TLG 0385 014 :: CASSIUS DIO :: Historiae Romanae (excerpta Salmasiana)

CASSIUS DIO Hist., vel Cassius Dio Cocceianus
(Nicaeensis: A.D. 2–3)

Historiae Romanae (excerpta Salmasiana)

Source: Boissevain, U.P. (ed.), Cassii Dionis Cocceiani historiarum Romanarum quae supersunt, vol. 3. Berlin: Weidmann, 1901 (repr. 1955): 763–766.

Citation: Page — (line)

763

(t1)

EXCERPTA SALMASIANA
t2p. 392, 24—397, 33 Cramer.
1 (Γάιος ἔτη γʹ μῆνας ζʹ.) Γάιος Ἰούλιος Καῖσαρ νέος ὢν ἔδοξε καθ’ ὕπνους συνουσιάζειν τῇ ἰδίᾳ μητρί, καὶ ἐν ταῖς ἀγέλαις αὐτοῦ ἐτέχθη ἵππος χηλὰς ἔχων ἀντὶ ὁπλῆς, καὶ οὐδένα ἕτερον ἀναβάτην ἐδέχετο, εἰ μὴ αὐτὸν μόνον, ὡς ὁ Βουκέφαλος τὸν Ἀλέξανδρον. πρὸ
5δὲ μιᾶς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ἔδοξεν ὁρᾶν ἡ γυνὴ αὐτοῦ πεπτω‐ κυῖαν τὴν οἰκίαν αὐτοῦ, καὶ αὐτὸν τραυματίαν καὶ αἵματι κατάρρυτον ἐμπεσεῖν τοῖς κόλποις αὐτῆς. προϊόντι δὲ αὐτῷ ἔδωκέ τις ἐν χάρτῃ τὴν κατ’ αὐτοῦ ἐπιβουλήν· ὁ δὲ ἄλλο τι νομίσας εἶναι, καὶ διὰ τοῦτο μὴ ἀναγνοὺς ἀλλὰ δοὺς τοῖς ὑπογραφεῦσιν, ἐσφάγη, Ὀκτάβιον τὸν
10ἀνεψιὸν αὐτοῦ καταλιπὼν διάδοχον. (Ὀκταύϊος ἔτη νζʹ ....) καὶ ἡμέρας βʹ. πρὸ ἡμέρας μιᾶς τοῦ τεχθῆ‐ ναι τοῦτον, εἶδεν ἡ μήτηρ αὐτοῦ, ὡς τὰ σπλάγχνα αὐτῆς ἐξαρπαγέντα εἰς οὐρανὸν ἐφέρετο· καὶ ἐν τῇ νυκτὶ ᾗ ἐγεννήθη εἶδεν ὁ πατὴρ αὐτοῦ ὅτι ἐκ τῶν κόλπων τῆς αὐτοῦ γυναικὸς ἀνέτειλεν ὁ ἥλιος. Νιγίδιος δέ
15τις βουλευτὴς ἀστρολόγος, βραδύτερον προελθόντος τοῦ πατρὸς αὐτοῦ, ἠρώτησε τὴν αἰτίαν, ὁ δὲ ἔφη υἱὸν αὐτῷ τεχθῆναι· κἀκεῖνος, “ὦ τί ἐποίησας; δεσπότην ἡμῖν ἐγέννησας,” ἀνεβόησε. τρεφομένου δὲ τοῦ παιδὸς ἐν ἀγρῷ, ἀετὸς καταπτὰς ἄρτον ἐκ τῶν χειρῶν αὐτοῦ ἀφείλετο, καὶ ἐπανελθὼν πάλιν αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ ἀπέθετο. ἐν παισὶ
20δὲ τελοῦντος εἶδε καθ’ ὕπνους αὐτὸν Κικέρων χρυσῇ ἁλύσει δεδεμένον, καὶ μάστιγα κρατοῦντα ἐν τῷ Καπιτωλίῳ χαλασθῆναι οὐρανόθεν. ἐν δὴ τῷ μέλλειν αὐτὸν τελευτᾶν, κεραυνὸς ἐμπεσὼν εἰς τὴν εἰκόνα αὐ‐ τοῦ τὸ πρῶτον γράμμα τοῦ ὀνόματος αὐτοῦ ἠφάνισε, καὶ προεῖπον
25οἱ μάντεις ὅτι ἀποθανεῖται. Οὗτος τοὺς λογίους τιμῶν τοὺς μετεωρολέσχας ἀπήλαυνε, τόδε λόγιον προφερόμενος, “μήτι πελώρια μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου, μηδὲ μέτρει μέτρῳ ἠελίου κανόνας συναθροίσας, ἀιδίου βουλῇ φέρεται πατρὸς οὐκ ἕνεκεν σοῦ, ἀστέριον προπόλευμα σέθεν χάριν οὐκ ἐλοχεύθη.”
30 Δρούσου θυγάτηρ Ἰουλία γαμετὴ ἦν Νέρωνος τινὸς, ἐξ οὗ καὶ παῖδα Τιβέριον εἶχεν, εἶτα ϛ μηνῶν ἐγγύου οὔσης ἠναγκάσθη Νέρων ὁ ταύτης ἀνήρ, εἴτε ὑπὸ τοῦ πρώτου Καίσαρος εἴτε ὑπὸ τοῦ Ὀκταυΐου, ἐκδοῦναι αὐτὴν αὐτῷ ὡς πατήρ· τεκούσης οὖν μετὰ τρεῖς μῆνας τοῦ γάμου, τὸ μὲν τεχθὲν Νέρωνι τῷ πατρὶ ἀπέμψεν· ἐντεῦθεν δὲ αἴτιος γέγονε τοῦ λέγεσθαι παροιμίαν, “τοῖς
35εὐτυχοῦσι καὶ τρίμηνα παιδία.” οὗτος τοσοῦτον ὑπὸ πάντων ἠγαπᾶτο, ὥστε
καὶ τελευτῶν τις ἐπέσκηψε τοῖς ἑαυτοῦ κληρονόμοις θῦσαι, ὅτι ζῶντα τὸν763

