TLG 0388 002 :: ACTA PAULI :: Martyrium Pauli

ACTA PAULI Apocryph. Hagiogr.
(A.D. 2)

Martyrium Pauli

Source: Lipsius, R.A. (ed.), Acta apostolorum apocrypha, vol. 1. Leipzig: Mendelssohn, 1891 (repr. Hildesheim: Olms, 1972): 104, 106, 108, 110, 112, 114–117.

Citation: Section — (line)

t

Μαρτύριον τοῦ ἁγίου ἀποστόλου Παύλου.

1

Ἦσαν δὲ περιμένοντες τὸν Παῦλον ἐν τῇ Ῥώμῃ Λουκᾶς ἀπὸ Γαλλιῶν καὶ Τίτος ἀπὸ Δαλματίας. οὓς ἰδὼν ὁ Παῦλος ἐχάρη ὥστε ἔξω Ῥώμης ὅρριον μισθώσασθαι, ἐν ᾧ μετὰ τῶν ἀδελφῶν ἐδίδασκε τὸν λόγον τῆς ἀληθείας. διαβόητος δὲ ἐγένετο,
5καὶ πολλαὶ ψυχαὶ προσετίθεντο τῷ κυρίῳ, ὡς ἦχον κατὰ πᾶσαν τὴν Ῥώμην γενέσθαι καὶ προσεῖναι αὐτῷ πολὺ πλῆθος ἐκ τῆς Καίσαρος οἰκίας πιστεύοντας, καὶ εἶναι χαρὰν μεγάλην. Πάτροκλος
δέ τις οἰνοχόος τοῦ Καίσαρος ὀψὲ πορευθεὶς εἰς τὸ ὅρριον καὶ μὴ δυνάμενος διὰ τὸν ὄχλον εἰσελθεῖν πρὸς τὸν Παῦλον, ἐπὶ104
10θυρίδος καθεσθεὶς ὑψηλῆς ἤκουσεν αὐτοῦ διδάσκοντος τὸν λόγον τοῦ θεοῦ. τοῦ δὲ πονηροῦ διαβόλου ζηλοῦντος τὴν ἀγάπην τῶν ἀδελφῶν, ἔπεσεν ὁ Πάτροκλος ἀπὸ τῆς θυρίδος καὶ ἀπέθανεν, ὥστε ἀναγγεῖλαι ταχέως τῷ Νέρωνι. ὁ δὲ Παῦ‐ λος συνιδὼν τῷ πνεύματι ἔλεγε· Ἄνδρες ἀδελφοί, ἔσχεν ὁ
15πονηρὸς τόπον, ὅπως ὑμᾶς πειράσῃ· ὑπάγετε ἔξω καὶ εὑρήσετε παῖδα πεπτωκότα ἀπὸ ὕψους, ἤδη μέλλοντα ἐκπνέειν. ἄραντες ἐνέγκατε ὧδε πρός με. Οἱ δὲ ἀπελθόντες ἤνεγκαν. ἰδόντες δὲ οἱ ὄχλοι ἐταράχθησαν. λέγει αὐτοῖς ὁ Παῦλος· Νῦν, ἀδελ‐ φοί, ἡ πίστις ὑμῶν φανήτω· δεῦτε πάντες, κλαύσωμεν πρὸς
20τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα ζήσῃ ὁ παῖς οὗτος καὶ ἡμεῖς ἀνενόχλητοι μείνωμεν. στεναξάντων δὲ πάντων, ἀνέλαβεν τὸ πνεῦμα ὁ παῖς· καὶ καθίσαντες αὐτὸν ἐπὶ κτῆνος ἀπέπεμ‐ ψαν ζῶντα μετὰ καὶ ἄλλων τῶν ὄντων ἐκ τῆς Καίσαρος οἰκίας.

