TLG 0388 001 :: ACTA PAULI :: Acta Pauli ACTA PAULI Apocryph.
Hagiogr. Acta Pauli Source: Schubart, W., Schmidt, C. (eds.), Acta Pauli. Glückstadt: Augustin, 1936: 22–72. Citation: Fragment — (line) | ||
1 | [...........]ν̣ θεοῦ σ[. εἰ]πὲ οὖν, τ̣ίνα ἐστ̣ὶ̣ν̣ [τ]ὰ π[ερὶ τὸν θ(εό)ν] [ὃν σὺ κηρύσσει]ς. ὁ δὲ Παῦλος εἶπε[ν] π̣ρ̣[ὸς αὐτόν]· [ποίει ὃ θέλεις]· μ̣η̣τ̣εμίαν γὰρ ἔχεις ἐξουσί[αν κατ’ ἐμοῦ] [εἰ μὴ εἴ]ς μου τὸ σῶμα, τὴν δὲ ψυχὴν μ̣ὴ̣ ἀ̣π̣[οκτενεῖς]. | |
5 | [ἄκουε] δέ, καθὰ δῖ σε σωθῆναι καὶ πάντα̣ [τὰ ῥήμα‐] [τ]ά̣ μ̣[ο]υ̣ ἐν καρδίᾳ λαμβάν̣ο̣ν̣ τ̣α̣ σ̣α̣θ̣[.]ρ̣ο̣ν̣ η[...... ἥ‐] λ̣ι̣ο̣ν [κ]αὶ τὴν γ̣ῆ̣ν̣ καὶ ἄ̣σ̣τ̣ρ̣α̣ καὶ ἀρχὰς καὶ κ[υ]ρ̣ό̣[τητας] καὶ πάντα τὰ ἐν κόσ[μ]ῳ ἀγαθὰ ἕνεκεν ἀν[..... ἔ‐] π̣λ̣α̣σ̣εν̣[......... εἰς χρῆ]σιν ἀνθρώπων κ̣α̣τ̣α̣ τησ[......] | |
---|---|---|
10 | ... ἀπα̣γ̣ο̣μ̣έ̣ν̣ο̣υ̣ς̣ κ̣α̣[ὶ κα]τ̣ανδραπ̣οδ̣ι̣ζ̣ομένο̣υ̣ς̣ τ̣α̣[......] χ̣ρ̣υσῷ τελε̣[ίῳ καὶ ἀργυ]ρίῳ κα[ὶ λ]ίθοις τ̣ι̣μ̣ί̣ο̣ι̣ς̣ [......] καὶ μοιχίαις καὶ μέθα[ι]ς. σ̣κ̣έ̣ψ̣οντες γὰρ̣ [.]...[......] | |
[τ]ὰς ἐπὶ τὴν ἀπάτην ἀγούσας διὰ τῶν̣ π̣ρ̣ο̣ε̣ι̣ρ̣[η]μ̣[ένων] β̣άντες ἐφονεύθησαν. νῦν οὖ̣ν ἐπ̣ὶ ὁ κ̣ύριο̣ς β[ο]ύ̣[λεται] | 22 | |
15 | ζῆν ἡμᾶς ἐν θεῷ διὰ τὴν ἐν κόσμῳ πλάν̣η̣[ν καὶ μὴ ἀπο‐] θανεῖν ἐν ἁμαρτίαις, σώζει διὰ τῶν ἁγ̣ν̣[ῶν ἀνδρῶν τῶν] κηρυσσόντων, ἵνα μετανοῆται καὶ πιστεύη̣τ̣ε̣ [ὅτι εἷς θεὸς] καὶ εἷς Χριστὸς Ἰησοῦς καὶ ἄλλος οὐχ ὑπάρχει, ὑμῶν γ̣ὰ[ρ] θ̣ε̣[οὶ χαλκοῖ] καὶ λίθινοι καὶ ξύλινοι μήτε τροφὴν δυνάμε[νο]ι λα[βεῖν μή‐] | |
20 | τε βλέψαι μήτε ἀκοῦσαι ἀλλ’ οὐδὲ στῆναι, λ[ά]β̣ε̣τ̣ε̣ π̣[ροαίρ‐] εσιν ἀγαθὴν καὶ σωθῆτε, μήποτε ὀργ̣ι̣σ̣θ̣ῇ̣ [ὁ θεὸ]ς̣ κ̣[αὶ κατα‐] καύσι ὑμᾶς πυρὶ ἀσβέστῳ καὶ τὸ μνημόσυνον [ὑμῶν] ἀπόλιτε. καὶ ταῦτα ὁ ἡγεμὼν ἀκούσας ρ̣ουφ̣ο̣ [..ἐν] τῷ θεάτρῳ μετὰ τοῦ ὄχλου εἶπεν· ἄνδρες Ἐφ[έσιοι], | |
25 | ὅτι μὲν ὁ ἀνὴρ οὗτως καλῶς εἶπεν οἶδα, ἔ̣τι δὲ ὅ̣[τι νῦν] κερὸς ταῦτα ὑμᾶς μαθεῖν οὐκ ἔστιν. τί οὖν θέλε[τ]α̣ι̣ [κρί‐] νατε. οἱ μὲν ἔλεγον κατακέαι αὐτὸν π̣ρ̣ὸ̣ς̣ τ̣ῷ̣ ν̣α[.......], οἱ [δ]ὲ χρυσοχόοι ἔλεγον· εἰς θηρία τὸν ἄνδρα, καὶ [θορύβου] | |
γεινομένου μεγάλου κατέκρινεν αὐτὸν εἰς θη[ρία ὁ] | 24 | |
30 | [Ἱ]ερώνυμως φραγελλώσας. οἱ μὲν οὖν ἀδελφ[οὶ ὡς τῆς] Πεντηκοστῆς οὔσης οὐκ ἔκλαυσαν οὐδὲ γό[νατα ἔκλι‐] ναν, ἀλλὰ ἀγαλλιώμεν[ο]ι προσηύχοντο [ἑστῶτες.] [μετ]ὰ̣ δὲ ϛ ἡμέρας̣ ἐποίε̣ι̣ ὁ̣ Ἱερώνυμος κυν[ηγίαν] [ὥστ]ε̣ πάντας το[ὺ]ς θεωροῦντας τὰ μεγ̣έ̣θ̣η̣ τ̣[ῶν θ̣ηρίων] | |
35 | ἀποθα[υ]μ〈ά〉ζειν. | |
2 | [Πα]ύλου δεδ̣ε̣μ̣[έ]ν̣ο̣υ̣ [...] α̣ [...]ν π̣λ̣.[........ [..]. ως αὐτοῦ̣ οὐκ ἀπένευεν, προσῆλ̣[θε δὲ ....... [....] ἤ̣κ̣ουεν τῶν ἁμαξῶν τραυλισμὸ̣[ν καὶ τὸν θόρυβον] [τῶν] τὰ θηρία βασταζόντων. καὶ ἐπ̣[........ | |
5 | [..]ω̣ς ἐλθὼν κατὰ τὴν παράθυρον τοῦ στ̣[αδίου, καθ’ ἣν Παῦλος] [ἐ]κ[έ]κλιστο, ἐβόησεν μεγάλως, ὥστε πάντα[ς ... [βο]ᾶ̣ν̣· ὁ λέων, καὶ γὰρ ὀρύετο πικρῶς καὶ ἐμβρ[ιμῶς, ὥστε καὶ Παῦ‐] [λο]ν̣ ἐκπεσῖν τῆς προσευχῆς διλωθέντα. ἦ̣[ν δὲ ἀνήρ] [τις] Διόφαντος ἀπελεύθερος Ἱερωνύμου, οὗ ἡ γ̣υν̣ὴ̣ μαθή‐ | |
10 | [τρια ἦ]ν Παύλου καὶ νυκτὸς κα̣ὶ̣ ἡμέρη̣ς παρεκά[θητ]ο αὐτῷ [ὥστε ζ]ηλοῖν τὸν Διόφαντον καὶ σπουδάζιν τὰ θηριομαχῖα. [καὶ ἐπ]εθύμησεν ἡ Ἀρτεμύλλα [ἡ] τοῦ Ἱερονύμου ἀκοῦσε προσ‐ [ευχομ]ένου Παύλου καὶ εἶπεν [τῇ Διο]φάντου γυναικὶ Εὐβούλᾳ̣· [.....]ν ἀκοῦσαι προσευχὴν τοῦ [θ]ηριομάχου λόγον. καὶ ἀπελθοῦ‐ | 26 |