764

Σεβαστὸν καταλείπει. δυστυχήσας δὲ περὶ γάμον καὶ τὰ εἰς παῖδας ἐκβεβη‐ κότα ἐβόα, “Αἴθ’ ὄφελον ἄγαμός τ’ ἔμμεναι ἄγονός τ’ ἀπολέσθαι”· περὶ δὲ ὀρθογραφίαν ἐσπουδάκει, ὥστε καὶ διάδοχόν τινι τῶν ἀρχόντων ἔπεμψεν, ὅτι αὐτῷ ἐπιστέλλων τῆς ὀρθῶς ἐχούσης ἐσφάλη γραφῆς.
5 Τούτου ποτὲ δικάζοντος, καὶ πολλῶν θάνατον καταψηφισαμένου, Μηκίνας τις ἀνὴρ σοφὸς ἀγαπώμενος ὑπ’ αὐτοῦ μὴ δυνάμενος ἐν‐ τυχεῖν αὐτῷ διὰ τὸ πλῆθος, ἔγραψεν ἐν χάρτῃ “ἀνάστηθι δήμιε,” καὶ σημηνάμενος ἔρριψεν ἐν τῷ κόλπῳ αὐτοῦ. ὅπερ ἀναγνοὺς ἐκεῖνος ἀνέστη, καὶ ἐκέλευσεν ἀργῆσαι τὰ κριθέντα. τινός ποτε τῶν συστρα‐
10τευσαμένων αὐτῷ δεηθέντος τῆς εἰς τὸ βουλευτήριον αὐτοῦ παρου‐ σίας, εἶπεν αὐτὸς μὲν ἀσχολεῖσθαι, ἐπιτρέψαι δέ τινι τῶν φίλων παραγενέσθαι καὶ τὴν χρείαν πληρῶσαι· καὶ ὃς ὀργισθεὶς ἔφη, “ἐγὼ μέντοι, ὁσάκις τῆς ἐμῆς ἐπικουρίας ἐδεήθης, οὐκ ἄλλον ἀντ’ ἐμοῦ ἔπεμψα.” ἐρυθριάσας οὖν ὁ Καῖσαρ, καὶ συναπῆλθε καὶ συνέπραξε.
15 Μανιώδης δὲ ἦν περὶ τὰς ἀλλοτρίας γυναῖκας, ὡς καὶ τοὺς ἄν‐ δρας αὐτῶν ἐξυπηρετεῖν τῷ μιάσματι. ἡνίκα γὰρ ἤρχετό τις τῶν βουλευτῶν πρὸς αὐτὸν, ὡραίαν ἔχων γυναῖκα, ἔπεμπε πρὸς αὐτὸν τὸν οἰκεῖον δακτύλιον, καὶ ἠξίου ἐμβαλεῖν τὴν γαμετὴν ἐν κατα‐ στέγῳ φορείῳ, καὶ κατασημηνάμενον αὖθις τὸν δακτύλιον ἀντιπέμψαι,
20καὶ οὕτως δεχόμενος τὴν γυναῖκα ἐν τῷ φορείῳ ἀσελγαίνων ἐσφρά‐ γιζε καὶ ἀνταπέστελλε. ποτὲ γοῦν ἐκέλευσέ τινι τὴν ὁμευνέτιν αὐτῷ πέμψαι. ὁ δὲ μὴ δυνάμενος ἀντειπεῖν, ἀπωδύρετο. ἐπιστὰς δὲ Ἀθηνόδωρος ὁ Ἀλεξανδρεὺς, ὃν ὡς σοφὸν ἀεὶ σύνοικον καὶ διδάσκαλον εἶχεν ὁ Καῖσαρ, καὶ τὴν αἰτίαν μαθὼν ἑαυτὸν ᾔτησεν ἐμβαλεῖν τῷ
