TLG 0385 015 :: CASSIUS DIO :: Historiae Romanae (excerpta Constantiniana cum Dionis verbis composita) CASSIUS DIO Hist., vel Cassius Dio Cocceianus Historiae Romanae (excerpta Constantiniana cum Dionis verbis composita)
Citation: Fragment — (line) | ||
t | EXCERPTA CONSTANTINIANA CUM DIONIS VERBIS COMPOSITA. | |
1(t) | Excerpta Valesiana paucorum verborum. | |
1n | Exc. Val. 162. | |
---|---|---|
2 | ὅτι ὁ Ἀντώνιος ἔτι καὶ μᾶλλον τῷ ἔρωτι καὶ τῇ γοητείᾳ τῆς Κλεοπάτρας ἐδούλευεν. | |
6n | Exc. Val. 213. | |
7 | ὅτι Βιτέλλιος πάντας ἐν κολακείᾳ ὑπερεβά‐ | |
10 | λετο. | |
11n | Exc. Val. 402. | |
12 | ὅτι ὁ Μακρῖνος ὑπὸ τῆς ἐμφύ‐ του δειλίας καὶ γὰρ Μαῦρος ὢν δεί‐ νως ἐδείμαινεν. | |
2(t) | Excerptum Valesianum magni ambitus. | |
1n | Exc. Val. 135. | |
2 | ὅτι ὁ Καῖσαρ οὗτος ἦν τό τε σῶμα ἱκανώτατος καὶ τὴν ψυχὴν εὐκο‐ | |
5 | λώτατος. τῇ τε γὰρ τῆς φύσεως ἰσχύι—πάντας ὅσοι μὴ καὶ πρότερόν ποτε ἁλόντες ὑπ’ αὐτοῦ ἠλέηντο ἀφείς (capita octo | |
10 | tantum non αὐτολεξεί). | 767 |
20n | [Exc. Val. 135.] | |
21 | πολλοὺς δὲ καὶ τῶν ἐπιβουλευόντων ἔσωσεν, δοὺς τοῖς τε ἑταίροις ἅπασιν καὶ τοῖς συννικήσασιν αὐτῷ ἕνα ἑκάστῳ τῶν ἁλόντων περιποιή‐ | |
25 | σασθαι. καὶ μέντοι ὅτι πάντα ταῦ‐ τα ἀπ’ ἐμφύτου χρηστότητος, καὶ οὔ‐ τε προσποιητῶς οὔτε ἐπὶ κατασκευῇ πλεονεξίας τινός, ὥσπερ ἕτεροι | |
30 | συχνοὶ ἐφιλανθρωπεύσαντό τινα, ἔπραξεν, μέγιστον μὲν καὶ ἐκεῖνο μαρτύριόν ἐστιν, ὅτι πανταχοῦ καὶ διὰ πάντων ὅμοιος ἐγένετο καὶ οὔτ’ ὀργή τις αὐτὸν ἠγρίανεν | |
35 | οὔτε εὐπραγία διέφθειρεν, οὐ τὸ κράτος ἠλλοίωσεν, οὐχ ἡ ἐξουσία μετέβαλεν. | |
48 | ἱκανὰ μὲν καὶ ταῦτα τὴν χρηστό‐ τητα αὐτοῦ τεκμηριῶσαί ἐστιν· | |
2(50) | οὕτω γὰρ ἐκ θεῶν ὄντως ἔφυ ὥστε ἓν μόνον ἠπίστατο, σώζειν τούς γε σώζεσθαι δυναμένους· προσέτι δὲ καὶ ἐκεῖνο, ὅτι τοῖς τε ἑαυτῷ πολεμήσασι τὸ μηδ’ ὑπ’ | |
