ’ εἶναι τοῖς διασύρειν ὑμᾶς εἰθισμένοις, ὡς ἀκίνητοι νῦν εἶναι βοᾶν καὶ πονεῖν μόνον καὶ δειπνεῖν ἐπιστάμενοι διὰ τέλους τὴν νύχθ’ ὅλην, | |
5 | γυμνοῦθ’ αὑτοὺς θᾶττον ἅπαντες. | 383 |
238 | ὀφθαλμὸν ἐπιβάλλειν | |
tit 239 | ΤΥΝΔΑΡΕΩΣ | |
239 | ἄνθρωπος εἶναί μοι Κυρηναῖος δοκεῖς· κἀκεῖ γὰρ ἄν τις ἐπὶ τὸ δεῖπνον ἕνα καλῇ, πάρεισιν ὀκτωκαίδεκ’ ἄλλοι, καὶ δέκα ἅρματα συνωρίδες τε πεντεκαίδεκα. | |
5 | τούτοις δὲ δεῖ σε τἀπιτήδει’ ἐμβαλεῖν, ὥστ’ ἦν κράτιστον μηδὲ καλέσαι μηδένα. | |
tit 240-243 | ΥΠΝΟΣ | 384 |
240 | οὐ θνητὸς οὐδ’ ἀθάνατος, ἀλλ’ ἔχων τινὰ σύγκρασιν, ὥστε μήτ’ ἐν ἀνθρώπου μέρει μήτ’ ἐν θεοῦ ζῆν, ἀλλὰ φύεσθαί τ’ ἀεὶ καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν, | |
5 | ἀόρατος ὄψιν, γνώριμος δ’ ἅπασιν ὤν. Β. ἀεὶ σὺ χαίρεις ὦ γύναι μ’ αἰνίγμασιν. Α. καὶ μὴν ἁπλᾶ γε καὶ σαφῆ λέγω μαθεῖν. Β. τίς οὖν τοιαύτην παῖς ἔχων ἔσται φύσιν; Α. ὕπνος, βροτείων, ὦ κόρη, παυστὴρ πόνων. | |
241 | οὐδ’ ἐν Τριβαλλοῖς ταῦτά γ’ ἐστὶν ἔννομα, οὗ φασι τὸν θύοντα τοῖς κεκλημένοις δείξαντ’ ἰδεῖν τὸ δεῖπνον, εἰς τὴν αὔριον πωλεῖν ἀδείπνοις ἃ παρέθηκ’ αὐτοῖς ἰδεῖν. | |
242 | διὰ ταῦθ’ ὁ πόρνος οὗτος οὐδὲ τῶν πράσων ἑκάστοτ’ ἐπιδειπνεῖ μεθ’ ἡμῶν· τοῦτο δ’ ἦν, | |
ἵνα μή τι λυπήσειε τὸν ἐραστὴν φιλῶν. | 385 | |
243 | ἐμπειρικῶς | |
tit 244 | ΥΠΟΒΟΛΙΜΑΙΟΣ | |
244 | ἐγὼ Πτολεμαίου τοῦ βασιλέως τέτταρα χυτρίδι’ ἀκράτου τῆς τ’ ἀδελφῆς προσλαβὼν τῆς τοῦ βασιλέως ταῦτ’, ἀπνευστί τ’ ἐκπιὼν ὡς ἄν τις ἥδιστ’ ἴσον ἴσῳ κεκραμένον, | |
5 | καὶ τῆς ὁμονοίας, διὰ τί νῦν μὴ κωμάσω ἄνευ λυχνούχου πρὸς τὸ τηλικοῦτο φῶς; | |
tit 245-246 | ΦΑΙΔΡΟΣ | |
245 | πορευομένῳ δ’ ἐκ Πειραιῶς ὑπὸ τῶν κακῶν | |
καὶ τῆς ἀπορίας φιλοσοφεῖν ἐπῆλθέ μοι. καί μοι δοκοῦσιν ἀγνοεῖν οἱ ζωγράφοι τὸν Ἔρωτα, συντομώτατον δ’ εἰπεῖν, ὅσοι | 386 | |
5 | τοῦ δαίμονος τούτου ποιοῦσιν εἰκόνας. ἔστιν γὰρ οὔτε θῆλυς οὔτ’ ἄρρην, πάλιν οὔτε θεὸς οὔτ’ ἄνθρωπος, οὔτ’ ἀβέλτερος οὔτ’ αὖθις ἔμφρων, ἀλλὰ συνενηνεγμένος πανταχόθεν, ἑνὶ τύπῳ τε πόλλ’ εἴδη φέρων. | |
10 | ἡ τόλμα μὲν γὰρ ἀνδρός, ἡ δὲ δειλία γυναικός, ἡ δ’ ἄνοια μανίας, ὁ δὲ λόγος φρονοῦντος, ἡ σφοδρότης δὲ θηρός, ὁ δὲ πόνος ἀδάμαντος, ἡ φιλοτιμία δὲ δαίμονος. καὶ ταῦτ’ ἐγώ, μὰ τὴν Ἀθηνᾶν καὶ θεούς, | |