25φορείῳ, καὶ κατασημηνάμενον ἀποστεῖλαι γυμνὸν ξίφος ἐπιφερόμενον. ἀπαχθέντος δὲ δοκῶν ὁ Καῖσαρ τὴν τοῦ συγκλητικοῦ εἶναι γυναῖκα, κλείσας τὰς θύρας ἀνέῳξε τὸ φορεῖον, καὶ ἐξέθορε ξιφήρης ὁ Ἀθη‐ νόδωρος, καὶ πάνυ τὸν Καίσαρα κατέπληξε· δεδιότα δὲ αὐτὸν ἀνα‐ κτησάμενος ἐκεῖνος τοῖς μεγίστοις ὅρκοις κατέδησε, μηδέποτ’ ἄλλοτε
30τοῦτο πράξαι· ὃν τοσοῦτον ὑπερηγάπησεν, ὥστε τὴν σύγκλητον συνα‐ γαγὼν καὶ πολλὰ τὸν Ἀθηνόδωρον ἐγκωμιάσας, καὶ τοῦτο προσέθηκεν, ὡς κακὸν βίον ἐσχηκὼς ὑπὸ Ἀθηνοδώρου ἐπηνωρθώθη. οὗτος ὁ φιλόσοφος ἠξίου τὸν Καίσαρα συγχωρῆσαι αὐτῷ εἰς τὴν πατρίδα ἐπανελθεῖν. καὶ μόλις πείσας, ἀσπαζόμενος αὐτὸν, ἐπικύψας πρὸς
35τὸ οὖς παρεκάλει ἵνα, ὁσάκις ὀργισθῇ, μὴ πρότερον κελεύσῃ τὸ πρα‐ κτέον, πρὶν ἂν καθ’ ἑαυτὸν ἀριθμήσῃ τὰ κδʹ γράμματα· ᾔδει γὰρ αὐτοῦ τὸ ὀξύθυμον καὶ εὐμετάβλητον. ὁ δὲ Καῖσαρ αἰσθόμενος ἔφη, “εὖγε ὑπέμνησάς με ὡς ἀτελὴς εἰμί, καὶ οὐ συγχωρήσω σοι τῆς ἐνεγκαμένης τέως ἐπιβῆναι.” παρηγγύησεν ὁ Καῖσαρ ἵνα ἐν τῇ τελευτῇ
40αὐτοῦ κροτήσωσι καὶ γελάσωσιν, ὡς ἐπὶ μίμου τελευτῇ, δηλονότι ἀποσκώπτων εἰς τὸν ἀνθρώπινον βίον. (Γάιος ἔτη γʹ μῆνας ηʹ). Γάιος τὰς δύο ἀδελφὰς αὐτοῦ διεπαρ‐ θένευσεν. ἰδὼν δὲ πηλὸν ἐν στενωπῷ ἐκέλευσεν ἀχθῆναι Οὐεσπα‐ σιανὸν ἀγορανόμον ὄντα καὶ ἐμβληθῆναι τὸν πηλὸν εἰς τὸν κόλπον
45αὐτοῦ. οὗτος κυβεύων ποτὲ ἐν Γαλλίαις, καὶ μαθὼν ὡς οὐκ ἔστιν αὐτῷ ἀργύριον, ἀναστὰς ἐκέλευσε πολλοὺς πλουσίους ἀναιρεθῆναι· καὶ ἐλθὼν πρὸς τοὺς συγκυβευτὰς εἶπεν, “ἐν ᾧ ὑμεῖς περὶ ὀλίγου
φιλονεικεῖτε, ἐγὼ πλῆθος χρημάτων συνήγαγον.” ἐλέγετο δὲ Καλλι‐764