2

Ὁ δὲ Νέρων ἀκηκοὼς τὸν θάνατον τοῦ Πατρόκλου ἐλυπήθη σφόδρα, καὶ ὡς εἰσῆλθεν ἀπὸ τοῦ βαλανείου ἐκέλευσεν ἄλλον στῆναι ἐπὶ τοῦ οἴνου. ἀπήγγειλαν δὲ αὐτῷ οἱ παῖδες
αὐτοῦ λέγοντες· Καῖσαρ, Πάτροκλος ζῇ καὶ ἕστηκεν ἐπὶ τῆς106
5τραπέζης. καὶ ὁ Καῖσαρ ἀκούσας ὅτι Πάτροκλος ζῇ εὐλαβεῖτο καὶ οὐκ ἐβούλετο εἰσελθεῖν. μετὰ δὲ τὸ εἰσελθεῖν αὐτὸν εἶδεν τὸν Πάτροκλον καὶ ἐξ αὐτοῦ γενόμενος εἶπεν· Πάτροκλε, ζῇς; Ὁ δὲ ἔφη· ζῶ, Καῖσαρ. Ὁ δὲ εἶπεν· Τίς ὁ ποιήσας σὲ ζῆσαι; Ὁ δὲ παῖς φρονήματι πίστεως φερόμενος εἶπεν· Χριστὸς Ἰησοῦς
10ὁ βασιλεὺς τῶν αἰώνων. Ὁ δὲ Καῖσαρ ταραχθεὶς εἶπεν· Ἐκεῖνος οὖν μέλλει βασιλεύειν τῶν αἰώνων, καὶ καταλύειν πάσας τὰς βασιλείας; Λέγει αὐτῷ Πάτροκλος· Ναί, πάσας τὰς βασιλείας τὰς ὑπ’ οὐρανὸν καταλύει, καὶ αὐτὸς ἔσται μόνος εἰς τοὺς αἰῶνας, καὶ οὐκ ἔσται βασιλεία, ἥτις διαφεύξεται αὐτόν. Ὁ δὲ ῥαπίσας
15εἰς τὸ πρόσωπον αὐτὸν εἶπεν· Πάτροκλε, καὶ σὺ στρατεύῃ τῷ βασιλεῖ ἐκείνῳ; Ὁ δὲ εἶπεν· Ναί, κύριε Καῖσαρ· καὶ γὰρ ἤγειρέν με τεθνηκότα. Καὶ ὁ Βαρσαβᾶς Ἰοῦστος ὁ πλατύπους καὶ
Οὐρίων ὁ Καππάδοξ καὶ Φῆστος ὁ Γαλάτης οἱ πρῶτοι τοῦ Νέρωνος εἶπον· Καὶ ἡμεῖς ἐκείνῳ στρατευόμεθα τῷ βασιλεῖ τῶν108
20αἰώνων. Ὁ δὲ συνέκλεισεν αὐτοὺς δεινῶς βασανίσας οὓς λίαν ἐφίλει καὶ ἐκέλευσεν ζητεῖσθαι τοὺς τοῦ μεγάλου βασιλέως στρατιώτας καὶ προέθηκεν διάταγμα τοιοῦτον, πάντας τοὺς εὑρισκομένους Χριστιανοὺς καὶ στρατιώτας Χριστοῦ ἀναιρεῖσθαι.

3

Καὶ ἐν τοῖς πολλοῖς ἄγεται καὶ ὁ Παῦλος δεδεμένος· ᾧ πάντες προσεῖχον οἱ συνδεδεμένοι· ὥστε νοῆσαι τὸν Καίσαρα, ὅτι ἐκεῖνος ἐπὶ τῶν στρατοπέδων ἐστίν. καὶ εἶπεν πρὸς αὐτόν· Ἄνθρωπε τοῦ μεγάλου βασιλέως, ἐμοὶ δὲ δεθείς, τί σοι ἔδοξεν
5λάθρα εἰσελθεῖν εἰς τὴν Ῥωμαίων ἡγεμονίαν, καὶ στρατολογεῖν ἐκ τῆς ἐμῆς ἐπαρχίας; ὁ δὲ Παῦλος πλησθεὶς πνεύματος ἁγίου ἔμπροσθεν πάντων εἶπεν· Καῖσαρ, οὐ μόνον ἐκ τῆς σῆς ἐπαρχίας στρατολογοῦμεν, ἀλλὰ καὶ ἐκ τῆς οἰκουμένης πάσης. τοῦτο γὰρ διατέτακται ἡμῖν, μηδένα ἀποκλεισθῆναι θέλοντα στρατευθῆναι
10τῷ ἐμῷ βασιλεῖ. ὅπερ εἰ καὶ σοὶ φίλον ἐστὶν στρατευθῆναι αὐτῷ, οὐχ ὁ πλοῦτος ἢ τὰ νῦν ἐν τῷ βίῳ λαμπρὰ σώσει σε, ἀλλ’
ἐὰν ὑποπέσῃς καὶ δεηθῇς αὐτοῦ, σωθήσῃ. μέλλει γὰρ ἐν μιᾷ ἡμέρᾳ τὸν κόσμον πολεμεῖν ἐν πυρί. Ταῦτα δὲ ἀκούσας ὁ Καῖσαρ ἐκέλευσεν πάντας τοὺς δεδεμένους πυρὶ κατακαῆναι, τὸν δὲ Παῦ‐110
15λον τραχηλοκοπηθῆναι τῷ νόμῳ τῶν Ῥωμαίων. ὁ δὲ Παῦλος ἦν μὴ σιωπῶν τὸν λόγον, ἀλλὰ κοινούμενος τῷ πραιφέκτῳ Λόγγῳ καὶ Κέστῳ τῷ κεντυρίωνι. ἦν οὖν ἐν τῇ Ῥώμῃ ὁ Νέρων ἐνερ‐ γείᾳ τοῦ πονηροῦ πολλῶν Χριστιανῶν ἀναιρουμένων ἀκρίτως, ὥστε τοὺς Ῥωμαίους σταθέντας ἐπὶ τοῦ παλατίου βοῆσαι·
20Ἀρκεῖ, Καῖσαρ, οἱ γὰρ ἄνθρωποι ἡμέτεροί εἰσιν· αἴρεις τὴν Ῥωμαίων δύναμιν. Τότε ἐπαύσατο ἐπὶ τούτοις πεισθεὶς 〈καὶ ἐκέλευσε〉 μηδένα ἅπτεσθαι Χριστιανοῦ, μέχρις ἂν διαγνοῖ τὰ περὶ αὐτῶν.