15 | οὐκ οἶδ’ ὅ τι ἐστίν, ἀλλ’ ὅμως ἔχει γέ τι τοιοῦτον, ἐγγύς τ’ εἰμὶ τοὐνόματος. | |
246 | σχολῇ γε, νὴ τὸν ἥλιον, σχολῇ λέγεις. Ἐπιχαρίδης ὁ μικρὸς ἐν πένθ’ ἡμέραις σφαῖραν ἐποίησε τὴν πατρῴαν οὐσίαν. | |
οὕτω συνεστρόγγυλεν ἰταμῶς καὶ ταχύ. | 387 | |
tit 247 | ΦΑΙΔΩΝ Η ΦΑΙΔΡΙΑΣ | |
247 | ἀγορανομήσεις, ἂν θεοὶ θέλωσι, σύ, ἵνα Καλλιμέδοντ’ εἰς τοὔψον, εἰ φιλεῖς ἐμέ, παύσῃς καταιγίζοντα δι’ ὅλης ἡμέρας. Β. ἔργον τυράννων, οὐκ ἀγορανόμων λέγεις. | |
5 | μάχιμος γὰρ ἁνήρ, χρήσιμος δὲ τῇ πόλει. | |
tit,ante 248 | ΦΑΡΜΑΚΟΠΩΛΗΣ Η ΚΡΑΤΕΥΑΣ | |
tit 248-249 | ΦΙΛΑΘΗΝΑΙΟΣ | |
248 | παρ’ ἡμᾶς οἰκεῖ | |
249 | παιδικόν | 388 |
tit,ante 250 | ΦΙΛΕΤΑΙΡΟΣ | |
tit 250 | ΦΙΛΙΣΚΟΣ | |
250 | ἀρτέον τράπεζαν, ἀπονίψασθαι δοτέον, προσοιστέος στέφανος, μύρον, σπονδή, λιβανωτός, ἐσχαρίς, τράγημα δοτέον ἔτι, πλακοῦντος ἁπτέον. | |
tit 251 | ΦΙΛΟΚΑΛΟΣ Η ΝΥΜΦΑΙ | |
251 | κατάκεισο κἀκείνας κάλει. συναγώγιμον ποιῶμεν. ἀλλ’ εὖ οἶδ’ ὅτι κυμινοπρίστης ὁ τρόπος ἐστί σου πάλαι. | |
tit 252 | ΦΙΛΟΤΡΑΓΩΙΔΟΣ | |
252 | σοφοῦ γὰρ ἀνδρὸς τὰς τύχας ὀρθῶς φέρειν. | |
tit 253-254 | ΦΙΛΟΥΣΑ | |
253 | Ἀφροδίσι’ ἦγε ταῖς ἑταίραις ἡ πόλις· ἕτερα δὲ χωρίς ἐστι ταῖς ἐλευθέραις. ταῖς ἡμέραις ταύταις δὲ κωμάζειν ἔθος ἔστιν, νόμος τε τὰς ἑταίρας ἐνθάδε | |
5 | μεθύειν μεθ’ ἡμῶν. | 389 |
254 | ἀλλ’ ἔγωγε τοῦ τὰ δέοντ’ ἔχειν τὰ περιττὰ μισῶ· τοῖς ὑπερβάλλουσι γὰρ τέρψις μὲν οὐκ ἔνεστι, πολυτέλεια δέ. | |
tit 255-256 | ΦΡΥΞ | |
255 | εἰ τοῦ μεθύσκεσθαι πρότερον τὸ κραιπαλᾶν παρεγίνεθ’ ἡμῖν, οὐδ’ ἂν εἷς οἶνόν ποτε προσίετο πλείω τοῦ μετρίου. νυνὶ δὲ τὴν τιμωρίαν οὐ προσδοκῶντες τῆς μέθης | |
5 | ἥξειν προχείρως τοὺς ἀκράτους πίνομεν. | |
256 | ἐγὼ δὲ κεστρεὺς νῆστις οἴκαδ’ ἀποτρέχω. | 390 |
tit 257 | ΦΥΓΑΣ | |
257 | ἀεί γ’ ὁ Χαιρεφῶν τιν’ εὑρίσκει τέχνην· καὶ νῦν πορίζεταί γε τὰ δεῖπν’ ἀσύμβολα. ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος ὁ τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ | |
5 | ἕστηκεν ἐλθών· κἂν ἴδῃ μισθούμενον εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν. | |
tit 258 | ΧΟΡΗΓΙΣ | |