765

γούλας, ὅτι ἐκ μικρᾶς ἡλικίας ἐν τῷ στρατοπέδῳ τὰ πολλὰ ἐτρέ‐ φετο, καὶ τοῖς στρατιωτικοῖς ἐχρῆτο ὑποδήμασιν· ἐκ τῶν καλλίγων οὖν Καλλιγούλας ἐλέγετο. Πρὸ Γαίου Τιβέριος ἔτη κβʹ μῆνας ϛʹ ἡμέρας γʹ.
5 (Κλαύδιος ἔτη ιγʹ μῆνας ηʹ). Κλαύδιος δειλὸς ὢν πάντας τοὺς προσιόντας αὐτῷ ἐκέλευεν ἀνερευνᾶσθαι, μήτι ξιφίδιον ἔχωσιν, καὶ ἐν τοῖς συμποσίοις ὡπλισμένοι παρειστήκεσαν αὐτῷ. (Νέρων ἔτη ιγʹ ἡμέρας ηʹ). Νέρων ἰδὼν τοὺς ἀναιρήσοντας αὐτὸν παρεκάλει τοὺς συνόντας ἀνελεῖν αὐτόν· ὡς δ’ οὐδεὶς ὑπήκουεν,
10ἑαυτὸν διεχρήσατο· τελευτῶν δὲ ἔφη, “ὦ Ζεῦ οἷος κιθαρῳδὸς τεχνίτης ἀπόλλυται.” ὅτε δὲ ἐτέχθη εἶπον οἱ ἀστρολόγοι, ὅτι καὶ βασιλεύσει καὶ τὴν μητέρα φονεύσει· ἦν δὲ καὶ λόγιον “ἔσχατος Αἰνεάδων μητροκτόνος ἡγεμονεύσει”. (Οὐϊτέλλιος μῆνας ὀκτὼ ἡμέρας πέντε). Οὐϊτέλλιος ἔθηκε πρό‐
15γραμμα τοὺς γόητας καὶ ἀστρολόγους ἐντὸς ῥητῆς ἡμέρας ἀπαλλα‐ γῆναι τῆς Ἰταλίας, καὶ αὐτοὶ νυκτὸς ἀντιτεθείκασι πρόγραμμα παραγ‐ γέλλοντες, ἀπαλλαγήσεσθαι αὐτὸν τοῦ βίου ἐντὸς ἡμέρας, ἐν ᾗ τε‐ λευτᾶν ἔμελλεν. Πρὸ τοῦ Οὐιτιλλίου ἦρξεν Γάλβας μὲν πρότερος μῆνας ζʹ καὶ ἡμέρας ζʹ (?),
20Ὄθων δὲ δεύτερος μῆνας τρεῖς καὶ ἡμέρας βʹ. (Οὐεσπασιανὸς ἔτη δέκα). Οὐεσπασιανοῦ τελευτήσαντος οἶνος ἐν καπηλείῳ τινὶ τοσοῦτον ὑπὲρ τὸ ἀγγεῖον ἐξεχύθη, ὡς καὶ εἰς τὴν ὁδὸν προχωρῆσαι. (Δομετιανὸς ἔτη πέντε). Δομετιανῷ προεῖπεν ἀστρολόγος καὶ πότε