55 | ἄλλου τινὸς κολασθῆναι παρε‐ σκεύασεν, καὶ τοὺς ἐν τῷ πρὶν ἐπταικότας ἀνεκτήσατο. πᾶσι μὲν γὰρ τοῖς μετὰ τοῦ Λεπίδου καὶ μετὰ τοῦ Σερτωρίου γενομένοις | |
60 | ἄδειαν δοθῆναι ἐποίησεν, πᾶσι δὲ ἐκ τούτου τοῖς ἐκ τῶν ἐπικηρυ‐ χθέντων ὑπὸ τοῦ Σύλλου περι‐ λειφθεῖσι τὴν σωτηρίαν ὑπάρξαι παρεσκεύασεν, καὶ αὐτοὺς μετὰ | |
65 | τοῦτο κατήγαγεν, τούς τε παῖδας ἁπάντων τῶν ὑπ’ ἐκείνου θανα‐ | |
τωθέντων καὶ τιμῶν καὶ ἀρχῶν | 768 | |
68n | [Exc. Val. 135.] | |
69 | ἠξίωσεν. καὶ [τοι] τὸ μέγιστον, | |
70 | πάντα ἁπλῶς τὰ γράμματα ὅσα ἢ παρὰ τῷ Πομπηίῳ ἢ τῷ Σκι‐ πίωνι ἀπόρρητα εὑρέθη κατέκαυσε, μήτ’ ἀναγνούς τι αὐτῶν μήτε τη‐ ρήσας, ἵνα μηδ’ ἄλλῳ τινὶ πονη‐ | |
75 | ρευθῆναί τι δι’ αὐτὰ ἐγγένηται. | |
78 | οὐδεὶς γοῦν ἐκ τῶν γραμ‐ μάτων ἐκείνων οὐχ ὅσον οὐκ | |
80 | ἔπαθέν τι δεινόν, ἀλλ’ οὐδ’ ἐφο‐ βήθη. οὔκουν οὐδ’ οἶδεν οὐδεὶς τοὺς ἐξ αὐτῶν περιγενομένους πλὴν αὐτῶν ἐκείνων. τοῦτο γάρ ἐστι παραδοξότατον καὶ μηδεμίαν | |
85 | ὑπερβολὴν ἔχον, ὅτι τε ἀφείθησαν πρὶν αἰτιαθῆναι καὶ ὅτι ἐσώθησαν πρὶν κινδυνεῦσαι, καὶ οὐδ’ αὐτὸς ὁ περιποιήσας σφᾶς ἔμαθεν οὓς ἠλέησεν. | |
90 | καὶ γάρ τοι διά τε ταῦτα καὶ διὰ τὰ ἄλλα, ὅσα ἐνομοθέτησε καὶ ἐπηνώρθωσε, μεγάλα μὲν αὐτὰ καθ’ ἑαυτὰ ὄντα, παρὰ μικρὸν δ’ ἂν πρὸς ἐκεῖνα νομισθέντα, οὐ | |
95 | χρὴ ἀκριβῶς ἐπεξιέναι. | |
3(t1) | Excerptum Valesianum quod in paucis tantum a verbis Dioneis | |
t2 | discrepat. | |
n | Dio 42, 34, 3—35, 3. | |
1 | ἐκείνη τε γὰρ τέως μὲν δι’ ἑτέρων παρ’ αὐτῷ διὰ τὸν ἀδελφὸν ἐδικάζετο, ἔπειτα δὲ ὡς τάχιστα τὴν φύσιν αὐτοῦ κατέμαθεν (ἦν γὰρ ἐρωτικώτατος, καὶ πλείσταις καὶ ἄλλαις, ὅσαις που περιτύχοι, συνε‐ γίγνετο), πέμπει πρὸς αὐτὸν [καὶ] προδίδοσθαί τε ὑπὸ τῶν φίλων | |
5 | λέγουσα, καὶ ἀξιοῦσα αὐτὴ δι’ ἑαυτῆς ἀγωνίσασθαι. 4. ἄλλως τε γὰρ περικαλλεστάτη γυναικῶν ἐγένετο, καὶ τότε τῇ τῆς ὥρας ἀκμῇ πολὺ διέπρεπε, τό τε φθέγμα ἀστειότατον εἶχε, καὶ προσομιλῆσαι παντί τῳ διὰ χαρίτων ἠπίστατο, 5. ὥστε λαμπρά τε ἰδεῖν καὶ ἀκουσθῆναι οὖσα, κἀκ τούτου πάντα τινὰ καὶ δυσέρωτα καὶ ἀφηλικέστερον ἐξεργάσα‐ | |