258 | ὃς τοῖς τετραδισταῖς μὲν παρέθηκεν ἐσθίειν | |
πρῴην λέκιθον καὶ μεμβράδας καὶ στέμφυλα. | 391 | |
tit 259-260 | ΨΕΥΔΟΜΕΝΟΣ | |
259 | τὰ περιττὰ μισῶ· τοῖς ὑπερβάλλουσι γὰρ δαπάνη πρόσεστιν, ἡδονὴ δ’ οὐδ’ ἡτισοῦν. | |
260 | κόλακος δὲ βίος μικρὸν χρόνον ἀνθεῖ· οὐδεὶς γὰρ χαίρει πολιοκροτάφῳ παρασίτῳ. | |
tit 261-338 | ΑΔΗΛΩΝ ΔΡΑΜΑΤΩΝ | |
261 | ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμ’ ἠβούλετο. κατὰ χειρὸς ἐδόθη· τὴν τράπεζαν ἧκ’ ἔχων, ἐφ’ ἧς ἐπέκειτ’ οὐ τυρὸς οὐδ’ ἐλαῶν γένη, οὐδὲ παρέχουσαι κνῖσαν ἡμῖν πλείονα | |
5 | παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη ὑπερηφάνως ὄζουσα τῶν Ὡρῶν λοπάς, τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον· ἅπαντ’ ἐνῆν τἀκεῖ γὰρ ἐν ταύτῃ καλά, ἰχθῦς, ἔριφοι, διέτρεχε τούτων σκορπίος, | |
10 | ὑπέφαινεν ᾠῶν ἡμίτομα τοὺς ἀστέρας. ἐπεβάλομεν τὰς χεῖρας. ὁ μὲν ἐμοὶ λαλῶν ἅμα καὶ διανεύων ἠσχολεῖθ’, ὁ πᾶς δ’ ἀγὼν ἐπ’ ἐμὲ κατήντα. τὸ πέρας οὐκ ἀνῆχ’ ἕως | |
τὴν λοπάδ’ ὀρύττων ἀποδέδειχα κόσκινον. | 392 | |
262 | τίς δῆθ’ ὑγιαίνων νοῦν τ’ ἔχων τολμᾷ ποτε γαμεῖν, διαπραξάμενος ἥδιον βίον; εἶτ’ οὐχὶ κρεῖττόν ἐστι τῷ γ’ ἔχοντι νοῦν ἄτιμον εἶναι μᾶλλον ἢ γυναῖκ’ ἔχειν; | |
5 | πολλῷ γε· τοὺς μὲν γοῦν ἀτίμους οὐκ ἐᾷ ἀρχὴν λαχόντας ὁ νόμος ἄρχειν τῶν πέλας· ἐπὰν δὲ γήμης, οὐδὲ σαυτοῦ κύριον ἔξεστιν εἶναι· τὰς γὰρ εὐθύνας μόνον ἐφημερινὰς τὰς τοῦ βίου κεκτήμεθα. | |
263 | ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς, ἐξὸν καλῶς· οὗ μήτε πράττεται τέλος μηδεὶς γὰρ ἡμᾶς, μήτε τιμὴν δόντα δεῖ | |
5 | ἑτέρων λαβεῖν, φέρει δὲ τοῖς μὲν χρωμένοις δόξης τιν’ ὄγκον, τοῖς δ’ ὁρῶσιν ἡδονήν, κόσμον δὲ τῷ βίῳ, τὸ τοιοῦτον γέρας | |
τίς οὐκ ἂν αὑτῷ κτῷτο φάσκων νοῦν ἔχειν; | 393 | |
264 | ἂν πιττοκοπούμενόν τιν’ ἢ ξυρούμενον ὁρᾷς τούτων ἔχει τι θάτερον· ἢ γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία, | |
5 | ἢ πλουσιακὸν τούτῳ προσπίπτει κακόν. τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν, δι’ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται, εἰ μή τι ταύταις ἀντιπράττεσθ’ ὑπονοεῖς; | |