25καὶ ὅπως τεθνήξεται. ἠρώτησεν οὖν αὐτὸν ἐκεῖνος, ποίῳ τέλει αὐτὸς χρήσεται· καὶ εἰπόντος, θέλων ἀπελέγξαι αὐτὸν ψευδόμενον, ἐκέλευσε ζῶντα καυθῆναι, ἀχθέντος δὲ πυρὸς ὑετὸς πολὺς καταρραγεὶς τὴν πυρὰν ἔσβεσε, καὶ κύνες ὀπίσω τὼ χεῖρε δεδεμένου τοὺς δεσμοὺς διεσπάραξαν. Δομετιανὸς δὲ εἶδε κατ’ ὄναρ πρὸ μιᾶς ἡμέρας τοῦ θανάτου αὐτοῦ, ὡς
30ἵππῳ μέλανι ἐπεκάθητο ἔνοπλος· καὶ πεσόντων αὐτομάτως ἐξ αὐτοῦ τῶν ὅπλων σὺν τῷ ἵππῳ εἰς χάσμα κατηνέχθη. Λάργιος δὲ Πρόκλος ἐν Γερμανίᾳ προεῖπε δημοσίᾳ τὴν ἡμέραν ἐν ᾗ ὁ βασιλεὺς τεθνήξε‐ ται· διὸ δέσμιος Δομετιανῷ εἰς Ῥώμην ἐπέμφθη. καὶ εἶπεν αὐτῷ εἰς ὄψιν τὸ αὐτό. ὁ δ’ ἐκέλευσεν αὐτὸν φυλαχθῆναι, ὡς ἂν τῆς
35ἡμέρας ἐκείνης διαδραμούσης ἀναιρεθῇ· ἀλλὰ θανόντος τοῦ βασιλέως ἀπελύθη ἀβλαβής. Πρὸ Δομετιανοῦ Τίτος πρεσβύτερος ἀδελφὸς αὐτοῦ, ἔτη δύο μῆνας ὀκτὼ ἡμέρας κʹ. (Νέρβας ἔτος αʹ μῆνας δʹ) ἡμέρας ηʹ. Νέρβας ἔλεγεν, ὡς οὐδὲν
40τοιοῦτον πεποίηκα, ὥστε μὴ δύνασθαι τὴν ἀρχὴν καταθέσθαι, καὶ ἀσφαλῶς ἰδιωτεῦσαι. καί τισι δέδωκε ξίφη, λόγῳ μὲν ἵνα ἐπισκέψων‐ ται αὐτὰ εἰ ὀξέα εἰσίν, ἔργῳ δὲ ἐνδεικνύμενος, ὡς οὐδὲν αὐτῷ μέλει κἂν παραχρῆμα ἀποθάνῃ. οὗτος ἀπηγόρευσεν ἐκτέμνειν ἐν Ῥώμῃ. (Ἀδριανὸς ἔτη κʹ μῆνας ιαʹ). Ἀδριανὸς Σίμιλίν τινα, ἄνδρα
45φρονήσει καὶ ἐπιεικείᾳ κεκοσμημένον, ἠνάγκασε τὴν ἀρχὴν τῶν δορυ‐765