10 | σθαι δυναμένη, πρὸς τρόπου τε ἐνόμισε τῷ Καίσαρι ἐντεύξεσθαι, καὶ πάντα ἐν τῷ κάλλει τὰ δικαιώματα ἔθετο. 6. ᾐτήσατό τε οὖν ἐς ὄψιν αὐτοῦ ἐλθεῖν, καὶ τυχοῦσα κατεκόσμησέ τε ἑαυτὴν καὶ ἐξήσκησεν ὥστε σεμνοπρεπεστάτη καὶ οἰκτροτάτη αὐτῷ ὀφθῆναι. καὶ ἡ μὲν ταῦτα | |
μηχανησαμένη ἔς τε τὴν πόλιν ἅμα (ἔξω γὰρ καὶ ἐκείνης ἦν) καὶ ἐς τὰ | 769 | |
15 | βασίλεια λάθρᾳ τοῦ Πτολεμαίου νυκτὸς ἐσῆλθεν· 35, 1. ὁ δὲ δὴ Καῖσαρ ἰδών τε αὐτὴν καί τι φθεγξαμένης ἀκούσας οὕτως εὐθὺς ἐδουλώθη ὥστε αὐτίκα ὑπό τε τὴν ἕω τόν τε Πτολεμαῖον μεταπέμψασθαι καὶ συναλλάξαι σφᾶς ἐπιχειρῆσαι· ἧς γὰρ δικαστὴς πρότερον ἠξιοῦτο εἶναι, τότε ταύτῃ συνεδίκει. 2. ὁ οὖν παῖς, διά τε τοῦτο καὶ ὅτι τὴν | |
20 | ἀδελφὴν αἰφνιδίως εἶδεν ἔνδον οὖσαν, ὀργῆς τε ἐπληρώθη, καὶ ἐκπη‐ δήσας ἐς τὸ πλῆθος ἐβόα λέγων προδίδοσθαι, καὶ τέλος τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς περισπάσας ἔρριψε. θορύβου δὲ ἐπὶ τούτῳ μεγάλου συμβάντος ἐκεῖνον μὲν οἱ Καισάρειοι στρατιῶται συνήρπασαν, τὸ δὲ δὴ Αἰγύπτιον ἐταράττετο· 3. κἂν αὐτοβοεὶ τὰ βασίλεια καὶ ἐκ τῆς γῆς | |
25 | καὶ ἐκ τῆς θαλάσσης ἅμα προσβαλόντες εἷλον (τοῖς γὰρ Ῥωμαίοις οὐδὲν ἀξιόμαχον, ἅτε καὶ φίλων σφῶν δοκούντων εἶναι, παρῆν, εἰ μὴ φοβηθεὶς ὁ Καῖσαρ προῆλθέ τε ἐς αὐτούς, καὶ ἐν τῷ ἀσφαλεῖ στὰς πάντα σφίσιν, ὅσα ἂν ἐθελήσωσι, πράξειν ὑπέσχετο. Haec αὐτολεξεὶ praebet exc. Val. 125 ita incipiens ὅτι ἡ Κλεο‐ | |
30 | πάτρα τέως μὲν δι’ ἑτέρων παρὰ τῷ Καίσαρι διὰ τὸν ἀδελφὸν ἐδι‐ κάζετο, nisi quod quae diductis litteris scripta sunt omittuntur in codice, qui etiam p. 769, 3 pro συνεγίγνετο dat ἐγίγνετο et p. 770, 3 pro Πτο‐ λεμαῖον habet πόλεμον. | |
4(t) | Excerptum Valesianum a Dioneis verbis paulo plus recedens. | |
n | Exc. Val. 164. | |
2 | ὅτι τὰς ἐν τῷ Ἀραβικῷ κόλπῳ | |
4 | ναυπηγηθείσας ναῦς οἱ Ἀρά‐ | |
5 | βιοι | |
