TLG 0388 005 :: ACTA PAULI :: Acta Pauli et Theclae (partis finalis recensio e codice G)

ACTA PAULI Apocryph. Hagiogr.
(A.D. 2)

Acta Pauli et Theclae (partis finalis recensio e codice G)

Source: Lipsius, R.A. (ed.), Acta apostolorum apocrypha, vol. 1. Leipzig: Mendelssohn, 1891 (repr. Hildesheim: Olms, 1972): 271–272.

Citation: (Line)

1 Καὶ νεφέλη φωτεινὴ ὡδήγει αὐτήν. καὶ εἰσελθοῦσα ἐν Σελευκίᾳ ἐξῆλθεν ἔξω τῆς πόλεως ἀπὸ ἑνὸς σταδίου· καὶ ἐκείνους δὲ ἐδεδοίκει, ὅτι τὰ εἴδωλα ἐθεράπευον. καὶ ὁδηγὸς γέγονεν αὐτῆς ἐν τῷ ὄρει τῷ λεγομένῳ Καλαμῶνος ἤτοι Ῥοδεῶνος· καὶ εὑροῦσα ἐκεῖ σπήλαιον εἰσῆλθεν αὐτῷ. καὶ ἦν ἐκεῖ
5ἐπὶ ἔτη ἱκανά, καὶ πολλοὺς καὶ χαλεποὺς πειρασμοὺς ὑπέστη ὑπὸ τοῦ δια‐ βόλου, καὶ ὑπήνεγκεν γενναίως βοηθουμένη ὑπὸ τοῦ Χριστοῦ. μαθοῦσαι δέ τινες τῶν εὐγενίδων γυναικῶν περὶ τῆς παρθένου Θέκλης, ἀπίησαν πρὸς αὐτὴν καὶ ἐμάνθανον τὰ λόγια τοῦ θεοῦ· καὶ πολλαὶ ἐξ αὐτῶν ἀπετάξαντο τῷ βίῳ καὶ συνήσκουν αὐτῇ. καὶ φήμη ἀγαθὴ ἤχθη πανταχοῦ περὶ αὐτῆς,
10καὶ ἰάσεις ἐγίνοντο ὑπ’ αὐτῆς. γνοῦσα οὖν πᾶσα ἡ πόλις καὶ ἡ περίχωρος, ἔφερον τοὺς ἀρρώστους αὐτῶν ἐν τῷ ὄρει, καὶ πρινὴ τῇ θύρᾳ προσεγγίσωσι, θᾶττον ἀπηλλάττοντο, οἵῳ δήποτε κατείχοντο νοσήματι, καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα κράζοντα ἐξήρχοντο· καὶ πάντες κατελάμβανον τὰ ἴδια αὐτῶν ὑγιῆ, δοξάζοντες τὸν θεὸν δόντα τοιαύτην χάριν τῇ παρθένῳ Θέκλῃ. οἱ
15ἰατροὶ οὖν τῆς πόλεως Σελευκίων ἐξουδενώθησαν, τὴν ἐμπορείαν ἀπο‐ λέσαντες, καὶ οὐδεὶς λοιπὸν προσεῖχεν αὐτοῖς· καὶ φθόνου καὶ ζήλου πλη‐ σθέντες ἐμηχανοῦντο κατὰ τῆς τοῦ Χριστοῦ δούλης τὸ τί αὐτῇ ποιήσωσιν. Ὑποβάλλει οὖν αὐτοῖς ὁ διάβολος λογισμὸν πονηρόν. καὶ μιᾷ τῶν ἡμερῶν συναχθέντες καὶ συνέδριον ποιήσαντες συμβουλεύονται πρὸς ἀλλήλους
20λέγοντες Αὕτη ἡ παρθένος ἱερὰ τυγχάνει τῆς μεγάλης θεᾶς Ἀρτέμιδος· καὶ εἴ τι ἂν αἰτήσει αὐτήν, ἀκούει αὐτῆς ὡς παρθένου οὔσης, καὶ φιλοῦσιν αὐτὴν πάντες οἱ θεοί. δεῦτε οὖν λάβωμεν ἄνδρας ἀτάκτους καὶ μεθύσωμεν αὐτοὺς οἶνον πολὺν καὶ δώσωμεν αὐτοῖς χρυσίον πολὺ καὶ εἴπωμεν αὐτοῖς Εἰ δυνηθῆτε φθεῖραι καὶ μιᾶναι αὐτήν, διδοῦμεν ὑμῖν καὶ ἄλλα χρήματα.
25Ἔλεγον οὖν πρὸς αὑτοὺς οἱ ἰατροὶ ὅτι Ἐὰν ἰσχύσουσιν αὐτὴν μιᾶναι, οὐκ ἀκούουσιν αὐτῆς οἱ θεοὶ οὔτε Ἄρτεμις ἐπὶ τῶν ἀσθενούντων. ἐποίησαν οὖν οὕτως. καὶ ἀπελθόντες οἱ πονηροὶ ἄνδρες ἐπὶ τὸ ὄρος, καὶ ἐπιστάντες ὡς λέοντες τῷ σπηλαίῳ ἐπάταξαν τὴν θύραν· ἤνοιξεν δὲ ἡ ἁγία μάρτυς Θέκλα, θαρροῦσα ᾧ ἐπίστευσεν θεῷ· προέγνω γὰρ τὸν δόλον αὐτῶν. καὶ
30λέγει πρὸς αὐτούς Τί θέλετε, τέκνα; Οἱ δὲ εἶπον Τίς ἐστιν ἐνταῦθα λεγο‐ μένη Θέκλα; Ἡ δὲ εἶπεν Τί αὐτὴν θέλετε; Λέγουσιν αὐτῇ ἐκεῖνοι Συγκαθευ‐ δῆσαι αὐτῇ θέλομεν. Λέγει αὐτοῖς ἡ μακαρία Θέκλα Ἐγὼ ταπεινὴ γραῦς εἰμί, δούλη δὲ τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ· καὶ κἂν τί ποτε δρᾶσαι θέλετε ἄτοπον εἰς ἐμέ, οὐ δύνασθε. Λέγουσιν αὐτῇ ἐκεῖνοι Οὐκ ἐστὶν δυνα‐
35τὸν μὴ πρᾶξαι εἰς σὲ ἃ θέλομεν. Καὶ ταῦτα εἰπόντες ἐκράτησαν αὐτὴν ἰσχυρῶς, καὶ ἐβούλοντο καθυβρίσαι αὐτήν. ἡ δὲ λέγει αὐτοῖς μετ’ ἐπιει‐ κείας Ἀναμείνατε, τέκνα, ἵνα ἴδητε τὴν δόξαν κυρίου. Καὶ κρατουμένη ὑπ’
αὐτῶν ἀνέβλεψεν εἰς τὸν οὐρανὸν καὶ εἶπεν Ὁ θεὸς ὁ φοβερὸς καὶ ἀνεί‐ καστος καὶ ἔνδοξος τοῖς ὑπεναντίοις, ὁ ῥυσάμενός με ἐκ πυρός, ὁ μὴ παρα‐271
40δώσας με Θάμυρι, ὁ μὴ παραδώσας με Ἀλεξάνδρῳ, ὁ ῥυσάμενός με ἐκ θηρίων, ὁ διασώσας με ἐν τῷ βυθῷ, ὁ πανταχοῦ συνεργήσας μοι καὶ δοξάσας τὸ ὄνομά σου ἐν ἐμοί, καὶ τανῦν ῥῦσαί με ἐκ τῶν ἀνόμων ἀνθρώπων τούτων, καὶ μὴ ἐάσῃς με ἐνυβρίσαι τὴν παρθενίαν μου, ἣν διὰ τὸ ὄνομά σου ἐφύλαξα μέχρι τοῦ νῦν, ὅτι σὲ φιλῶ καὶ σὲ ποθῶ καὶ σοὶ προσκυνῶ
45τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ πνεύματι ἁγίῳ εἰς τοὺς αἰῶνας, ἀμήν. Καὶ ἐγένετο φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα Μὴ φοβηθῇς Θέκλα, δούλη μου ἀληθινή, μετὰ σοῦ γὰρ εἰμί· ἀπόβλεψον καὶ ἴδε ὅπου ἠνέῳκται ἔμπροσθέν σου, ἐκεῖ γὰρ οἶκος αἰώνιος ἔσται σοι, κἀκεῖ τὴν ἐπίσκεψιν δέχῃ. Καὶ προσχοῦσα ἡ μακαρία Θέκλα ἴδεν τὴν πέτραν ἀνεῳχθεῖσαν ὅσον χωρεῖ