265 | τοὺς εὐτυχοῦντας ἐπιφανῶς δεῖ ζῆν φανεράν τε τὴν δόσιν τὴν τοῦ θεοῦ ποιεῖν· ὁ γὰρ θεὸς δεδωκὼς τἀγαθὰ ὧν μὲν πεπόρικεν οἴεται χάριν τινὰ | |
5 | ἔχειν ἑαυτῷ· τοὺς ἀποκρυπτομένους δὲ καὶ πράττειν μετρίως φάσκοντας, ἀχαρίστους ὁρῶν ἀνελευθέρως τε ζῶντας ἐπὶ καιροῦ τινος | |
λαβὼν ἀφείλεθ’ ὅσα δεδωκὼς ἦν πάλαι. | 394 | |
266 | μὴ ὥρασι μὲν τὰ τῶν κακῶν ἵκοιθ’ ὁ τοὺς θέρμους φαγών, ἐν τῷ προθύρῳ τὰ λέμμαθ’ ὁτιὴ κατέλιπεν, ἀλλ’ οὐκ ἀπεπνίγη καταφαγών· μάλιστα δὲ | |
5 | Κλεαίνετος μὲν οὐκ ἐδήδοκ’ οἶδ’ ὅτι ὁ τραγικὸς αὐτούς· οὐδενὸς γὰρ πώποτε ἀπέβαλεν ὀσπρίου λέπος· οὕτως ἐκεῖνός ἐστιν εὐχερὴς ἀνήρ. | |
267 | οὐκ ἠξίωσα καταλιπεῖν τὴν μητέρα, πρώτην δὲ σῴζειν· τοῖς γὰρ ὀρθῶς εἰδόσιν τὰ θεῖα μείζω μητρὸς οὐκ ἔστιν ποτέ. | |
ὅθεν ὁ πρῶτος οὐκ ἀπαιδεύτως ἔχων | 395 | |
5 | ἱδρύσαθ’ ἱερὸν μητρός, οὐ δείξας σαφῶς ποίας, ἐάσας δ’ ὑπονοεῖν εἰς τοὔνομα. | |
268 | τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος, ἔστιν μεγίστη, δευτέρα Σαρδώ, τρίτη Κύρνος, τετάρτη δ’ ἡ Διὸς Κρήτη τροφός, | |
5 | Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος, Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦς’ ἔχει. | |
269 | ἐπὰν ἰδιώτην ἄνδρα μονοσιτοῦντ’ ἴδῃς, ἢ μὴ ποθοῦντ’ ᾠδὰς ποιητὴν καὶ μέλη, τὸν μὲν ἰδιώτην τοῦ βίου τὸν ἥμισυν ἀπολωλεκέναι νόμιζε, τὸν δὲ τῆς τέχνης | |
5 | τὴν ἡμίσειαν, ζῶσι δ’ ἀμφότεροι μόλις. | 396 |
270 | τὴν ὄψιν εἴπω τοῦ ποτηρίου γέ σοι πρώτιστον; ἦν γὰρ στρογγύλον, μικρὸν πάνυ, παλαιόν, ὦτα συντεθλασμένον σφόδρα, ἔχον κύκλῳ τὰ γράμματ’. Β. ἆρά γ’ ἕνδεκα; | |
5 | χρυσᾶ; Διὸς σωτῆρος; Α. οὐκ ἄλλου μὲν οὖν. | |
271 | τὰς ἡδονὰς δεῖ συλλέγειν τὸν σώφρονα. τρεῖς δ’ εἰσὶν αἵδε τὴν δύναμιν κεκτημέναι τὴν ὡς ἀληθῶς συντελοῦσαν τῷ βίῳ, τὸ πιεῖν, τὸ φαγεῖν, τὸ τῆς Ἀφροδίτης τυγχάνειν. | |
5 | τὰ δ’ ἄλλα προσθήκας ἅπαντα χρὴ καλεῖν. | |
272 | καὶ μὴν ἐνύπνιον οἴομαί γ’ ἑορακέναι νικητικόν. Β. λέγ’ αὐτό. Α. τὸν νοῦν πρόσεχε δή. ἐν τῷ σταδίῳ τῶν ἀνταγωνιστῶν μέ τις ἐδόκει στεφανοῦν γυμνὸς προσελθὼν . . . | |
5 | στεφάνῳ κυλιστῷ κοκκυμήλων. Β. Ἡράκλεις. | |
[πεπόνων] | 397 | |
273 | ἑόρακας ἤδη πώποτ’ ἐσκευασμένον ἤνυστρον ἢ σπλῆν’ ὀπτὸν ὠνθυλευμένον, ἢ κοκκυμήλων σπυρίδα πεπόνων; (νὴ Δία,) τοιοῦτ’ ἔχει τὸ μέτωπον. | |