7 | κατέπρησαν, καὶ τὰς ἐπικουρίας οἱ δῆμοι καὶ οἱ δυνάσται πάντες ἀπηρνήσαντο. καί μοι θαυμάσαι | |
10 | ἐπέρχεται ὅτι ἄλλοι μὲν συχνοί, καί‐ περ πολλὰ παρὰ Ἀντωνίῳ καὶ Κλεο‐ πάτρᾳ εἰληφότες, ἐγκατέλιπόν σφας, οἱ δὲ ἐπὶ ταῖς ὁπλομαχίαις ἐν τοῖς ἀτιμοτάτοις τρεφόμενοι προθυμίᾳ | |
15 | τε ἐς αὐτοὺς πλείστῃ ἐχρήσαντο καὶ ἀνδρειότατα ἠγωνίσαντο. οὗτοι γὰρ ἐν Κυζίκῳ πρὸς τοὺς ἐπινι‐ κίους ἀγῶνας, οὓς ἐπὶ τῷ Καίσαρι αὔξειν ἤλπιζον, ἀσκούμενοι, | |
20 | ἐπεὶ τῶν γεγονότων ᾔσθοντο, ὥρμησαν ἐπὶ τὴν Αἴγυ‐ πτον ὡς καὶ βοηθήσοντες αὐτοῖς, | |
καὶ πολλὰ | 770 | |
30 | δράσαντες ἐς Αἴγυπτον οὐκ ἠδυνήθησαν διαπεσεῖν, ἐπειδὴ δὲ πανταχόθεν περιεστοιχίσθησαν, λόγον μὲν οὐδ’ ὣς οὐδένα, καίτοι τοῦ Διδίου | |
35 | συχνά σφισι ὑπισχνουμένου, προσ‐ εδέξαντο, τὸν δὲ Ἀντώνιον μετα‐ πεμψάμενοι | |
40 | καὶ ἀγγελίαν μὴ δεξάμενοι καὶ νομίσαντες αὐ‐ τὸν ἀπολωλέναι καὶ ἄκοντες ὡμολό‐ γησαν ἐπὶ τῷ μηδέπω μονομα‐ χῆσαι. | |
5(t1) | Excerptum Valesianum cui in fine additum quod paulo post | |
t2 | apud Dionem sequebatur. | |
n | Exc. Val. 172. | |
1 | ὅτι οὕτω πάνυ ὁ Αὔγουστος τῆς Τερεντίας τῆς γυναικὸς τοῦ Μαικήνα ἤρα ὥστε καὶ ἀγωνίσασθαί ποτε αὐτὴν περὶ τοῦ κάλλους πρὸς τὴν | |
5 | Λιουίαν ποιῆσαι, | 771 |
22 | καὶ τῷ Μαικήνᾳ διὰ τὴν γυναῖκα οὐκέθ’ ὁμοίως ἔχαιρεν. | |
6(t1) | Excerptum Valesianum, cuius exordio verba Dionea plus solito | |
t2 | mutata sunt. | |
n | Exc. Val. 146. | |
1 | ὅτι Κάσ‐ σιος καὶ Βροῦτος στρατηγοῦντες, | |
4 | ἐπεὶ Ὀκταβιανὸς τῶν | |
5 | πραγμάτων ἀντιλαμβάνεσθαι ἤρ‐ ξατο, τῆς δημοκρα‐ τίας ἀπογνόντες καὶ ἐκεῖνον φοβηθέντες ἀπῆραν. καὶ αὐτοὺς | |
10 | κ.τ.λ. | |
7(t) | Excerptum Ursinianum tantum non αὐτολεξεὶ cum Dione conveniens. | |
n | Dio 37, 2, 5—7. | |
1 | καὶ οὕτω καὶ ὁ Ἀρτώκης ἐπεκηρυκεύσατο μὲν αὖθις τῷ Πομ‐ πηίῳ καὶ δῶρα ἔπεμψεν· ἐκείνου δὲ δὴ ταῦτα μέν, ὅπως τὰς σπον‐ δὰς ποιήσεσθαι ἐλπίσας μὴ περαιτέρω ποι προχωρήσῃ, λαβόντος, τὴν δ’ εἰρήνην οὐχ ὁμολογήσαντος δώσειν, ἂν μὴ τοὺς [τε] παῖδάς οἱ | |