15 | [σα ἤγγει]λ̣εν τῷ Παύλῳ, καὶ χαρᾶς πλησθεὶς ὁ Παῦλος εἶπεν· ἄγα‐ [γε αὐτ]ήν. ἡ δὲ μετενδυσαμένη σκυθροπότερα ἱμάτια ἀπῆλ‐ [θεν] πρὸς αὐτὸν μετὰ τῆς Εὐβούλας. ὡς δὲ ἶδεν αὐτὴν Παῦλος, [ἐστ]έναξεν καὶ εἶπεν· γύναι ἡ τούτου τοῦ κόσμου ἄρχουσα [ἡ τ]ο̣ῦ̣ χρυσοῦ πολλοῦ δέσποτις ἡ τῆς τρυφῆς πολλῆς πολεῖ‐ | |
20 | [τ]ι̣[ς] ἡ τῶν ἱμ̣ατίων ἀλαζών, κάτισον εἰς τὸ ἔδαφος καὶ [ἐπι]λ̣άθου τοῦ πλούτου καὶ τοῦ κάλλους σου καὶ τῶν κοσμί‐ [ων] ⟦σου κομπῶν⟧. οὐδὲν γάρ σε ταῦτα ὠφελήσει, ἐὰν μὴ θεὸν [αἰ]τ̣ή̣σ̣ῃ̣ τὸν ⟦τὰ⟧ μὲν ὧδε δυνὰ σκύβαλα ἡγούμενον, τὰ δὲ ἐκῖ [θ]αυμάσια χαριζόμενον. χρυσὸς ἀπόλλυτε πλοῦτος καταν‐ | |
25 | αλίσκεται ἱμάτια κατατρίβεται κάλλος γηρᾷ καὶ πό‐ λις μεγάλαι μεταθείθονται καὶ κόσμος ἔρεται ἐμ πυ‐ ρὶ διὰ τὴν ⟦αν⟧ τῶν ἀνθρώπων ἀνομίαν. μόνος δὲ ὁ θεὸς | |
μένει καὶ ἡ δι’ αὐτοῦ διδομένη ηυἱοθεσία, ἐν ᾧ [δε]ῖ̣ σωθῆναι. καὶ νῦν Ἀρτεμύλλα ἔλπισον ἐπὶ θεὸν καὶ | 28 | |
30 | [ῥ]ύσεταί σε, ἔλπισον ἐπεὶ Χριστὸν καὶ δώσι σοι ἄφεσιν ἁμαρ‐ [τι]ῶν καὶ ἐπειθήσι σοι ἐλευθέριον στέφανον, ἵνα [μ]ηκέτι εἰδώλοις λατρεύῃς καὶ κνείσαις ἀλ[λ]ὰ ζῶν‐ [τ]ι θεῷ καὶ πατρὶ Χριστοῦ, οὗ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶ[ν] [α]ἰώνων, ἀμήν. καὶ ταῦτα Ἀρτεμύλλα ἀκ[ο]ύ̣[σα]σ̣α | |
35 | [μ]ετὰ Εὐβούλας ἐδεήθη Πα[ύ]λου, ἵνα λούσῃ ἤ̣δ̣[η] ἐ̣ν̣ θ̣ε̣ῷ̣. καὶ εἰς αὔρι̣ο̣ν̣ ἦν τὰ θηριομαχία | |
3 | καὶ ὁ Ἱερόνυμος ἤκουσεν ὑπὸ Διοφάντου, ὅτι αἱ γυνεκες νυκτὸς καὶ ἡμέραις παρηκάθηντο Παύλῳ, καὶ οὐ μικρῶς ὀργίζετο τῇ Ἀρ‐ τεμύλλᾳ καὶ τῇ ἀπελευθέρᾳ Εὐβούλᾳ, καὶ διπνήσας ἀνεχώρησεν ἐνωρίστερον ὁ Ἱερόνυμος, ἵνα ταχέως ἐπε[ι]τελέσῃ τὰ | |
5 | κυνήγια. αἱ δὲ εἶπον Παύλῳ· θέλις χαλκέα ἄγωμεν, ἵνα ἡμᾶ[ς] λούσῃς εἰς θάλασαν λυθείς; καὶ εἶπεν Παῦλος· οὐ θέλω, ἐγὼ | |
γὰρ πεπίστευκα θεῷ, ὃς ἐκ δεσμῶν ἐρύσατο τὸν κόσμον ὅλον. καὶ ἐβόησεν Παῦλος πρὸς τὸν θεὸν τῷ σαββάτῳ ἐπερχομένης τῆς κυριακῆς ἐν ἡμέρᾳ, ᾖ ἔμελλεν θηριομαχῖν ὁ Παῦλος καὶ εἶπεν· | 30 | |
10 | ὁ θεός μου Χριστὲ Ἰησοῦ ὁ λυτρωσάμενός με ἐκ τοσούτων κακῶν, δὸς ἀπέναντι Ἀρτεμμύλας καὶ Εὐβούλας τῶν σῶν ῥαγῆ‐ ναι τὰ δεσμὰ ἀπὸ τῶν χερῶν μου. καὶ διαμαρτυρομένου ταῦτα Παύλου εἰσῆλθεν παῖς λείαν εὐειδὴς ἐν χάριτι καὶ ἔλυσεν τὰ δεσμὰ Παύλου μειδειάσαντος τοῦ παιδὸς | |
15 | καὶ εὐθέω̣ς ἀνεχώρησεν. διὰ δὲ τὴν ὀπτασίαν τὴν γενομέ‐ νην Παύλῳ καὶ τὸ σημῖον τὸ ἐνάρετον ἐπὶ τῶν δεσμῶν ἐξέπτη̣ ἡ λύπη αὐτοῦ ἡ τῶν θηρο̣μ̣αχίον̣ καὶ ἀγαλλιώμενος ἐσκίρτησεν ὡς ἐμ παραδίσῳ· καὶ λα[βὼν τὴν Ἀρ]τεμύλλαν ἐξῄει τοῦ στ̣ε̣ι̣ν̣οῦ̣ κ[αὶ σκοτει]ν̣ο̣ῦ̣ [τόπου, ὅπου οἱ κ]εκλισμένοι | |
20 | τηροῦνται. ὡς δ̣ὲ̣ [ἔξω ἐγενήθησαν λαθόντες τοὺς τ]ηρητὰς καὶ ἐν ἀσφαλείᾳ ἤ̣[δη ἦσαν, διεμαρτύρατο ὁ Παῦλο]ς̣ τὸν ἴδιον θεὸν λέγων· οἱ π̣[υλῶνες ...............]ορ̣[.. εὐλο]γιν τὴν σὴν οἰκο[νομίαν ......... ἵν]α Ἀρτεμύλλα μυηθῇ̣ [τῆς ἐ]ν κυρίῳ σφραγῖδος· κ[αὶ τότε οἱ κεκλισμένοι πυ]λῶνες ἐν [ὀνό]ματι | |