274-275-276 | Λεσβίου δὲ πώματος οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν. | |
2 | . . . . . . . . . . . . Θασίοις οἰναρίοις καὶ Λεσβίοις τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος | |
5 | καὶ νωγαλίζει. | |
5 | . . . . . . . . . . . . ἡδύς γ’ ὁ Βρομίου τὴν ἀτέλειαν Λεσβίου ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε, ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ’ ἀποστέλλων πόλιν | |
κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν. | 398 | |
277 | ὡς ἔστι κατακεῖσθαι πρὸ δείπνου συμφορά· οὔτε γὰρ ὕπνος δήπουθεν οὐδέν’ ἂν λάβοι, οὔθ’ ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἄν· ὁ νοῦς γάρ ἐστι τῆς τραπέζης πλησίον. | |
278 | οὐδέν γ’ ἔοικ’ ἄνθρωπος οἴνῳ τὴν φύσιν· ὁ μὲν ἀπογηράσκων ἀηδὴς γίνεται, οἶνον δὲ τὸν παλαιότατον σπουδάζομεν· Β. ὁ μὲν δάκνει γάρ, ὁ δ’ ἱλαροὺς ἡμᾶς ποιεῖ. | |
279 | πίννας, κάραβον, βολβούς, κοχλίας, κήρυκας, ᾤ’, ἀκροκώλια, τοσαῦτα· τούτων ἂν τίς εὕροι φάρμακα | |
ἐρῶντι ἑταίρας ἕτερα χρησιμώτερα; | 399 | |
280 | ὦ παῖ, μέγιστος ἔρανός ἐστί μοι τὸ σὲ θρέψαι κατὰ τρόπον· ὃν γὰρ αὐτὸς ἀπέλαβον παρὰ τοῦ πατρός, δεῖ τοῦτον ἀποδοῦναί με σοί. | |
281 | τῶν γὰρ ἀγαθῶν τὸν πλοῦτον ὕστατον τίθει· ἀβεβαιότατον γάρ ἐστιν ὧν κεκτήμεθα. τὰ δ’ ἄλλ’ ἐπιεικῶς τοῖς ἔχουσι παραμένει. | |
282 | ἄτοπόν γε τὸν μὲν οἶνον εὐδοκιμεῖν σφόδρα παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δὲ μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον. | |
283-284 | οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός· ὁ γὰρ διμάτωρ Βρόμιος οὐ χαίρει συνὼν ἀνδράσι πονηροῖς οὐδ’ ἀπαιδεύτῳ βίῳ. | |
285 | κοτύλας τέτταρας ἀναγκάσας μεστὰς ἔμ’ αὐτίτου σπάσαι | |
ὄξους Δεκελεικοῦ δι’ ἀγορᾶς μέσης ἄγεις. | 400 | |
286 | ἐχθὲς ὑπέπινες, εἶτα νυνὶ κραιπαλᾷς. κατανύστασον· παύσει γάρ. εἶτά σοι δότω ῥάφανόν τις ἑφθήν. | |
287 | οὐκ ἔσθ’ ὅπως ἔχουσιν αἱ τύχαι φρένας· οὐδεὶς γὰρ ἂν τοιοῦτος ἠτύχει ποτέ. | |
288 | κἂν εὐτυχῇ τις, ὡς ἔοικε, προσδοκᾶν ἀεί τι δεῖ, καὶ μή τι πιστεύειν τύχῃ. | |
289 | οὐκ ἔστι παιδαγωγὸς ἀνθρώποις ἄρα ἔρωτος οὐδεὶς ἄλλος ἐπιμελέστερος. | |