5 | ὁμήρους προαποστείλῃ, χρόνον τινὰ ἐπέσχε, μέχρις οὗ οἱ Ῥωμαῖοι καὶ τὸν Πέλωρον διαβατόν πῃ τοῦ θέρους γενόμενον οὐ χαλεπῶς, ἄλλως τε καὶ μηδενὸς κωλύοντος, ἐπεραιώθησαν. οὕτω δὲ δὴ τούς τε παῖ‐ δας αὐτῷ ἔπεμψε, καὶ μετὰ τοῦτο καὶ συνηλλάγη. Haec ipsis verbis exc. UG 31 sic exorsum: ὅτι ὁ Ἀρτώκης ἡττηθεὶς | |
10 | ὑπὸ Πομπηίου ἐπεκηρυκεύσατο αὐτῷ καὶ δῶρα ἔπεμψεν· ἐκείνου δὲ κ.τ.λ. | |
8(t) | Excerptum Ursinianum hic illic a Dione discrepans. | |
n | Exc. UG 32. | |
1 | ὅτι Σηκουανοὶ καὶ Αἴ‐ δουοι τὴν προθυμίαν αὐτοῦ ἰδόν‐ τες καὶ τὰ ἔργα ὁμολογοῦντα ταῖς ἐλπίσιν αἰσθόμενοι, ἐκείνῳ τε εὐερ‐ | |
5 | γεσίαν καταθέσθαι καὶ τοὺς Κελτοὺς τοὺς ὁμοχώρους σφίσι | |
τιμωρήσασθαι ἠθέλησαν· δια‐ | 772 | |
8n | [Exc. UG 32.] | |
9 | βάντες γὰρ τὸν Ῥῆνον τῆς | |
10 | τε χώρας αὐτῶν παρετέτμηντο καὶ αὐτοὺς ὑποτελεῖς ἐπεποίηντο, ὁμήρους σφῶν ἔχοντες. | |
15 | ἦρχε δὲ τῶν Κελτῶν Ἀριόουιστος, καὶ τήν τε κύρωσιν τῆς βασιλείας παρὰ τῶν Ῥωμαίων εἰλήφει· | |
21 | πρὸς δὲ δὴ τὴν ἐκ τοῦ πολέμου δόξαν καὶ τὴν ἀπ’ αὐτῆς ἰσχὺν οὐδὲν αὐτῶν ἐφρόντισε, πλὴν καθ’ ὅσον παρὰ | |
25 | τοῦ βαρβάρου πρόφασιν τῆς δια‐ φορᾶς, μὴ καὶ προϋπάρχειν τι ἐς αὐτὸν νομισθῇ, λαβεῖν ἠθέλησε. καὶ μετεπέμψατο αὐτὸν ὡς καὶ διαλεχθῆναί τι αὐτῷ δεό‐ | |
30 | μενος. ἐπεὶ δὲ οὐχ ὑπήκουσεν, ἄλλα ἔφη ὅτι “εἴ τί μοι βού‐ λεται Καῖσαρ εἰπεῖν, αὐτὸς πρὸς ἐμὲ ἐλθέτω· οὔτε γὰρ ἄλλως κατα‐ δεέστερος αὐτοῦ εἰμι, καὶ τὸν χρείαν | |
35 | τινὸς ἔχοντα αὐτὸν πρὸς ἐκεῖνον ἀφικνεῖσθαι δεῖ”, ὀργήν τε ὡς καὶ πάντας τοὺς Ῥωμαίους προπεπη‐ λακότας αὐτὸν ἐν τούτῳ ἐποιή‐ σατο, καὶ παραχρῆμα τούς τε ὁμή‐ | |
40 | ρους τῶν συμμάχων ἀπῄτησεν αὐτόν, καὶ προσηγόρευσεν αὐτῷ μήτε τῆς χώρας σφῶν ἐπιβαίνειν μήτ’ ἐπικουρίας οἴκοθεν ἐπάγεσθαι. ταῦτα δὲ ἔπραξεν οὐχ ὅτι κα‐ | |
45 | ταπλήξειν αὐτόν, ἀλλ’ ὅτι ἐξοργιεῖν κἀκ τούτου πρόφασιν τοῦ πολέμου μεγάλην καὶ εὐπρεπῆ λήψεσθαι ἤλπισεν. ἀχθεσθεὶς δὲ ὁ βάρβαρος τοῖς ἐπιτάγμασι | |