(50)

ἄνθρωπον εἰσιέναι, καὶ κατὰ τὸ λεχθὲν αὐτῇ ἐποίησεν, καὶ ἀποφυγοῦσα γενναίως τοὺς ἀνόμους εἰσῆλθεν εἰς τὴν πέτραν· καὶ συνεκλείσθη εὐθὺς ἡ πέτρα, ὥστε μήτε ἁρμὸν φαίνεσθαι. ἐκεῖνοι δὲ θεωροῦντες τὸ παράδοξον θαῦμα ὥσπερ ἐν ἐκστάσει ἐγίνοντο, καὶ οὐκ ἴσχυσαν ἐπισχεῖν τὴν τοῦ θεοῦ δούλην, ἀλλ’ ἢ μόνον τοῦ μαφορίου αὐτῆς ἐπελάβοντο καὶ μέρος τι ἠδυνή‐
55θησαν ἀποσπάσαι· κἀκεῖνο κατὰ συγχώρησιν θεοῦ πρὸς πίστιν τῶν ὁρών‐ των τὸν σεβάσμιον τόπον, καὶ εἰς εὐλογίαν ταῖς μετὰ ταῦτα γενεαῖς, τοῖς πιστεύουσιν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ καρδίας καθαρᾶς. Ἔπαθεν οὖν ἡ τοῦ θεοῦ πρωτομάρτυς καὶ ἀπόστολος καὶ παρθένος Θέκλα ἡ ἀπὸ τοῦ Ἰκονίου ἐτῶν δέκα ὀκτώ· μετὰ δὲ τῆς ὁδοιπορίας καὶ
60τῆς περιόδου καὶ τῆς ἀσκήσεως τῆς ἐν τῷ ὄρει ἔζησεν ἔτη ἄλλα ἑβδομήκοντα καὶ δύο· ὅτε δὲ προσελάβετο αὐτὴν ὁ κύριος, ἦν ἐτῶν ἐνενήκοντα, καὶ οὕτως ἡ τελείωσις αὐτῆς γίνεται. γίνεται δὲ ἡ ὁσία μνήμη αὐτῆς μηνὶ Σεπτεμβρίῳ εἰκάδι τετάρτῃ, εἰς δόξαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ
ἁγίου πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.272