25 | θεοῦ ἀνεπετ[άσθησαν ............] οἱ δὲ φύλακ̣ε̣[ς βα]θεῖ ὕπνῳ κατη[νέχ]θ̣η̣σ̣α̣ν̣ κα[ὶ εὐθὺς δ]ὲ ἐξῆλθεν ἡ ματ[ρώ]ν̣α καὶ ὁ μακάρ[ιος] Παῦλος συν τ[.........]σκότος ἀφα̣[ν..] καὶ νεανίσκ[ος ὅ]μοι[ο]ς ..[.....σῶ]μ̣α̣ Παύ̣λ̣ου φαί̣ν̣[ων] οὐ λύχνῳ ἀ[λλὰ] ἀ̣πὸ̣ τῆς τοῦ σώ̣[ματος ἁγιω]σ̣ύ̣ν[η]ς̣ προῆγεν | 32 |
30 | αὐτούς, ὥσ[τε ἐ]γγίσαι̣ [ἐ]π[ὶ] τὴ[ν θάλασσαν καὶ ἀπέ]ναντι ἱστήκει ὁ φένων ε̣[....]ν καὶ [προσευξάμενος ὁ Παῦλο]ς ἐπέθηκεν τῇ Ἀρτεμύλλᾳ τὴν χε[ῖρα καὶ ........ τὸ ὕ]δωρ ἐν ὀνόμα‐ τι Χριστοῦ Ἰησοῦ, ὥστε τὴν θ̣[άλασσαν σφόδρα κυμαί]νεσθαι καὶ φόβῳ μεγάλῳ συσχεθεῖσ̣α̣[ν τὴν Ἀρτεμύλλαν] μικ̣ρ̣ο̣ῦ δεῖν ἀπό‐ | |
35 | πληκτον γενέσθαι .[.................]ν καὶ εἶπεν· ὁ λάμπων καὶ φαίνω̣[ν βοήθει, ἵνα μὴ] εἴπ̣ω̣σι τ̣ὰ̣ ἔ̣θ̣ν̣η̣, | |
4 | ὅ̣τι ὁ δέσμιος Παῦλος ἔφυγεν ἀποκτίνας Ἀρτεμύλλαν. καὶ πάλιν μιδιάσαντος τοῦ νεανίσκου ἀνέπνευσεν ἡ ματρώνα καὶ ἐπορεύετο εἰς τὴν οἰκίαν φαίνοντος ἤδη τοῦ ὄρθρου. ὡς δὲ εἰσῆλθεν ἔσω τῶν | |
φυλάκων κοιμωμένων, ἔκλασεν ἄρτον ὕδωρ τε προσήνεγκεν | 34 | |
5 | ἐπότισεν ῥήματι ἀπέλυσεν πρὸς Ἱερόνυμον τὸν ἄνδρα αὐτῆς· αὐτὸς δὲ ἐδεήθη. ὄρθρου δὲ κραυ〈γ〉ὴ ἐγένετο ὑπὸ τῶν πολειτῶν· ἄγωμεν ἐπὶ τὴν θεωρίαν, ἄγωμεν ἴδωμεν τὸν ἔχοντα τὸν θεὸν θηριομαχοῦντα. αὐτὸς δὲ ἐπιστὰς ὁ Ἱερόνυμος ἅμα δ̣ιὰ τὴν ὑποψίαν τὴν πρὸς τὴν γυναῖκα, ἅμα καὶ διὰ τὸ μὴ φυγεῖν αὐτὸν | |
10 | ἐκέλευσεν Διοφάντῳ καὶ τοῖς λοιποῖς δούλοις ἄγειν τὸν Παῦλον εἰς τὸ στάδιον. ὡς δὲ ἐσύρετο μηδὲν λαλῶν ἀλλὰ κεκυφὼς κάτω καὶ ἀναστενάζων, ὅτι ἐθριαμβεύετο ὑπὸ τῆς πόλεως· καὶ ἀπαχθεὶς [ε]ὐθέως ἐβλήθη εἰς τὸ στάδιον, ὡς πάντας ἄχθεσθαι ἐπὶ τῇ σεμνότητι Παύλου. τῆς δὲ Ἀρτε‐ | |
15 | μύλλας πεσούσης σὺν τῇ Εὐβούλᾳ εἰς νόσον καὶ ἔσχατον κίνδυνον διὰ τὴν Παύλου ἀπώλιαν, ὁ Ἱερόνυμος ἐλυπῖ‐ το περὶ τῆ[ς] γυναικὸς οὐ μικρῶς, ἀλλὰ καὶ διὰ τὸ ἤδη πεφημίσ‐ θαι ἐν τῇ πόλει καὶ [μ]ὴ̣ ἔ̣χ̣ων σὺν αὑτῷ τὴν γυναῖκα. ὡς οὖν ἐκα‐ θέσθη, ὁ [ἀρχικυνη]γ̣ὸς ἐκέλευσεν αὐτῷ ἐξαφεθῆναι λέον‐ | |
20 | τα πρὸ [μικροῦ τεθηρευ]μ̣έ̣νον πεικ[ρὸν] λίαν, ὡς ὅλον | |
τὸ πλῆ̣[θος .....................]α̣, ὅπως ἀναιρε‐ θῇ [ὁ Παῦλος .................... ἐκ] δὲ τῆς γαλεάγρας κα[..............................]ς̣ προσηύχετο, ἔ[τι δ]ὲ πρὸς το[ύτοις ............] μ̣νηγων τῇ | 36 | |
25 | ἐ̣[κ τ]ῶν παλιούρ[ων ........ καὶ πᾶσιν] θαῦμα ἐγέ‐ [νετ]ο̣ μέγα, ὄντος αὐ̣[τοῦ ..............] καθ’ ὑπερβο‐ [λ]ήν. ὁ δὲ Παῦλος [............... τὸ ἴ]διον ἔργον [τ]ῆς πρ[ο]σευχ[ῆς ........ κ]α̣ὶ̣ ἐδί[δ]ου τὸ μα̣[ρτ]ύ̣ριον· περι‐ βλεψάμενος [γὰρ κύκλῳ ὁ λέων] καὶ ὅλον [ἑαυ]τ̣ὸν ἐπειδίξας | |
30 | ἦλθε δρομέ[ως καὶ ἀνεκλίθη] παρὰ τὰ σ[κ]έλη [τοῦ Π]αύλου ὡς ἀμνὸς εὐδίδακτ̣[ος καὶ ὡς δοῦ]λο[ς] αὐτοῦ̣ καὶ̣ [ἀ]ν̣α̣παύσαντος τὴν προσε[υχὴν ὡς ἐξ ἐνυπνί]ων̣ ἐ[γ]ερθὶ[ς εἶ]π̣εν τῷ Παύλῳ ἀνθρωπί[νῃ γλώσσῃ· χάρις μετὰ σ]οῦ. ὁ δὲ Παῦλος οὐκ ἐπτύ‐ ρη ἀλλὰ κα̣[ὐτὸς εἶπεν· χάρις μετὰ σ]οῦ λέων, καὶ ἐπέθηκεν | |
35 | τὴν χεῖρα [αὐτῷ καὶ ὅλος ὁ ὄχλ]ος ἐβόα· ἆραι τὸν μάγον, ἆραι τὸν φ[αρμακόν. ὁ δὲ λέων .... ἔβλ]επεν τῷ Παύλῳ καὶ ὁ Παῦλο[ς τῷ λέοντι καὶ διενοή]θη Παῦλος, ὅτι οὗτός | |
[ἐστιν ὁ λέ]ων | 38 | |
5 | ὁ ἐλθὼν [καὶ λου]σάμενος, [κα]ὶ τῇ πίσ̣τ̣ι φερόμενος ὁ Παῦλος ε̣ἶ̣[πεν·] λέων σὺ ἦς [ὃ]ν ἔλουσα; καὶ ἀπ̣οκριθὶς ὁ λέων εἶπεν τῷ Παύλῳ· ν̣[αί.] ὁ δὲ Παῦλ[ος] ἐδευτέρου καὶ εἶπεν αὐτῷ· καὶ πῶς ἐκυνηγήθης; ὁ δὲ λέων εἶπε̣ν μιᾷ φωνῇ· ὡς κ̣αὶ σὺ Παῦλε. τοῦ Ἱερονύμου βάλλον‐ | |