8(50) | πολλὰ καὶ δεινὰ ἀπεκρίνατο, ὥστε τὸν Καίσαρα λόγους μὲν μηκέτ’ αὐτῷ ἀντιπέμψαι, ἀλλὰ πρὶν αἰσθέσθαι τὴν Οὐεσουντίνων καὶ τὴν τῶν Σηκουανῶν πόλιν κα‐ | |
55 | τασχεῖν. | 773 |
9(t1) | Excerptum Ursinianum, cuius exordio Dionea verba breviter | |
t2 | relata sunt. | |
n | Exc. UR 10. | |
1 | ὅτι Ποθεινοῦ τοῦ εὐνούχου, τοῦ τὴν διοίκησιν τῶν τοῦ Πτολεμαίου χρημάτων προστεταγμένου, κατὰ Ῥωμαίων ἐκστρατεῦσαι τοὺς Αἰ‐ | |
5 | γυπτίους παρασκευάσαντος, | |
24 | πυθόμενος | |
25 | τοῦτο ὁ Καῖσαρ, καὶ καταδείσας τὸ πλῆθος αὐτῶν καὶ τὰς τόλ‐ μας, ἔπεμψέ τινα πρὸς τὸν Ἀχιλ‐ λᾶν, οὔτι γε τῷ αὑτοῦ ἀλλὰ τῷ τοῦ Πτολεμαίου ὀνόματι, κελεύ‐ | |
30 | οντος αὐτῷ τὴν ἡσυχίαν ἄγειν. καὶ ὃς συνιεὶς ὅτι οὐ τοῦ παιδὸς ἀλλ’ ἐκείνου ἡ πρόσταξις ἦν, οὐχ ὅπως οὐκ ἐπήκουσεν αὐτοῦ, ἀλλὰ καὶ προσκαταφρονήσας ὡς καὶ | |
35 | φοβουμένου τούς τε στρατιώτας συνήγαγε, καὶ πολλὰ μὲν ὑπὲρ τοῦ Πτολεμαίου πολλὰ δὲ καὶ κατὰ τοῦ Καίσαρος τῆς τε Κλεο‐ πάτρας εἰπών, τέλος καὶ ἐπὶ τοὺς | |
40 | πεμφθέντας καίπερ Αἰγυπτίους ὄντας παρώξυνεν αὐτούς, ὅπως τοῦ τε φόνου σφῶν ἀναπλησθῶσι καὶ ἐς ἀνάγκην ἀσπείστου πολέμου | |
κατασταθῶσιν. | 774 | |
10(t) | Excerptum Petri Patricii exc. de leg. cum Dione comparatum. | |
n | Petr. Patr. exc. de leg.G 1 | |
1 | ὅτι οἱ Πάρ‐ θοι πρὸς Τιβέριον ἐπορεύοντο, βασιλέα σφισιν ἐκ τῶν ὁμηρευόν‐ των δοῦναι. καὶ δέδωκεν αὐ‐ | |
5 | τοῖς Φρακτῆν τὸν τοῦ Φραάτου υἱόν. ἐκείνου δὲ κατὰ τῆς ὁδοῦ τελευτήσαντος, Τιριδάτην ἐκ τοῦ βασιλικοῦ γένους ἔπεμψεν, καὶ ὅπως ῥᾷον τὴν βασι‐ | |
10 | λείαν παραλάβοι ἔγραψε Μιθριδά‐ τῃ τῷ Ἰβήρων βασιλεῖ εἰς τὴν Ἀρμε‐ νίαν εἰσβαλεῖν, ἵνα ὁ Ἀρτάβανος τῷ υἱῷ βοηθῶν ἀπὸ τῆς οἰκίας παρῇ. καὶ εἰσελθὼν ὁ Τιριδάτης τὴν | |
15 | βασιλείαν κατέσχεν. οὐ μέντοι καὶ ἐπὶ πολὺ ἐβασίλευσεν· ὁ γὰρ Ἀρτάβανος Σκύθας προσ‐ λαβὼν οὐ χαλεπῶς αὐτὸν ἐξήλασε. | |
καὶ ταῦτα μὲν τὰ κατὰ Πάρθους. | 775 |