766

φόρων παραλαβεῖν, καὶ μόλις μέν, ἔπεισε δ’ οὖν. ὀλίγον δὲ ἐπισχὼν καὶ δεηθεὶς ἐξέστη τῆς ἀρχῆς, καὶ ἐν ἀγρῷ ἔτη ζʹ διαγαγὼν τελευτᾷ, ἐπιγραφῆναι προστάξας ἐν τῷ μνημείῳ αὑτοῦ· Σίμιλις ἐνταῦθα κεῖ‐ ται, βιοὺς μὲν ἔτη πεντήκοντα, ζήσας δὲ ἔτη ζʹ. ἐγένετο δὲ μετὰ
5θάνατον τῷ Ἀδριανῷ τηλικοῦτον ἄγαλμα μετὰ τεθρίππου, ὥστε διὰ τοῦ ὀφθαλμοῦ ἑκάστου ἵππου παχύτατον ἄνδρα διιέναι· οἱ δὲ ἐν γῇ βαδίζοντες, ἐκ τῆς ὑπερβολῆς τοῦ ὕψους τοῦ κτίσματος, αὐτούς τε τοὺς ἵππους βραχυτάτους καὶ τὸν Ἀδριανὸν νομίζουσι. (Μάρκος ἔτη ιθʹ). Μάρκος Ἀντωνῖνος, ἐν πολέμῳ τῶν δημοσίων
10ἐξηντλημένων ταμείων, πράξασθαι μὲν χρήματα παρὰ τὸ σύνηθες οὐκ ἠνέσχετο, πάντα δὲ τὸν βασιλικὸν κόσμον ἐπ’ ἀγορᾶς ἀγαγὼν πρὸς χρυσίον ἀπέδοτο. καταστάσης δὲ τῆς βαρβαρικῆς κινήσεως, τοῖς μὲν ἑκούσιον ποιουμένοις τὴν τῶν βασιλικῶν σκευῶν ἀνάδοσιν, τὸ αὐτὸ μέτρον τῆς τιμῆς ἀπεδίδου, τοὺς δὲ μὴ θέλοντας οὐκ ἠνάγκαζε. τούτῳ
15ἡ βουλὴ μετὰ τελευτὴν χρυσοῦν ἀνδριάντα ἔστησε διὰ τὴν ἀρετὴν αὐτοῦ. Πρὸ τοῦ Μάρκου Τίτος Αὐρήλιος Φοῦλβος Βοώνιος Ἀντωνῖνος Πῖος, ὁ κληθεὶς εὐσεβὴς, ἔτη κδʹ. μετὰ Μάρκον ὁ υἱὸς αὐτοῦ Κόμμοδος ἔτη ιγʹ. μετὰ Κόμμοδον Περτίναξ μῆνας ϛʹ. μεθ’ ὃν Δίδιος Ἰουλιανὸς ἡμέρας ξʹ. Σεβῆρος ἔστειλε γράμματα εἰς Ῥώμην ὑπαντῆσαι αὐτῷ τοὺς
20στρατιώτας. συνελθόντας δὲ ὠνείδισεν εἰπὼν ὅτι κἂν μὴ αὐτοὶ ἐγένοντο αὐτόχειρες Περτίνακος τοῦ βασιλέως, ἀλλὰ δέον αὐτοὺς ἀνελεῖν τοὺς ἀποκτείναντας ἐκεῖνον· τοῦτο μὴ ποιήσαντες ὑπ’ αἰ‐ τίασιν εἰσὶ φόνου· “ἐπὶ φυλακῇ γὰρ βασιλέως ταχθέντες,” φησίν “οὐκ ἐν τῷ ἀριστερῷ μέρει τὰ ξίφη διαζώννυσθε, ἀλλ’ ἐν τῷ δεξιῷ”· καὶ