5 | τ[ο]ς πολλὰ θηρία εἰς τὸ τὸν Παῦλον ἀναιρεθῆναι καὶ ἐπὶ τὸν λέοντα τοξότας ὡς κ̣[ἀ]κῖνον ἀναιρεθῆναι, αἰθρείου ὄντος τοῦ ἀέρος χά‐ λα[ζα] π̣ανπλη[θ]ὴς καὶ λί̣αν μεγάλην σφοδρὰ ἠκονθίσθη ἀπ’ οὐ‐ ραν[ο]ῦ, ὡς πολλοὺς ἀποθανῖν καὶ τοὺς λυποὺς φυγῖν πάντας. οὐχ ἥπτετ[ο] δὲ Παύλου οὐδὲ τοῦ λέοντος, ἀλλὰ τὰ ἄλλα θηρία | |
10 | ἀπέθανεν ὑπὸ τοῦ πλήθους τῆς χαλάζης, ὡς καὶ Ἱερονοί‐ μου τὸ ὠτίον παταχθὲν ἀφεραιθῆναι καὶ βοᾶν τὸν ὄχλον φεύγοντα· σῶσον ἡμᾶς ὁ θεός, σῶσον ὁ τοῦ ἀνθρώπου θεὸς τοῦ θηριομαχήσαντος· καὶ ὁ Παῦλος ἀσπασάμενος τὸν λέον‐ τα μηκέτι αὐτοῦ λαλοῦντος ἐξῆλθε ἐκ τοῦ σταδίου, κατέβη | |
15 | ἐπὶ [τὸν] λ̣ι̣μμενη καὶ ἀνέβη εἰς τὸ πλοῖον ἀγόμενον εἰς Μακεδονίαν, πολλοὶ γὰρ ἦσαν οἱ πλέοντες ὡς μελλούσης τῆς πόλεως αἴρεσθαι. συνέβη οὖν καὶ αὐτὸς ὡς εἷς τῶν φευγόν‐ των, ὁ δὲ λέων εἰς τὰ ὄρη ἀπῄει, καθὰ ἦν αὐτῷ σύνηθες. ἡ οὖν Ἀρτεμύλλα καὶ ἡ Εὐβούλα οὐ μικρῶς ἐπένθουν νησ‐ | 40 |
20 | τέουσαι καί γε ἐνν̣[..]ω̣.σ̣α̣ι̣, τί ἄρα ἐγένετο Παύλῳ. ὡς δ[ὲ] ἦν νύξ, ἐπῆλθε[..................]ε̣ σαφῶς εἰς τὸν κοιτῶ[να], ὅπου ἀλλή[λαις παρεμυθοῦντο καὶ ὁ Ἱε]ρόνυμος ἐκ τοῦ ὠτίου ἐσήπετο. τῇ [δὲ Εὐβούλᾳ .......... κα]ὶ̣ Ἀρτεμύλλᾳ διὰ τὴν λύπην πλ̣[....................] εἶπεν αὐταῖς· μὴ | |
25 | θροῗσθαι [περὶ τοῦ Παύλου ..... ἐν γὰρ ὀ]ν̣όματι Χριστοῦ Ἰησοῦ καὶ ἐν τῷ κράτι [τοῦ Παντοκράτορος Παῦλος ὁ δοῦλ]ο̣ς αὐτοῦ ἀπῆρεν εἰς Μακεδ[ονίαν, ὡς καὶ ἐκεῖ τὰς τοῦ κυρίου οἰκο]νομίας πληρῶσε, ὑμᾶς δ̣[ὲ ......................κατ]ε̣ῖ̣χεν αὐτὰς ἔκστασις̣ [μεγάλη. ὁ δὲ Ἱερώνυμος ἤδ]η̣ νήψας νυκτὸς | |
30 | ἐν ὀδύνα̣[ις εἶπεν· ὁ βοηθήσας τῷ θηρ]ιομάχῳ ἀνθρώπῳ θεὸς σῶσ[όν με διὰ τοῦ παιδὸς] τ̣ο̣ῦ̣ [διελ]θ̣όντος ἐν ὁρό‐ ματι διὰ [τοῦ κεκλεισμένου] κοιτῶ̣[νος.] ὁ δ̣ὲ̣ ἰδὼν | |
αὐτο̣ὺ̣ς̣ ἐ̣ν̣ τ̣ῷ̣ φ̣[ό]β̣ῳ̣ [........με]γάλῳ [.........] παρ‐ εδρεύοντας ἀναλ̣λεσ̣[......] τ̣[ο]ὺ̣ς̣ ἰατ̣ρ̣[οὺς .....]ε̣α̣ς̣ βοῆς· | 42 | |
35 | διὰ θελήματος Χριστοῦ Ἰησοῦ ἐξ[...]ε̣ τὸ ὠτίον. καὶ ἐγένετο ὑ[γιὲ]ς̣ ὡς προσέταξεν αὐτῷ [ὁ πα]ῖ̣ς· μέλιτι θ̣εράπευε σ̣ε̣[αυτόν]. | |
6(1t) | ἀπὸ Φι[λί]ππων εἰς Κόρινθον | |
2 | εἰς Κόρινθον δὲ ἐλθόντος Παύλου ἀ̣πὸ Φιλίππων εἰς τ̣ὸν Ἐπ[ι]φαν̣[ίου] οἶκον ἐγένετο χαρά, ὡς πάντας τοὺ[ς] ἡμητέρο[υ]ς ἀγαλλιᾶ[σ]θαι ἅμ̣[α δὲ] καὶ κλέϊν, ἐξηγουμένου Παύλου ἃ̣ πέπονθεν ἐν Φιλ[ί]ππο[ις ἐν] τοῖς | |
5 | ἐργάστροις καὶ ἐν παντὶ τόπῳ, τί̣ αὐτῷ συνέβη, ὥστε ε̣ἰ̣ς̣ [ἄ]ν̣ε̣σ̣ι̣[ν] τὸ λοιπὸν τὰ δάκρυα αὐτοῦ γενέ[σ]θαι καὶ ἐκτενῆ ὑπὸ π̣[ά]ν̣τω̣ν προσευχὴν γενέσθαι τῷ Παύλῳ καὶ αὑτὸν μακαρίζιν, ὅτι οὕτως ἰσοψύχως τὰ περὶ αὑτοῦ ἑκάστ[η]ς ἡμέρας κυβερνῶσει ἐ̣ν̣ τ̣ῇ̣ πρὸς τὸν κύριον προσευχῇ, ὡ̣ς̣ ἀνυπέρβ{ο}λητο〈ν〉 εἶναι τ̣ὸ τῆς χαρᾶ̣[ς] | |
10 | μέγεθος αὔξι̣ν̣ τ̣ε τὴν̣ ψ̣υ̣χ̣ὴν τοῦ Παύλου ἐπεὶ εὐνοίᾳ τῶ̣ν̣ | |
ἀδελφῶν, ὥστε α̣ὐ̣τὸν ε̣ἰ̣ς ἡμέρας μ καὶ τὸν λόγον τ̣ῶ̣ν̣ ὑ[πο‐] μ̣ονῶν διδάσκι̣ν̣, ἐ̣μ̣ π̣οί̣ῳ τόπῳ αὐτῷ τί συνέβη κα̣ὶ̣ π̣ηλ[ί]κ̣[α] μεγαλεῖα ἐδόθ̣η̣ α̣ὐ̣[τ]ῷ̣, ὥστε κατὰ πᾶσαν ἐξήγησιν δοξάζ̣[ιν] τὸν παντοκρά[τ]ορ[α] θ̣εὸν̣ κ̣α̣[ὶ] Χριστὸν Ἰησοῦν τὸν εὐδοκήσαντα Παύ‐ | 44 | |