4

Τότε Παῦλος αὐτῷ προσηνέχθη μετὰ τὸ διάταγμα· καὶ ἐπέμενεν λέγων τοῦτον τραχηλοκοπηθῆναι. ὁ δὲ Παῦλος εἶπεν· Καῖσαρ, οὐ πρὸς ὀλίγον καιρὸν ἐγὼ ζῶ τῷ ἐμῷ βασιλεῖ· κἄν με τραχηλοκοπήσῃς, τοῦτο ποιήσω· ἐγερθεὶς ἐμφανήσομαί
5σοι, ὅτι οὐκ ἀπέθανον, ἀλλὰ ζῶ τῷ κυρίῳ μου Χριστῷ Ἰησοῦ, ὃς ἔρχεται τὴν οἰκουμένην κρῖναι. ὁ δὲ Λόγγος καὶ ὁ Κέστος λέγουσιν τῷ Παύλῳ· Πόθεν ἔχετε τὸν βασιλέα τοῦτον, ὅτι αὐτῷ πιστεύετε μὴ θέλοντες μεταβαλέσθαι ἕως θανάτου; Ὁ δὲ Παῦ‐ λος κοινωσάμενος αὐτοῖς τὸν λόγον εἶπεν· Ἄνδρες οἱ ὄντες ἐν112
10τῇ ἀγνωσίᾳ καὶ τῇ πλάνῃ ταύτῃ, μεταβάλησθε καὶ σωθῆτε ἀπὸ τοῦ πυρὸς τοῦ ἐρχομένου ἐφ’ ὅλην τὴν οἰκουμένην. οὐ γὰρ ὡς ὑμεῖς ὑπονοεῖτε βασιλεῖ ἀπὸ γῆς ἐρχομένῳ στρατευόμεθα, ἀλλ’ ἀπ’ οὐρανοῦ, ζῶντι θεῷ, ὃς διὰ τὰς ἀνομίας τὰς γενομένας ἐν τῷ κόσμῳ τούτῳ ἔρχεται κριτής· καὶ μακάριος ἐκεῖνος ὁ ἄνθρω‐
15πος, ὃς πιστεύσει αὐτῷ καὶ ζήσεται εἰς τὸν αἰῶνα, ὅταν ἔλθῃ κατακαίων εἰς καθαρὸν τὴν οἰκουμένην. Οἱ μὲν οὖν δεηθέντες αὐτὸν εἶπον· Παρακαλοῦμέν σε, βοήθησον ἡμῖν, καὶ ἀπολύομέν σε. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὔκ εἰμι δραπέτης τοῦ Χριστοῦ ἀλλ’ ἔννομος στρατιώτης θεοῦ ζῶντος. εἰ ᾔδειν ὅτι ἀποθνήσκω,
20ἐποίησα ἂν αὐτό, Λόγγε καὶ Κέστε· ἐπεὶ δὲ ζῶ τῷ θεῷ καὶ
ἐμαυτὸν ἀγαπῶ, ὑπάγω πρὸς τὸν κύριον, ἵνα ἔλθω μετ’ αὐτοῦ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ. λέγουσιν αὐτῷ· Πῶς οὖν σοῦ τραχηλοκοπηθέντος ἡμεῖς ζήσομεν;114