25ἀπολαβὼν τὰ ὅπλα καὶ τοὺς ἵππους, ἀπεδίωξεν αὐτούς. εἷς δὲ στρα‐ τιώτης, οὐκ ἀνασχομένου τοῦ ἵππου ἀπολιπεῖν αὐτὸν ἀλλ’ ἀκολουθοῦν‐ τος καὶ χρεμετίζοντος, ὑπεραλγὴς γενόμενος, τόν τε ἵππον ἀπέσφαξε καὶ ἑαυτόν. οὗτος ὁ βασιλεὺς τὸ Βυζάντιον παραλαβὼν τὰ τείχη καθεῖλεν. εἶχε δὲ πύργους ἑπτὰ ἐκ τῶν Θρᾳκῶν πυλῶν ἀρχομένους
30καὶ ἐπὶ τὴν ἀρκτῴαν καθήκοντας θάλασσαν. καὶ τούτων εἴ τις ἐν ἑτέρῳ πύργῳ προσῆλθεν, οὐδεμία αἴσθησις τοῖς ἄλλοις ἐγένετο· εἰ δὲ ἐν τῷ πρώτῳ ἀνεβόησεν ἢ λίθον ἔβαλεν, αὐτός τε ἤχει, καὶ σιω‐ πήσας τῷ δευτέρῳ μετεδίδου τῆς ἠχῆς, κεῖνος τῷ τρίτῳ, καὶ ἐφεξῆς. (Ἀντωνῖνος ἔτη ϛʹ, μῆνας βʹ). Ἀντωνίῳ τῷ Καρακάλῳ Σεραπίων
35ὁ μάγος εἶπεν, ὡς τεθνήξεται, καὶ Μακρῖνος αὐτὸν διαδέξεται, δείξας αὐτὸν τῷ δακτύλῳ. ὁ δὲ ὑπὸ θυμοῦ, μᾶλλον δὲ ὑπὸ τῆς τύχης, ἕτερον ὑπονοήσας, ἀνεῖλεν ἐκεῖνον. τούτου τὴν τελευταίαν ἔξοδον ἀπὸ Ἀντιοχείας ποιουμένου, ξιφήρης ὁ πατὴρ ἐπέστη λέγων, “ὡς σὺ τὸν ἀδελφόν σου ἀπέκτεινας, κἀγὼ σέ.” ἀπέκτεινε γὰρ οὗτος τὸν μικρὸν
40ἀδελφὸν αὐτοῦ ἐν τῷ κόλπῳ τῆς μητρὸς, ὕστερον δὲ καὶ αὐτὸς ἐσφάγη. Μετὰ Ἀντωνῖνον τὸν Καράκαλλον Μακρῖνος ἔτος αʹ, μεθ’ ὃν Βασιανός, ὃν ὡς ἱερωμένον ἥλιον, ὃν Φοίνικες Ἐλεάβαλον λέγουσιν, Ἡλιογάβαλον ἔλε‐ γον. ὠνομάσθη δὲ Ἀντωνῖνος, ὡς τοῦ Καρακάλλου λεγόμενος εἶναι υἱός, καὶ ἐκράτησεν ἔτη ϛʹ. μεθ’ ὃν Ἀλέξανδρος ὁ Μαμαίας, ἐξάδελφος αὐτοῦ, ἔτη ιδʹ.
45μετὰ Ἀλέξανδρον Μαξιμῖνος.766