15 | λῳ ἐν παντὶ τόπῳ. [ἐπεὶ δὲ] ἐτελέσθησαν αἱ ἡμέραι τοῦ ἐξεῖ̣‐ ναι τὸν Παῦλ̣ον ε̣ἰ̣ς̣ τ̣ὴ̣[ν Ῥ]ώμην, λύπη ἐγένετο τ[ο]ῖς ἀδελ‐ φοῖς τὸ πότε πά̣λιν ὄ̣ψ̣ο̣ν̣τε αὐτόν. καὶ ὁ Πα[ῦ]λος πλησ‐ θεὶς πνεύματος ἁγίου [ε]ἶπεν· ὦ̣ ἄ̣ν̣δρες ἀδελφοὶ σπουδά[ζ]εται ἐπὶ τὴν νε̣ό̣τη̣τ̣α̣ καὶ̣ τὴν ἀγάπην, ἰδοὺ γὰρ ἐγὼ ἀπέρχομαι̣ | |
20 | εἰς κάμινον πυρὸς ......ν̣ρ̣[..].[......]εγω, καὶ οὐκ ἐπι̣σχ̣ύ̣ω, ἐὰν μή μοι ὁ κύριος δ̣ύν̣[αμιν παράσχηται. κα]ὶ γὰρ Δαουὶδ σ̣υνώ‐ δ̣ευσε Σαοὺλ α.[.................... ὀρ]γισθεὶς Νάβαλ ειλεν π̣ισθὶς ὑπ[ὸ τῆς γυναικὸς τοῦ] Νάβαλ, ἦν γ̣ὰρ σὺν αὐτῷ Χριστὸς Ἰησοῦς ὁ θ[εὸς ...............]ε̣ τιμίαν ταύτην | |
25 | νηστίαν. μ̣ε̣[τ’ ἐμοῦ ...............] ω̣σ̣αν ἐπ̣[.].. μ̣έ‐ ν̣ην ο̣ἰ̣κο̣ν̣[ομίαν πληρώσω .......... καθ’ ὑ]π̣ομονή̣ν̣. αρ τ̣ι̣σθ̣[..]ω̣ν̣ δ̣[ὲ ......................] ω̣ν̣ ἐν π̣νεύματι [γ]ενηθ̣ὶ̣ς̣ Κ̣[λεόβιος εἶπεν· ἀδελφοὶ νῦν] δεῖ π̣λ̣η̣ρ̣ῶ̣σε Παῦλον πᾶ[σαν οἰκονομίαν καὶ ἀναβῆναι] ε̣ἰ̣ς̣ τ̣ὸ̣ν̣ τοῦ | |
30 | θανάτου [.........................]ο̣μ̣η̣ν̣ κ̣α̣ὶ̣ μ̣ε̣‐ | |
γάλῃ καθ̣[ηγήσει καὶ γνώσει καὶ σπορᾷ λόγου] καὶ ζηλωθέν‐ τα ἐξελθ̣[εῖν ἐ]κ̣ τ̣οῦ [κόσμου τούτου. ταῦτα δὲ ἀ]κούσαντες οἱ ἀδελ̣[φοὶ] κ̣αὶ Πα[ῦλος ἐπῆραν τὴν] φ̣[ω]ν̣[ὴ]ν καὶ εἶπεν· ὁ θ̣εὸς τ̣[οῦ ἡμε]τέρο[υ κυρίου, πατ]ὴ̣ρ τοῦ Χριστοῦ σὺ βο̣ή̣θησον | 46 | |
35 | Παύλῳ τῷ σῷ δούλῳ, [ἵνα ἡ]μ̣ῖν ἔτι παραμείνῃ διὰ τὴν ἀσθένιαν ἡμῶν. τοῦ [δὲ Παύ]λου κατανυγέντος καὶ τὴν νηστίαν μετ’ αὐτῶν ἀποθέ̣[ντος] προσφορᾶς γενομένης ὑ‐ πὸ τοῦ Παύλου | |
7 | [........... α]ὐ̣τόμα̣τ̣ο̣ς̣ εἰς̣ μέ̣ρ̣η̣ α̣ν̣[.................. [......... ἐρωτώ]ν̣των, τί ἄρα εἴη τοῦτο τ[ὸ σημεῖον ....... [.........].α̣ν̣ τ̣ί̣ ἄρα λαλήσει, τῷ δὲ οὐκ ἤθελ[ε ........ | |
[............ ὡς εἰ]π̣εῖν αὐτήν· ἀδελφοί, τί το̣[ῦτο̣ τὸ σημεῖον θρο‐] | 48 | |
5 | [εῖσθε θεώ]μενοι; Παῦλος ὁ τοῦ κυρίου δοῦλος πολ̣λ[ο]ὺ̣[ς] εἰς τὴν̣ [Ῥώμην σώσει κ]α̣ὶ̣ πολλοὺς θρέψει τῷ λόγῳ, ὡς μὴ εἶναι ἀριθμὸν κα[ὶ φα‐] [νερὸν γεν]έσθαι ὑπὲρ πάντας τοὺς πιστούς, καὶ μεγάλως ἡ δόξ̣[α τοῦ] [κυρίου Χριστοῦ Ἰησοῦ] ἐπ’ αὐτὸν ὡς μεγάλην χάριν ἔσεσθε ἐν Ῥώμῃ. μεταυ̣[τί‐] [κα δὲ οὕτ]ως κατασταλέντος τοῦ πνεύματος τοῦ ἐν Μύρτῃ μετα̣λ̣αβ̣ῖ̣ν̣ [ἕκα‐] | |
10 | [στον το]ῦ̣ [ἄ]ρτου καὶ εὐωχεῖσθαι αὐτοὺς κατὰ τὴν συνή̣θ̣ι̣α̣[ν τῆς] νη̣[...νη]σ̣τίας ὑπὸ αὐτῶν ψαλμῶν τε Δαουὶδ καὶ ᾠδῶν καὶ Π̣[αύλου] τερπνοῦντος. τῇ δὲ ἐπαύριον ὁ Παῦλος διανυκτερευσά̣[ντων] αὐτῶν ἐν θελήματι θ[εοῦ εἶ]πεν· ἄνδρες ἀδελφοί, ἀναχθή[σομαι] τῇ παρασκευῇ καὶ ἀπέ[ρομ]ε εἰς Ῥώμην, ἵνα μὴ κατέξω τ̣ὰ [προσ‐] | |
15 | τεταγμένα καὶ ἐπεικίμ̣[εν]α, εἰς τοῦτο γὰρ ἐτέθην. οἱ μὲν ἐ̣λ̣υ̣[πή‐] θησαν σφόδρα ἀκούσαντες ταῦτα καὶ συνεβάλλοντ̣ο̣ κ̣[α‐] τὰ δύναμιν πάντες οἱ ἀδε〈λ〉φοί, ὡς μηδὲν λυπηθῆναι Π̣[αῦλον], εἰ μὴ ὅτι ἀπά̣γ̣ει ἀπὸ τῶν ἀδελφῶν. ὡς οὖν ἐνέβ̣η̣ ε̣ἰ̣[ς] τ̣ὸ̣ π[λοῖον] | |
πάντων προσευχομένων αὐτῶν, Ἀρτέμων̣ ὁ̣ [κ]υ̣β̣ε̣ρ̣ν̣ή̣τ̣η̣[ς τοῦ] | 50 | |
20 | πλοίου ἦν λελουμένος ὑπὸ Πέτρου καὶ χαι̣.α̣......[.]κ̣ε̣[...] τὸν Παῦλον, ὥστε αὐτῷ τοσούτων πιστευο̣μ̣έ̣ν̣ω̣ν̣ [...]κ̣ων[...] ὁ κύριος ἐμβένει. ἀπάραντος δὲ τοῦ πλοίου ἐκοινώνησεν ὁ Ἀρ̣τ̣έ̣μ̣ω̣[ν τῷ] Παύλῳ ⟦ὡς δὲ ἐν τῷ μεγάλῳ πελάγει ἐγενήθησαν⟧ ἐν χά[ριτι θεοῦ] δόξαι τὸν κύριον Χριστὸν Ἰησοῦν τὸν προοικονομοῦντα Παύλῳ. ὡς δὲ ἐν τῷ [μεγά‐] | |