290 | οἶνος ξενικὸς παρῆν· ὁ γὰρ Κορίνθιος | |
βασανισμός ἐστι. | 401 | |
291 | φιλοτησίαν σοι τήνδ’ ἐγὼ ἰδίᾳ τε καὶ κοινῇ κύλικα προπίομαι. | |
292 | τῶν μετρίων αἱ μείζονες λῦπαι ποιοῦσι τοῦ φρονεῖν μετάστασιν. | |
293 | μετὰ ταῦτ’ ἀναπεσεῖν ἐκέλευον αὐτὴν παρ’ ἐμέ. | |
294 | ἀφ’ ὧν γένοιτ’ ἂν συντόμως ἀριστόδειπνον. | |
295 | φεῦγ’ ἡδονὴν φέρουσαν ὕστερον βλάβην. | |
296 | λύπη μανίας κοινωνίαν ἔχει τινά. | |
297 | ὦ δέσποθ’, ὑγίαιν’. ὡς χρόνιος ἐλήλυθας. | 402 |
298 | τὸ παναρμόνιον τὸ καινὸν ἔντεινον τεχνῶν. | |
299 | πολὺν πιὼν Εὐβοϊκὸν οἶνον | |
301 | οὐ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον, τὸ διορίζεσθαι βεβαίως τῷ στόματι τὰ γράμματα. | |
302 | οὐκ ἔστ’ ἀναισχυντότερον οὐδὲν θηρίον | |
εἰσορᾶν γυναικός· ἀπ’ ἐμαυτῆς ἐγὼ τεκμαίρομαι. | 403 | |
305 | ἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ | |
306 | διηπειλεῖτό σοι | |
307 | καύσιμα ξύλα | |
308 | νάρδον Βαβυλωνιακήν | |
309 | τίνι σπεύδεις | |
310 | φορμὶς ἰσχάδων | |
311 | (τὴν) βαρυφωνίαν | |
312 | γηροβοσκεῖα | 404 |
313 | δακρυρροοῦντα | |
314 | διαπεπαρθενευκότα | |
315 | ἐπιλήσμη | |
316 | εὐοψωνίαν | |
317 | εὐφύεια | |
318 | ἰάτριαν | |
319 | (τῷ) καμμύειν | |
320 | κεραμοπωλεῖν | |
321 | λευκόπυγον | |
322 | Νήστης | 405 |
323 | ὀξυχειρία | |
324 | οὐλόκομος | |
325 | παλαιστρικός | |
326 | πατριώτης | |
327 | πίσον | |
328 | ποικιλεύς | |
329 | πτερνίδα | |
331 | Σκυθαίνας | 406 |
332 | στόλον | |
333 | ὑπόμακρον | |
334 | φιλαδελφία καὶ φιλεταιρία | |
335 | φιλεριστήν | |
336 | φιλοθεωρόν | |
337 | χαλκίζειν | |
338 | ψυχικός | |
tit 339-345 | ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ | |
339 | οὐκ ἔστιν οὔτε τεῖχος οὔτε χρήματα, οὐδ’ ἄλλο δυσφύλακτον οὐδὲν ὡς γυνή. | |
340 | ψυχὴν ἔχειν δεῖ πλουσίαν· τὰ δὲ χρήματα | |
ταῦτ’ ἐστὶν ὄψις, παραπέτασμα τοῦ βίου. | 407 | |
341 | οὐκ ἔστιν οὐδὲν βαρύτερον τῶν φορτίων ὄντως γυναικὸς προῖκα πολλὴν φερομένης. | |
342 | οὑτοσὶ δέ σοι τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ ἔστιν μετρητής. | |
343 | οὐκ ἀνδρῶν ὅρκοι πίστεις, ἀλλ’ ὅρκων ἀνήρ. | |
345 | ἀκολαστία | 408 |