TLG 0385 016 :: CASSIUS DIO :: Historiae Romanae (ap. Photium, Bibl. cod. 71)

CASSIUS DIO Hist., vel Cassius Dio Cocceianus
(Nicaeensis: A.D. 2–3)

Historiae Romanae (ap. Photium, Bibl. cod. 71)

Source: Boissevain, U.P. (ed.), Cassii Dionis Cocceiani historiarum Romanarum quae supersunt, vol. 3. Berlin: Weidmann, 1901 (repr. 1955): 775–776.

Citation: (Line)

tPHOTII BIBLIOTHECAE COD. LXXI.
1 Ἀνεγνώσθη βιβλίον Κασσιανοῦ Κοκκιανοῦ ἢ Κοκκίου Δίωνος, ἐν λόγοις πʹ. ἄρχεται μὲν ἀπὸ τῆς Αἰνείου ἐπὶ τὴν Ἰταλίαν ἐκ Τροίας κα‐ θόδου καὶ τῆς κτίσεως Ἀλμαπόλεως καὶ Ῥώμης, διέρχεται δὲ καθε‐
5ξῆς, ἀποπαυόμενος εἰς τὴν τοῦ Ἀντωνίνου, ὃν Ἐλαγάβαλον ἀπεκά‐ λουν, σφαγήν· τοῦτον δὲ καὶ Τιβερῖνον καὶ Σαρδανάπαλον καὶ Ψευ‐ δαντωνῖνον καὶ Ἀσσύριον ἀπὸ τῶν αὐτῷ πραττομένων ἐπωνόμαζον. οὐ μόνον δὲ ἀλλὰ καὶ εἰς τὴν ἀρχὴν κάτεισιν Ἀλεξάνδρου, ὃς Ἀν‐ τωνίνου σφαγέντος (σὺν αὐτῷ γὰρ τὸ κράτος εἶχεν) ἀναληφθεὶς ὑπ’
10αὐτοῦ, μόνος τὸν ἐπ’ αὐτῷ μελετηθέντα κίνδυνον φυγὼν τὴν βασι‐ λείαν ἐκδέχεται. τοῦτόν φησι τὸν Ἀλέξανδρον καὶ συνυπατεῦσαι αὑτῷ ὁ συγγραφεὺς τὸ δεύτερον, καὶ τὸ ὑπὲρ τῆς ἀρχῆς κατὰ τὸ προσῆκον ἀνάλωμα φιλοτιμίᾳ τῇ ἐς τὸν συνύπατον αὐτὸν τὸν αὐτο‐ κράτορα ἀναλῶσαι. οὗτος δ’ ὁ συγγραφεὺς Περγάμου μὲν καὶ Σμύρ‐
15νης (Μακρῖνος αὐτῷ τὴν ἀρχὴν ὁ αὐτοκράτωρ ἐγχειρίζει) ἐπεστάτη‐ σεν, ἔπειτα τῆς Ἀφρικῆς ἡγεμόνευσεν, εἶτα Παννονίας ἦρξε, καὶ ὑπα‐
τεύσας τὸ δεύτερον, ὡς ἐρρήθη, οἴκαδε ἀπῆρε παρειμένος ἐπὶ τῇ τῶν ποδῶν ἀρρωστίᾳ, ἐκεῖ τὸ λοιπόν, ὡς καὶ τὸ δαιμόνιον αὐτῷ, φησί, προεῖπεν ἐν Βιθυνίᾳ διατρίβοντι, βιωσόμενος ἔκ τ’ ἀνδροκτασίης ἔκ775
20θ’ αἵματος ἔκ τε κυδοιμοῦ. ἔσχε δὲ πατρίδα τὴν ἐν Βιθυνίᾳ Νίκαιαν, ἣν κατὰ μέρη ἡ κα‐ λουμένη λίμνη Ἀσκανία περιλιμνάζει. ἔστι δὲ τὴν φράσιν μεγαλοπρεπῶς τε καὶ ἐς ὄγκον διεσκευασ‐ μένος, ὅτι καὶ μεγάλων ἔργων ἐννοίας ἀπαγγέλλει. ἀρχαϊκῶν τε
25αὐτῷ συντάξεων ὁ λόγος μεστὸς καὶ λέξεων πρεπουσῶν μεγέθει, περίοδοί τε μετὰ παρενθέσεων παρατεταμέναι, καὶ ὑπερβατῶν εὔκαι‐ ρος χρῆσις, ῥυθμός τε καὶ ἀναπαύσεις εἰς ἐπιμέλειαν ἠσκημένα διὰ τὸ σαφὲς οὐκ ἔστι τοῖς ἁπλῶς ἀναγινώσκουσιν ἐμφανῆ. ἐν δέ γε ταῖς δημηγορίαις ἄριστος καὶ μιμητὴς Θουκυδίδου, πλὴν εἴ τι πρὸς τὸ
30σαφέστερον ἀφορᾷ. σχεδὸν δὲ κἀν τοῖς ἄλλοις Θουκυδίδης ἐστὶν
αὐτῷ ὁ κανών.776