25 | λῳ πελάγει ἐγενήθησαν σειγῆς ὑπαρχούσης διὰ [τ]ὰ̣ς̣ [νησ]τ̣ί̣α̣ς̣ κ̣α̣[ὶ τὰς] δι[α]νυκτερεύσις τὰς πρὸς τοὺς ἀδελφοὺς βα̣ρηθε̣ὶ̣ς ὁ̣ Π̣α̣ῦ̣λ̣ο̣[ς̣] ἀφύπνωσεν. καὶ ἦλθεν πρὸς αὐτὸν ὁ κύριος πε[ρ]ι̣πατ̣[ῶν ἐπ]ὶ̣ [τῆς θα‐] λάσσης καὶ νύσσει τὸν Παῦλον καὶ λέγει αὐτῷ· ἔγει[ρε] κ̣α̣ὶ ε̣ἰ̣δ̣[έ]· καὶ διεγερθὶς εἶπεν· σὺ εἶ ὁ κύριός μου Χριστὸς Ἰησοῦς ὁ̣ βα̣σι̣λε̣ὺ̣[ς τῶν οὐρανῶν]. | |
30 | ἀλλὰ τί οὕ〈τωσ〉 στυγνὸς καὶ κατηφής, κύριε; καὶ εἰ πο̣ν̣ε̣[ῖ]ς̣, ἐ̣κ̣δ̣[ήλωσον], κύριε, οὐ γ[ὰ]ρ μικρῶς ἀγονιῶ τοιούτου σοῦ ὄντος. ὁ δὲ κ̣[ύριος ε]ἶπ̣[ε Παύ‐] | |
λῳ· Παῦλε ὕπαγε εἴσελθε εἰς τὴν Ῥώμην καὶ παρακ̣ά̣[λεσο]ν̣ [τοὺς] ἀδελφούς, ἵνα ἐνμίνωσι τῇ πρὸς τὸν πατέρα κλήσι. καὶ ὤ[φθη ἤ‐] δ̣[η ὁ] κ̣[ς] περιπατῶν ἐπὶ τῆς θαλάσσης προῆγεν αὐτ[οὺς ...] | 52 | |
35 | .[.φ]ωσ̣[τὴ]ρ ἀπεδίκνυεν. ὡς δὲ ἐτελέσθη ὁ πλοῦς, ο̣.[......] [ἐξ]ῆ̣λθεν ὁ Παῦλος μετὰ μεγάλης σκυθρωπίας [καὶ εἶδεν ἐπὶ] [τοῦ] λιμένος ἑστῶτα ἄνθρωπον, ὃς ἀπεδέχετο Ἀρτέμ[ωνα τὸν κυ‐] βε[ρ]νήτην καὶ ἰδὼν αὐτὸν ἠσπάσατο. η̣[..........] [καὶ ὁ] κύριος εἶπεν· Πα[ῦλ]ε, ἄνωθεν μέλλω σταυρ[οῦσθαι]. | |
40 | καὶ εἶπεν Παῦλος· μὴ γέ[νο]ι̣τ̣ο κύριε, ἵ̣ν̣α̣ τοῦτο ἐγὼ ἴδω̣. | |
8 | [........]..[.] κ̣αὶ εἶπεν αὐτῷ̣· Κλαύδ̣ιε ὅ̣[ρα Παῦλον] [τὸν ἀγ]α̣πητὸν τοῦ κυρίου, ὃς μετ’ ἐμ̣ο̣ῦ̣ π̣ά̣ρ̣εστι̣ν̣ [καὶ τότε] ὁ Κλαύδιος περιπλακὶς τῷ Παύλῳ ἠσπάσατο [καὶ οὐ] μελήσας αὐτὸς τὰ ἐκ τοῦ πλοίου ἐβάσταξεν σὺν [τῷ Ἀρτέμω‐] | |
5 | νι εἰς τὰ ἴδια. καὶ ἠγαλλιάσαντο μεγάλως μηνύ̣[οντες] | |
[κα]ὶ̣ τὰ̣ περὶ αὐτοῦ τοῖς ἀδελφοῖς, ὥστε παραχρῆμα πλησ̣[θῆναι τὸν] [οἶκ]ο̣ν̣ Κ̣λα̣υ̣δίου χαρᾶς καὶ χάριτος. ἶδων γὰρ τὸν Παῦλ[ον τὸ] [κατηφ]ὲ̣ς̣ ἀποθέμενον καὶ διδάσκοντα τὸν τῆς ἀλη[θ]ε̣ί̣[ας λόγον] [καὶ] λέγοντα· ἄνδρες ἀδελφοὶ καὶ στρατιῶται Χριστοῦ, ἀκ[ούσα]τε. | 54 | |
10 | [ποσά]κις ἐκ χιρὸς ἀνόμου ὁ θεὸς ἐρύσατ̣ο̣ τὸν Ἰσραήλ, καὶ μέχρι οὗ [τὰ] π̣ρὸς [τὸν κύριο]ν ἐτήρουν, οὐκ ἀπέστη ἀπ’ αὐτ[ῶν]. ἐκ χιρὸς γὰρ Φαραὼ ἔσω‐ [σεν] αὐτοὺς ὄντος ἀνόμου καὶ Γὼγ βασ[ιλέ]ως ἀνοσιωτέρου καὶ Ἀδὰρ [καὶ τ]ῶν ἀλλοφύλων. καὶ ἐπὶ τὰ πρὸς [τὸ]ν θεὸν ἐτήρουσαν, ἐπέδωκεν [αὐτοῖ]ς ἐκ̣ καρποῦ τῆς ὀσφύος ἐπαγγιλάμενος γῆν Χαναίων | |
15 | [καὶ ὑ]πέταξεν αὐτοῖς τοὺς ἀλλοφύλους, καὶ με̣τ̣ὰ̣ ταῦτα ὅσα ἐν τῇ [ἐρήμ]ῳ καὶ τῇ ἀνύδρῳ αὐτοῖς παρέσ̣χεν. ἐπὶ τούτοις προφήτας [ἐξ]έπ̣εμψ̣εν κηρύσειν τὸν κύριον ἡμῶν Χριστὸν Ἰησοῦν, οἵτινες κατὰ [τάξι]ν̣ καὶ̣ κ̣λῆ̣ρον καὶ μερισμὸν λαμβάν[ο]ντες ὑπὸ πνεύματος τοῦ Χριστοῦ | |
[π]ο̣λλὰ γ̣ὰρ παθόντες ὑπὸ τοῦ λαοῦ ἀνῃρέθησαν. | 56 | |
20 | [ἀ]π̣ο̣στάντες οὖν θεοῦ ζῶντος κατὰ τὰς ἐπιθυμίας αὐτῶν ἐσ‐ [φ]ά̣λησαν τῆς κληρονομίας τῆς αἰωνίας. καὶ νῦν, ἀδελφοί, [μ]έ̣γ̣α̣ς ἐπ̣ίκειται πιρασμός, ὃν ὑπομίναντες ἕξομεν τὴν προσ‐ [έλευ]σ̣ι̣ν̣ τ̣ὴν πρὸς κύριον καὶ συνφύγιον καὶ ὅπλον εὐδοκίας̣ [λ]ά‐ [βωμε]ν̣ [Ἰησο]ῦ Χριστοῦ τὸν ὑπὲρ ἡμῶν δόντα ἑαυτόν, εἴ γε οὗτός ἐστιν | |
25 | [θεός, κ]αὶ π̣[αρ]ελάβετε τὸν λόγον, ὅτι πνεῦμα δυνάμεως ἐπ’ ἐσχάτων [κα]ι̣ρ̣[ῶ]ν̣ [ὁ θεὸ]ς δι’ ἡμᾶς κατέπεμψεν εἰς σάρκα τοῦτ’ ἔστιν εἰς τὴν Μα‐ [ρίαν τὴ]ν̣ [Γ]αλιλαίαν κατὰ τὸν προφητικὸν λόγον, ὃς ἐ[κ]υοφορήθη [......]. ὑπ’ αὐτῆς ὡς ἀποκυῆσε αὐτὴν καὶ γεννῆσαι [Ἰησοῦν] τὸν Χριστὸν [καὶ σωτῆρα] ἡ̣μῶν ἐκ Βηθλεὲμ τῆς Ἰουδαίας τραφέντα τραφέν‐ | |