5

Ἔτι δὲ αὐτῶν τοῦτο λαλούντων, πέμπει ὁ Νέρων Παρ‐ θένιόν τινα καὶ Φέρηταν ἰδεῖν εἰ ἤδη τετραχηλοκόπηται ὁ Παῦ‐ λος· καὶ εὗρον αὐτὸν ἔτι ζῶντα. ὁ δὲ προσκαλεσάμενος αὐτοὺς εἶπεν· Πιστεύσατε τῷ ζῶντι θεῷ, τῷ καὶ ἐμὲ καὶ πάντας τοὺς
5πιστεύοντας αὐτῷ ἐκ νεκρῶν ἐγείροντι. Οἱ δὲ εἶπον· Ὑπάγομεν ἄρτι πρὸς Νέρωνα· ὅταν δὲ ἀποθάνῃς καὶ ἀναστῇς, τότε πιστεύ‐ σομεν τῷ θεῷ σου. τοῦ δὲ Λόγγου καὶ τοῦ Κέστου δεομένων ἐπὶ πλεῖον περὶ σωτηρίας λέγει αὐτοῖς· Ταχέως ἐλθόντες ὄρθρου ὧδε ἐπὶ τὸν τάφον μου εὑρήσετε δύο ἄνδρας προσευχο‐
10μένους, Τίτον καὶ Λουκᾶν· ἐκεῖνοι ὑμῖν δώσουσιν τὴν ἐν κυρίῳ σφραγῖδα. Τότε σταθεὶς ὁ Παῦλος κατέναντι πρὸς ἀνατολὰς καὶ ἐπάρας τὰς χεῖρας εἰς τὸν οὐρανὸν προσεύξατο ἐπὶ πολύ· καὶ κατὰ προσευχὴν κοινολογησάμενος ἑβραϊστὶ τοῖς πατράσιν, προέτεινεν τὸν τράχηλον μηκέτι λαλήσας. ὡς δὲ ἀπετίναξεν
15αὐτοῦ ὁ σπεκουλάτωρ τὴν κεφαλήν, γάλα ἐπύτισεν εἰς τοὺς χιτῶ‐ νας τοῦ στρατιώτου. ὁ δὲ στρατιώτης καὶ πάντες οἱ παρεστῶτες
ἰδόντες ἐθαύμασαν καὶ ἐδόξαζον τὸν θεὸν τὸν δόντα Παύλῳ δόξαν τοιαύτην· καὶ ἀπελθόντες ἀπήγγειλαν τῷ Καίσαρι τὰ γεγονότα.115

6

Κἀκείνου ἀκούσαντος καὶ ἐπὶ πολὺ θαυμάζοντος καὶ διαποροῦντος, ἦλθεν ὁ Παῦλος περὶ ὥραν ἐννάτην ἑστώτων πολλῶν μετὰ τοῦ Καίσαρος φιλοσόφων καὶ τοῦ κεντυρίωνος, 〈καὶ ἔστη〉 ἔμπροσθεν πάντων καὶ εἶπεν· Καῖσαρ, ἰδοὺ Παῦλος,
5ὁ τοῦ θεοῦ στρατιώτης, οὐκ ἀπέθανον, ἀλλὰ ζῶ ἐν τῷ θεῷ μου. σοὶ δὲ πολλὰ ἔσται κακὰ καὶ μεγάλη κόλασις, ἄθλιε, ἀνθ’ ὧν δικαίων αἷμα ἀδίκως ἐξέχεας, οὐ μετὰ πολλὰς ἡμέρας ταύτας. Καὶ ταῦτα εἰπὼν ὁ Παῦλος ἀπῆλθεν ἀπ’ αὐτοῦ. ὁ δὲ Νέρων ἀκούσας καὶ ταραχθεὶς σφόδρα ἐκέλευσεν λυθῆναι τοὺς δεσμίους,
10καὶ τὸν Πάτροκλον καὶ τοὺς περὶ τὸν Βαρσαβᾶν.

7

Καὶ ὡς ἐτάξατο Παῦλος, ὄρθρου πορευθέντες ὁ Λόγγος καὶ ὁ κεντυρίων Κέστος μετὰ φόβου προσήρχοντο τῷ τάφῳ Παύλου. ἐπιστάντες δὲ εἶδον δύο ἄνδρας προσευχομένους, καὶ μέσον Παῦλον, ὥστε αὐτοὺς ἰδόντας τὸ παράδοξον θαῦμα ἐκπλαγῆναι, τὸν δὲ Τίτον
5καὶ Λουκᾶν φόβῳ συσχεθέντας ἀνθρωπίνῳ ἰδόντας τὸν Λόγγον
καὶ τὸν Κέστον πρὸς αὐτοὺς ἐρχομένους εἰς φυγὴν τραπῆναι, τῶν δὲ διωκόντων λεγόντων· Οὐ διώκομεν ὑμᾶς εἰς θάνατον, ὡς ὑπονοεῖτε, μακάριοι θεοῦ ἄνθρωποι, ἀλλ’ εἰς ζωήν, ἵνα ἡμῖν δῶτε, ὡς ἐπηγγείλατο ἡμῖν Παῦλος, ὃν ἴδομεν μέσον ὑμῶν πρὸ116
10μικροῦ ἑστῶτα καὶ προσευχόμενον. καὶ ταῦτα ἀκούσαντες παρ’ αὐτῶν ὁ Τίτος καὶ ὁ Λουκᾶς μετὰ πολλῆς εὐφροσύνης ἔδωκαν αὐτοῖς τὴν ἐν κυρίῳ σφραγῖδα, δοξάζοντες τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. ἀμήν.117