30 | [τα ἐν Ν]αζαρὰ προσελθόντα δὲ εἰς Ἱερουσαλὴμ καὶ ὅλ̣η̣ν̣ τὴ[ν περί‐] [χωρον καὶ] διδάσκοντα, ὅτι ἤγγικεν ἡ βασιλεία τῶ[ν] ο̣[ὐρανῶν]. | |
[ἀπολείπ]εται τὸ σκότος, λάβεται τὸ φῶς, οἱ ἐν σκοτε̣ί̣ᾳ̣ θ[ανάτο]υ̣ [καθήμ]ε̣ν̣ο̣ι̣, φῶς ἀνέτιλεν ὑμῖν. καὶ ἐποίει μεγ̣[ά]λα κα̣ὶ̣ [θα]υ̣[μά]σ̣ι̣α̣ [ὡς ἐπι]λέ̣ξ̣αι αὐτὸν ἐκ τῶν φυλῶν ιβ ἄνδρας̣, ο̣ὓ̣ς̣ [ἐν ἀγάπῃ] | 58 | |
35 | [καὶ ἐν] π̣ί̣σ̣τ̣ε̣ι̣ ε̣ἶ̣χ̣ε̣ν̣ μ̣ε̣θ’ ἑαυ̣τ̣ο̣ῦ̣ ν̣ε̣κροὺς ἐγ̣είρω[ν καὶ] ν̣ό̣‐ [σους θ]ε̣ρ̣α̣π̣ε̣ύ̣ω̣ν̣ κ̣α̣ὶ̣ λ̣[ε]προ̣[ὺς κ]α̣θ̣α̣ρίζων τυφλοὺ[ς θερα‐] [πεύ]ω̣ν̣ | |
9 | ............................. ἄνθρω]πε τ[ο]ῦ̣ μ̣[εγάλου] βα̣[σιλέως, ἐμοὶ δὲ δεθείς, τί σοι ἔδοξεν ἐλ]θῖν ε̣[ἰ]ς̣ [τὴν Ῥω‐] μαίων [ἡγεμονίαν καὶ στρατολογεῖν ἐκ τῆς ἐμῆς] ἐπαρχεί̣α̣[ς;] καὶ εἶπ[εν Παῦλος πλησθεὶς πνεύματος ἁγίου· Καῖσ]α̣ρ, οὐ μόν[ον ἐκ] | |
5 | τῆς σῆς [ἐπ]α̣[ρχίας στρατολογοῦμεν, ἀλλ’ ἐκ τῆς] οἰκουμέν[ης πάσης]. | |
τοῦτο γὰρ δ̣ι̣α̣τέτ[ακται, μηδένα ἀποκλεισθῆναι θέλο]ντα στρατευ̣[θῆναι] τῷ βασιλεῖ ἡμῶ[ν, ὅπερ εἰ καὶ σοὶ φίλον ἐστίν, στ]ράτευσαι α[ὐτῷ.] οὐ γάρ ἐστιν π[λοῦτος ἢ τὰ νῦν ἐν τῷ βίῳ λαμπ]ρ̣ὰ σώσι σε. [χρυσὸς] γὰρ ἀπόλλυται [πλοῦτος καταναλίσκετ]αι ἱ̣μ̣ά̣τια κ[ατατρί‐] | 60 | |
10 | βεται καὶ κάλλος [γηρᾷ καὶ .......... κ[αὶ κόσμ[ο]ς ἔ[ρεται] ἐν πυρὶ διὰ τὴν [τῶν ἀνθρώπων ἀνομίαν, μόνος] δὲ ὁ θεὸς μέν[ει καὶ] ἡ δι’ αὐτοῦ διδομ[ένη υἱοθεσία, ἐν ᾧ δεῖ σωθῆ]ν̣α̣ι̣, ἀ̣λ̣λ’ ἢ ἐὰ̣[ν ὑπο‐] πέσῃς αὐτῷ καὶ [δεηθῇς αὐτοῦ, σωθήσῃ· μέλλει] γὰρ [ἐν μιᾷ ἡμέρᾳ] πολεμῖν τὸ[ν κόσμον ἐν πυρί. ταῦτα δὲ ἀκούσας Καῖ]σ̣αρ [ἐκέλευσεν] | |
15 | πάντας τοὺς δ[εδεμένους τοῦ Χριστοῦ πυρὶ κατακαῆ]ν[αι, τὸν δὲ] Παῦλον τραχηλο[κοπηθῆναι τῷ νόμῳ τῶν Ῥωμαίων. ὁ δὲ Παῦ‐] λος ἦν μὴ σιγῶ̣[ν τὸν λόγον ἀλλὰ κοινούμενος προθύμως τῷ] προφέκτῳ Λογ[γίνῳ καὶ τῷ κεντυρίωνι Κέ]σκῳ. ἦν [οὖν ἐν τῇ] Ῥώμῃ ἐ̣ν̣εργ̣[είᾳ τοῦ πονηροῦ ὡς πολλ]οὺς Χρηστ̣[ιανοὺς ἀκρίτως] | |
20 | ἀνερεῖσθ[αι, ὥστε τοὺς Ῥωμαίους στ]αθέντας ἐπὶ [τοῦ παλα‐] τίου βοῆ[σαι· ἀρκεῖ, οἱ γὰρ ἄνθρωποί εἰσιν] ἡμέτεροι, αἴρ[εις τὴν] | |
Ῥωμα[ί]ων̣ [δύναμιν. τότε ἐπαύσατο ἐπὶ] τ̣ούτοις μηδέ[να αὐ‐] τ̣ῶ̣[ν ἅπτεσθαι, μέχρις ἂν αὐτὸς] διαγνο̣ῖ̣ τὰ περ[ὶ αὐτῶν.] Τό[τε οὖν πάλιν Παῦλος προσηνέχ]θη αὐτ̣ῷ μετὰ τ̣[ὸ διάταγμα καὶ] | 62 | |
25 | [ὁ Νέρων ἐπέμενεν λέγων τοῦτο]ν τραχηλοκοπ[ηθῆναι. ὁ δὲ] [Παῦλος εἶπεν· Καῖσαρ, οὐ πρὸς ὀλίγον] χρόνον ἐγὼ ζῶ [τῷ ἐμῷ] [βασιλεῖ, κἄν με τραχηλοκοπήσῃ]ς̣ καὶ τοῦτο ποιή[σω· ἐγερ‐] [θεὶς ἐμφανήσομαί σοι, ὅτι οὐκ ἀ]πέθανον, ἀλλὰ ζ[ῶ τῷ κυρίῳ] [μου Χριστῷ Ἰησοῦ, ὃς ἔρχεται τὴν οἰκουμέ]νη[ν] κρῖν̣[α]ι̣. [ὁ δὲ] | |
30 | [Λογγῖνος καὶ ὁ Κέσκος λέγουσιν τῷ Παύλῳ· π]ό̣θ̣ε̣[ν] ἔ̣χαιτε [τὸν βασιλέα τοῦτον, ὅτι αὐτῷ πιστεύ]ε̣τε μὴ̣ [θέλον‐] [τες μεταβαλέσθαι ἕως θανάτου; ὁ δὲ Παῦλος] κο̣ι̣νω[σά‐] [μενος αὐτοῖς τὸν λόγον εἶπεν· ἄνδρε]ς οἱ̣ ὄν[τες] | |
10 | ....................................................... [κατα]κ̣α̣ί̣ων κ̣α̣[θαρὸν τὴν οἰκουμένην. οἱ μὲν οὖν δεηθέντες] [εἶπον πρὸς αὐτόν· παρακαλοῦμέν σε μακάριε(?) βοή]θ̣ησον̣ [ἡμᾶς τοιούτους γενέσθαι ὥσπερ καὶ σὺ εἶ κ]αὶ ἀπολύσ̣ο̣‐ | |
5 | [μέν] σ̣ε̣ κα[ὶ ἀποκριθεὶς εἶπεν· οὔκ εἰμι δραπέτης τοῦ] θ̣ε̣ο̣ῦ̣ μου, ἀλ̣λ̣‐ [ὰ ἔ]ννομ[ος στρατιώτης θεοῦ ζῶντος· εἰ γὰρ ᾔδει]ν ὅτι ἀποθνήσ‐ | |
[κ]ω, ἐποίησα̣ [ἂν αὐτό, Λογγῖνε καὶ Κέσκε· ἐπε]ὶ δὲ ζῶ τῷ θεῷ καὶ [ἐμ]α̣υ̣τ̣ὸ̣ν [ἀγαπῶ, ὑπάγω πρὸς τὸν κύριον, ἵν]α ἔλθω μετ’ αὐτοῦ ἐν τ̣ῇ̣ δόξῃ̣ [τοῦ πατρὸς αὐτοῦ. λέγουσιν αὐτ]ῷ· πῶς οὖν σου | 64 | |
10 | τ̣ρ̣αχηλοκ[οπηθέντος ἡμεῖς ζήσομε]ν; ἔτι δὲ αὐτῶν ταῦ‐ τα λαλούν[των πέμπει ὁ Νέρων ἰδεῖν], εἰ ἤδη τετραχηλο‐ κόπη̣τε ὁ Π[αῦλος, Παρθένιον καὶ Φέρη]τα καὶ εὗρον αὐτὸν [ἔτι ζῶν]τα. Π[αῦλος δὲ προσκαλεσάμενος αὐτοὺς] εἶπεν· πιστεύσα‐ [τε τῷ] ζῶ[ντι θεῷ τῷ καὶ ἡμᾶς καὶ τοὺς πιστε]ύ̣σ̣αντας α̣ὐ̣τ̣[ῷ] | |
15 | [ἐκ νεκρῶν ἐγείροντι. οἱ δὲ εἶπον· ὑπάγο]μεν πρὸς Νέρωνα, [ὅταν δὲ ἀποθάνῃς καὶ ἀναστῇς, τότε πιστεύ]σωμεν τῷ θεῷ [σου. τοῦ δὲ Λογγίνου καὶ τοῦ Κέσκου δεομέ]νων περὶ τῆς σωτη‐ [ρίας εἶ]πεν Παῦ[λος αὐτοῖς· ταχέως ἐλθόντες ὧ]δε ἐπεὶ τὸν τάφον [μο]υ εὑρήσεται β [ἄνδρας προσευχομένους] Τ̣[ί]τ̣ον καὶ Λουκᾶν, | |
20 | ἐκεῖνοι ὑμῖν δ[ώσουσιν τὴν ἐν κυρίῳ σφραγῖ]δα· καὶ σταθὶς ὁ Παῦλος ἀπέν[αντι πρὸς ἀνατολὰς προσηύ]ξατο ἐπὶ πο̣‐ | |
λ̣ὺ̣ λέγων· πατέρα ............[ εἰς χεῖρας αὐ]τοῦ παρα‐ τίθημι τὸ πνεῦμά [μου ............... δέ]ξαι αὐτό. κ̣αὶ καταπαύσα[ς τὴν προσευχὴν κοινολογησάμεν]ο̣ς ἑβρα‐ | 66 | |
25 | ιστεὶ πρὸς τοὺς π[ατέρας προσέτεινεν τὸν τράχηλον μηκέτι λ]α‐ λήσας καὶ ἀπετ[ίναξεν ὡς δὲ ὁ σπεκουλάτωρ ἀπ]ε̣τ̣ί̣ν̣α‐ ξεν αὐτοῦ τὴν κ̣[εφαλήν, γάλα ἐπύτισεν εἰς τοὺς χιτ]ῶ̣ν̣α̣ς̣ [τοῦ σ]τρατιώτου· [ὁ δὲ στρατιώτης καὶ οἱ παρεστῶτες] ἰ̣δ̣όν‐ [τες] ἐθ̣αύ̣μ[α]σ̣α̣ν̣ ............................................. | |
30 | [...] ἐβόη̣[σαν ................................................. [...]τὸν θεὸν .................................................. [...]τοῦ Χριστοῦ .... [καὶ ἀπελθόντες ἀπήγγειλαν τῷ Καίσαρι] | |
11 | τὰ γεγονότ[α, ὅτι τραχηλοκοπη]θίσης τῆς κεφαλῆς αὐτοῦ γάλα ἐξῆλθεν [.......... κ]ἀκείνου θαυμάζοντος καὶ διαπο‐ ροῦντος ἦ[λθεν ὁ Παῦλος] ὥρας θ ἑστώτων πολλῶν μετὰ | |
τοῦ Κέσαρο̣[ς φιλοσόφω]ν δὲ καὶ φίλων καὶ τοῦ κεντυρί‐ | 68 | |
5 | ωνος. καὶ ὁ̣ [Παῦλος φα]νὶς πᾶσει εἶπεν διὰ φωνῆς πνεύματος ἁγίου· ἰ̣[δοὺ Παῦλο]ς ὁ τοῦ θεοῦ στρατιώτης οὐκ ἀπέθα‐ νεν, ἀλ̣λ̣ὰ̣ ζ̣[ῶ . σοὶ δὲ ἔ]στε πολλὰ κακά, ἀνθ’ ὧν αἷμα δίκαιον ἐξ̣[έχεας ἐπὶ] τ̣ῆς γῆς, οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. ὁ δ̣[ὲ ἀκούσα]ς ἐκέλευσεν λυθῆναι τοὺς δεσ‐ | |
10 | μίους πάντ̣[ας τόν τ]ε Πάτροκλον καὶ τοὺς περὶ Βαρ‐ ζάβαν. κα[ὶ ὡς ἐτάξ]ατο Παῦλο̣ς̣ [ὄρ]θ̣ρου πορευθὶς ὁ κεντυρίω[ν καὶ οἱ σὺ]ν αὐτῷ μετὰ φόβου καὶ διλίας προσήρχον̣[το τῷ τά]φῳ Παύ[λου] καὶ ἐγ̣γ̣ίζαντες αὐτοῦ ἶδ〈ον〉 ἄν̣[δρας δύο π]ροσ̣ε̣[υχομένους καὶ] μέσον | |
15 | αὐτῶν τὸ[ν] Παῦλον, ὥ[στε αὐτοὺς ἐκπλαγῆ]νε καὶ τὸν Τίτον καὶ τὸν [Λουκᾶν φόβῳ συσχε]θ̣έν‐ | |
τας ἀνθρωπίνῳ εἰς [φυγὴν τραπῆναι. καὶ διω‐] κωμένων κατελήμφ̣[θησαν ὑπ’ αὐτῶν, καὶ εἶπον] οἱ διώκοντες αὐτούς· [οὐ διώκομεν ὡς ὑπονοεῖτε] | 70 | |
20 | ὑ̣μᾶς εἰς θάνατον, ἀλ[λὰ εἰς ζωήν, ἵνα ἡμῖν δῶτε] ὡς Παῦλος ἐνετίλατ[ο ὁ μέσος ὑμῶν πρὸ μικ‐] [ροῦ] προσευχόμενος· καὶ ταῦ[τα ἀκούσαντες ἐχάρη‐] [σαν] καὶ ἔδωκαν αὐτοῖς τὴν ἐν [κυρίῳ σφραγῖδα]. | |
ΠΡΑΞΕΙΣ ΠΑ[ΥΛΟΥ] | 72 |